§160πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα §161γαιάοχόν τʼ ἀδελφεὰν §162Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει, §163καὶ Φοῖβον ἑκαβόλον, ἰὼ §164τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
首先我向你呼求,宙斯的女儿,不灭的雅典娜,以及守护这片土地的你的姐妹阿耳忒弥斯,她高坐在广场中那圆形的、荣耀的王座上,还有那远射的福玻斯,噢,三位除灾之神啊,向我显现吧!
§165εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει §166ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
如果曾经为了消除降临城邦的旧日灾难,你们将灾厄的烈火驱逐出境,那么现在也请降临。
§169ὦ πόποι, ἀνάριθμα γὰρ φέρω §170πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος §171ᾧ τις ἀλέξεται.
呜呼,因为我承受着无数的灾难;我的全体臣民都在病痛,却没有思虑之枪可以用来防御。
因为荣耀的土地没有出产果实,妇女们在分娩中痛苦哀号,却无法产下孩子。
§175ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν §176κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον §177ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
你可以看到人们一个接一个,如同长着羽翼的鸟儿,飞速得快过无法抗拒的烈火,奔向西方之神的彼岸。
无数的城邦子民正因此而死;那些无辜的死者悲惨地躺在地上,无人怜悯地传播着死亡。
§181ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες §182ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν §183λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
与此同时,妻子们和白发苍苍的母亲们在祭坛旁,从四面八方,为了悲痛的苦难发出哀求的啼哭。
§185παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος §186ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, §187εὐῶπα πέμψον ἀλκάν.
祈福的歌声回荡,与之相伴的是痛苦的哀号;为了这些,噢,宙斯金色的女儿,赐予我们美丽的援助吧。
§190Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων §191φλέγει με περιβόατον, ἀντιάζω §192παλίσσυτον δράμημα νωτίσαι πάτρας §193ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας §195εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων §196Θρῄκιον κλύδωνα· §197τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, §198τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται· §199τόν, ὦ τᾶν πυρφόρων §200ἀστραπᾶν κράτη νέμων, §201ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
那狂暴的阿战神,他如今不带青铜盾牌,却以喧嚣包围我、灼烧我,我祈求使他转过身去,从我们祖国仓皇逃窜,顺着风势,或是逃往安菲特里忒的宽广闺房,或是逃往那无处停泊的色雷斯海浪;因为若有任何事被黑夜留到最后,这事便会在白日降临;噢,你,那执掌火热闪电之力的人,宙斯父神啊,请在你的雷霆下消灭他。
§203Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν §204βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι §205ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους §206Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·
吕基亚的君王啊,你那用金线编织的弓弦上所射出的无法被征服的箭,我愿看到它们被作为援助散发出去,还有那火热的阿耳忒弥斯的火光,她曾借着这光芒穿过吕基亚的群山。
§207τὸν χρυσομίτραν τε κικλήσκω, §210τᾶσδʼ ἐπώνυμον γᾶς, §211οἰνῶπα Βάκχον εὔιον, §212Μαινάδων ὁμόστολον, §213πελασθῆναι φλέγοντʼ §214ἀγλαῶπι ¯ ˘ ¯ §215πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
我还呼唤那戴着金色发带的人,与这片土地同名的人,满面酒红、在欢呼中被呼唤的巴克科斯,狂女们的同伴,带着耀眼的松明,在熊熊燃烧中走近,攻击那在众神中不被尊崇的神。
§216αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη §217κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν, §218ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
你们在祈求;但对于你们所祈求的,如果你们愿意听从并接受我的话,全力服务于消除病痛,你们就将获得援助和免于灾祸的解脱。
§219ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ, §220ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν §221ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, §222νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, §223ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· §224ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου §225κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, §226τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· §227κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν §228αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν §229ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.
我说这些话时,是作为一个对这传闻不知情的局外人,也是对这罪行毫无干系的局外人;因为我自己无法走得很远去追踪它,除非我有什么线索;但现在,既然我是后来才登记在市民之中的市民,我向你们所有的卡德摩斯子民宣告这些:你们当中无论是谁知道拉布达科斯之子赖厄斯是死于何人之手,我命令他向我说明一切;如果他感到害怕,就请为自己免去罪名而说出真相;因为他不会遭受任何其他痛苦的惩罚,而可以安全地离开这片土地。
§230εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς §231τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ §232κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.
另一方面,如果有人知道是来自异邦的其他人亲手行凶,请不要保持沉默;因为我将付给他报酬,而且我还会另外表示感激。
§233εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου §234δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, §235ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
但如果你们保持沉默,如果有人因为替朋友或为自己担心而回绝我这句话,那么听听我接下来会怎么做。
§236τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς §237τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, §238μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, §239μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν §240κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· §241ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος §242τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ §243μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
我严禁任何人,在这片土地上—— 也就是我执掌权柄和王座的国家里—— 去接纳这凶手,无论他是谁,或是同他说话,或是让他在向神明的祈祷或祭祀中分享份额,或是给他分送洗礼的净水;所有人必须将他驱逐出家门,因为他是我们的污秽,正如阿波罗在皮托的神谕刚刚向我显明的那样。
§244ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι §245τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· §246κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις §247εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, §248κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
这样,我便是那神明以及那死去之人的盟友;我祈求那行凶者,无论他是独自一人瞒过了所有人,还是与众人一伙,都能在毁灭中痛苦地虚度其悲惨的残生。
§249ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος §250ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος, §251παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.
我还祈求,如果他是与我共享炉灶的人,且是在我知情的情况下留在我的宫殿里,那么让我自己去承受我刚才对这些人所施加的全部诅咒。