Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §1201-1283

约卡斯塔自尽与俄狄浦斯自刺双目的噩耗

第 16 段,共 19 段 · 希腊语

内容简介

歌队哀叹俄狄浦斯从昔日荣耀跌落深渊的悲剧命运。随后,一名使者从宫殿中走出来,报告了王后约卡斯塔自缢身亡以及俄狄浦斯在目睹惨状后自毁双眼的悲惨遭遇。

§1201χώρᾳ πύργος ἀνέστα· §1201aἐξ οὗ καὶ βασιλεὺς καλεῖ §1202ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν §1203Θήβαισιν ἀνάσσων.
作为我们国家的坚塔挺身而出;从那时起,你也被称为我的国王,并获得了至高无上的荣誉,统治着伟大的忒拜。
§1204τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος;
但如今,还有谁听起来比你更悲惨?
§1205τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις §1206ξύνοικος ἀλλαγᾷ βίου;
在命运的转变中,谁与如此狂野的灾祸、谁与如此的苦难同居?
§1207ἰὼ κλεινὸν Οἰδίπου κάρα,
啊,俄狄浦斯那显赫的头颅!
§1208ἦ στέγας λιμὴν §1208aαὑτὸς ἤρκεσεν §1209παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;
难道那同一个洞房的港湾竟已足够,让儿子和父亲,都作为新郎坠入(落入)其中?
§1210πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας, §1211σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε;
痛心啊,不运的人,你父亲耕耘过的田垄怎能,怎能如此长久地默默承受你?
§1212ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος, §1213δικάζει τʼ ἄγαμον γάμον πάλαι §1215τεκνοῦντα καὶ τεκνούμενον.
洞察一切的“时间”违背你的意愿找到了你;它审判着这长久以来,生下子嗣又被生出的不成婚礼的婚礼。
§1216ἰώ, Λαΐειον ὦ τέκνον, §1217εἴθε σʼ εἴθε σε §1217aμήποτʼ εἰδόμαν.
哀哉,拉伊俄斯的儿子啊,但愿,但愿我从未见过你。
§1218δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων §1219ἐκ στομάτων.
因为我痛哭,仿佛从口中倾泻出哀歌。
τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ §1220σέθεν §1221καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.
说句实话,我曾因你而重新呼吸,却也因你闭上了我的双眼。
§1223ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι, §1224οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ §1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι §1226τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
噢,这片土地上永远最受尊敬的人们啊,你们将听到怎样的行径,将看到怎样的景象,将承担怎样的悲哀,如果你们作为同胞,还对拉布达科斯家族的殿堂怀有敬意。
§1227οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν §1228νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα §1229κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ §1230ἑκόντα κοὐκ ἄκοντα.
因为我认为,无论伊斯特罗斯河还是法西斯河都无法洗净这所房屋,因它所隐藏的罪恶之多;但不久它就会将这些罪恶显露在光天化日之下,这是自愿的、而非被迫的罪恶。
τῶν δὲ πημονῶν §1231μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.
而在所有的痛苦中,最让人痛心的是那些显而易见是自找的痛苦。
§1232λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ §1233βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;
我们以前所看到的,就已经足够令人沉痛叹息了;除此之外,你还要说什么?
§1234ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ §1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
用最简短的话来说和听取:神圣的约卡斯塔已经死了。
§1236ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;
噢,不幸的女人! 究竟是因为什么原因?
§1237αὐτὴ πρὸς αὑτῆς.
她自己动的手。
τῶν δὲ πραχθέντων τὰ μὲν §1238ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
在所发生的事情中,最痛苦的部分并未呈现在此,因为目击者不在这里。
§1239ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, §1240πεύσει τὰ κείνης ἀθλίας παθήματα.
然而,只要我脑海中还存留记忆,你们就会知道那个不幸女人的遭遇。
§1241ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω §1242θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ §1243λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.
当她愤怒地冲进内门,便径直奔向那新婚的床榻,双手使劲撕扯自己的头发。
§1244πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω §1245καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, §1246μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν §1247θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι §1248τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
进了房间后,她从里面猛地关上门,呼唤着早已死去的拉伊俄斯,脑海里满是昔日种下的子嗣的记忆,通过这子嗣他自己死去了,却留下了生育他的母亲给他的后代进行这悲惨的生育。
§1249γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς §1250ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.
她哀悼那床榻,在榻上,不幸的她生下了双重的子嗣:从丈夫生出丈夫,从孩子生出孩子。
§1251χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται· §1252βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ §1253οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, §1254ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.
在此之后她是如何死去的,我便不得而知;因为俄狄浦斯一边大声呼喊一边闯了进来,因他的缘故,我们无法看清她的惨状,而是把目光投向了四处奔突的他。
§1255φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, §1256γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου §1257κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
他到处游荡,向我们讨要一把剑,问在哪里可以找到他那不是妻子的妻子,那生下他与孩子们的母亲的双重田垄。
§1258λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις· §1259οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
在他发狂时,某个神明向他指明了方向;因为当时在附近的任何人都没有指出来。
§1260δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος §1261πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων §1262ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
他发出可怕的咆哮,仿佛有人在引导一般,撞向那双开门,从门轴上撞弯了空心的门闩,跌进房间。
§1263οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν, §1264πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
在那里,我们看见了悬挂着的那个女人,被绳索拧成的吊带缠绕着。
§1265ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας §1266χαλᾷ κρεμαστὴν ἀρτάνην.
他一看到她,不幸的人便发出可怕的吼叫,解开了悬挂着的绳扣。
ἐπεὶ δὲ γῇ §1267ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.
当她躺在地上时,那悲惨的一幕,此后发生的事情真是不忍直视。
§1268ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους §1269περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο, §1270ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, §1271αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν §1272οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά, §1273ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει §1274ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.
他从她的衣服上扯下那金制的别针,那是她用来装点衣着的,他高高举起,刺向自己双眼的眼球,口中这样喊着:它们将不再看见他所遭受的痛苦,也不再看见他所犯下的罪恶,而是从此在黑暗中,看着那些本不该看到的人,也认不出那些他曾渴望见到的人。
§1275τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ §1276ἤρασσʼ ἐπαίρων βλέφαρα.
他一次又一次地反复呼喊着这些诅咒,抬起眼睑,不断戳刺。
φοίνιαι δʼ ὁμοῦ §1277γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν §1278φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας §1279ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
鲜红的眼珠湿润了他的胡须,而且没有停止流出黏稠的血滴,反而是一股黑色的混着血红冰雹的暴雨一齐喷洒。
§1279aτάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα, §1280ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
这些灾祸从两人身上爆发,不仅仅在一人身上,而是男人与女人的痛苦交织在一起。
§1281ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν §1282ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ §1283στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
以前那古老的幸福,在过去确实称得上是幸福;但现在,就在这一天里,哭泣、毁灭、死亡、耻辱,所有灾祸

词汇与语法注释

  1. 1209ἦ στέγας λιμὴν αὑτὸς ἤρκεσεν παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; — 不定词 πεσεῖν(坠入、进入)作为结果或目的,用来补充形容词 ἤρκεσεν(足够)的陈述内容。这里表达了可怕的双重婚姻关系:同一个“港湾”(λιμὴν αὑτὸς)对儿子(παιδὶ)和父亲(πατρὶ)而言,都足够让他们作为新郎(θαλαμηπόλῳ)坠入其中。
  2. 1215δικάζει τʼ ἄγαμον γάμον πάλαι τεκνοῦντα καὶ τεκνούμενον — 主动分词 τεκνοῦντα(生育、生下)与被动分词 τεκνούμενον(被生育、被生出)并列,修饰宾语“婚礼/婚姻”(γάμον)。意思是“时间审判着那长久以来,(自己)生育又(自己)被生育的不成婚礼的婚礼(ἄγαμον γάμον)”,将俄狄浦斯与母亲生育孩子、且自己也是由这位母亲所生的可怕世代混淆,浓缩在这一句中表达。
  3. 1232τὸ μὴ οὐ βαρύστονʼ εἶναι — 由于动词 λείπει(缺少、缺乏)与否定词 οὐδʼ(“甚至不缺少”)结合,带有否定句的色彩,其补充不定词带有了双重否定虚词 μὴ οὐ。意思是“我们以前所看到的,也绝不缺少令人沉痛叹息的性质(即:同样极其令人痛惜)”。
  4. 1274οὐκ ὄψοιντό νιν ... ὀψοίαθʼ ... γνωσοίατο — 这是由过去时主句动词 ἔπαισεν(“刺”)引导的间接引语中的斜格希求法(oblique optative),时态为将来希求法(οὐκ ὄψοιντό, ὀψοίαθʼ, γνωσοίατο),用以表达俄狄浦斯主观的意图:“它们(他的眼睛)将不再看见他……”。其中 ὀψοίαθʼ 和 γνωσοίατο 展现了悲剧诗歌中传统的爱奥尼亚/史诗式第三人称复数词尾 -ατο(代替了常见的 -ντο)。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §1201-1283. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:1201-1283

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。