§1ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, §2τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε §3ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
孩子们啊,古老卡德摩斯的新后代,你们为何手持祈愿的花枝,如此簇拥在我的座前?
城市里一方面弥漫着熏香,另一方面充斥着祈祷歌与呻吟声。
§6ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα, §7ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα, §8ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
孩子们啊,我认为自己不应当听信其他使者,于是亲自来到了这里,我,就是那名扬天下的俄狄浦斯。
那么,老人家,请说吧,因为你正适合代表他们发言。 你们是以何种心态站在这里的?
§11δείσαντες ἢ στέρξαντες;
是因为恐惧,还是因为有所期盼?
我愿意提供一切帮助;因为如果我不怜悯这样的祈求,那我将是一个铁石心肠的人。
§14ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, §15ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα §16βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν §17πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, §18ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων §19λεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον §20ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς §21ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
统治我这片土地的俄狄浦斯啊,你看见了我们,以何等不同的年纪坐在你的祭坛前:有的还不能远飞,有的则因年迈而步履沉重,有的是祭司,我是宙斯的祭司,这些则是从青年中挑选出来的;其余的人民手持花枝,坐在广场上,在帕拉斯的双重神庙前,以及在伊斯梅诺斯的预言灰烬前。
§22πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν §23ἤδη σαλεύει κἀνακουφίσαι κάρα §24βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,
因为城市,正如你亲眼所见,已经剧烈地动摇,无法再从血腥的深渊中抬起头来。
§25φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, §26φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε §27ἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς §28σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, §29ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ §30Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
大地丰饶的果实花蕾正在枯萎,牧场上的牛群和妇女们难产的婴儿也在枯萎;那带有火焰的神袭来并折磨着城市,那最可憎的瘟疫,卡德摩斯的宫殿因他而空虚,黑色的冥府因呻吟和哭泣而变得富有。
§31θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ §32οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι, §33ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου §34κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
我和这些孩子们坐在你的炉火旁,并非因为把你看作与神等同,而是认为你是人类中的第一人,无论是在生活的灾难中,还是在与神明相关的变故中。
§35ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν §36σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, §37καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον §38οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ §39λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·
你来到了卡德摩斯的城市,解救了我们免受我们向那残酷的歌女所纳的贡税,而且你并没有从我们这里得到更多启发,也没有受到教导,而是凭着神助,你被人们说成并相信是扶正了我们的生活。
§40νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, §41ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι §42ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν §43φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του· §44ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς §45ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
如今,在所有人眼中最伟大的俄狄浦斯啊,我们这些恳求者都在此哀求你,为我们寻找某种救助,无论是从某位神明那里听到了神谕,还是从某个人那里得知了什么;因为对于有经验的人,我看到他们的计划的结果也是最具有生命力的。
§46ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν, §47ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ §48σωτῆρα κλῄζει τῆς πάρος προθυμίας· §49ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα §50στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
去吧,人类中最优秀的人,扶正这城市,去吧,要小心谨慎;因为现在这片土地因你过去的功绩而称你为救主;愿我们绝不会这样记住你的统治:我们曾站立起来,却在后来跌倒。
§51ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·
而是要在安全中扶正这城市。
因为你当年也是带着吉兆将那份幸运带给了我们,如今也请同样如此。
§54ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, §55ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· §56ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς §57ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
因为如果你要统治这片土地,正如你现在所掌控的,统治一个有人的国家,比统治一个空城更美好;因为城墙或船只,若里面没有共同居住的人,就毫无用处。
§58ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι §59προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι §60νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ §61οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
可怜的孩子们啊,你们怀着渴望而来,我是知道的,并非不知道;因为我很清楚你们都在生病,但即使生病,你们中也没有一个人像我这样病得沉重。
§62τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται §63μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ §64ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.
因为你们的痛苦只落在一个人头上,仅限他自己,没有别人,而我的灵魂同时为城市、为我自己、也为你们而哀叹。
§65ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε, §66ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή, §67πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
所以你们并不是从睡梦中唤醒我,而是要知道,我已经流了许多眼泪,在思虑的迷宫中走了许多路。
§68ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην, §69ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως §70Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ §71ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι §72δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
而我仔细寻找并发现的唯一药方,我已经付诸行动:我把墨诺伊克斯之子,我的内兄克瑞翁,送往皮托的福玻斯神庙,好让他查明我该做什么或说什么来拯救这个城市。
§73καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ §74λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα §75ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
如今,日子与时间对照起来,让我因他正在做什么而感到痛苦;因为他离开的时间已经超出了合理范围,比应有的时间更长。
但当他回来时,如果我不尽行神所指示的一切,那我就是个恶人。