Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §1125-1200

牧人的证言与俄狄浦斯身世的揭露

第 15 段,共 19 段 · 希腊语

内容简介

通过科林斯使者对拉伊俄斯昔日牧人的审问,揭露了俄狄浦斯竟是拉伊俄斯亲生并曾被遗弃的婴儿这一可怕真相。俄狄浦斯在绝望中认清了自己的悲剧命运,歌队则感叹人类命运的虚无与脆弱。

§1125ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
“我一生的大部分时间都伴随着羊群度过。
§1126χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;
” “主要在哪些地方同住呢?
§1127ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
” “有基泰戎,还有邻近的地方。
§1128τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών;
” “那么,你可曾因在那个地方见过,而认得这个人吗?
§1129τί χρῆμα δρῶντα;
” “他当时在做什么?
ποῖον ἄνδρα καὶ λέγεις;
你说的究竟是谁?
§1130τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω;
” “就是眼前这个人;或者你曾与他有过什么交往吗?
§1131οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.
” “从记忆里,我无法立刻说出来。
§1132κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς §1133ἀγνῶτʼ ἀναμνήσω νιν.
” “这也难怪,主人;但我会清楚地唤醒已经不认得他的他的记忆。
εὖ γὰρ οἶδʼ ὅτι §1134κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, §1135ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί, §1136ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους §1137ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· §1138χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ §1139ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά.
因为我确信,他一定记得在基泰戎的那个地方,他赶着两群羊,我赶着一群,我与这个人同处了整整三个从春季到大角星(秋季)的六个月时间;到了冬天,我就把我的羊群赶进我的羊圈,而他则赶到拉伊俄斯的牛栏。
§1140λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;
我所说的这些事情,究竟是发生过的,还是没发生过的?
§1141λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
” “你说的是真话,虽然已经过去了很久。
§1142φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα §1143δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
” “那么请说,你可记得那时交给我一个孩子,让我把他当作自己的养子来抚养吗?
§1144τί δʼ ἔστι;
” “怎么回事?
πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
你为什么查问这句话?
§1145ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος.
” “喂,老兄,眼前这位就是当年那个小孩子。
§1146οὐκ εἰς ὄλεθρον;
” “去死吧!
οὐ σιωπήσας ἔσει;
你难道不能闭嘴吗?
§1147ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ
” “啊,老人啊,不要责备他。
§1148δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη.
因为你的话比他的话更需要责备。
§1149τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;
” “噢,最尊贵的主人们,我犯了什么错?
§1150οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ.
” “因为你没有说出他所查问的那个孩子。
§1151λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ.
” “因为他是在胡说八道,白白费劲。
§1152σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς.
” “你既然不愿在好声好气下说,就只能在哭泣中说了。
§1153μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ.
” “看在神明的份上,千万不要虐待我这个老人。
§1154οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας;
” “难道没有人能快点把这个人的双手反绑起来吗?
§1155δύστηνος, ἀντὶ τοῦ;
” “我真不幸,为什么要这样?
τί προσχρῄζων μαθεῖν;
你想知道什么?
§1156τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ;
” “你曾把那个孩子交给这个人吗? 就是他正在查问的那个。
§1157ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ.
” “我给过他;要是那一天我死了就好了。
§1158ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον.
” “如果你不说出真话,你今天就会面临死亡。
§1159πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
” “如果我说出来,我反而会死得更惨。
§1160ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
” “看来,这个人是在拖延时间。
§1161οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι.
” “绝没有的事,我早就说过我给过他了。
§1162πόθεν λαβών;
” “从哪儿得来的?
οἰκεῖον ἢ ʼξ ἄλλου τινός;
是你自己的,还是别人的?
§1163ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του.
” “不是我自己的,而是我从某个人手里接管的。
§1164τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
” “是这些公民中的哪一位? 从哪个家里出来的?
§1165μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον.
” “看在神明的份上,主人,别再查问下去了。
§1166ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν.
” “如果我再问你一遍这个问题,你死定了。
§1167τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
” “那么……他是拉伊俄斯家里所生的孩子之一。
§1168ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;
” “是奴隶,还是那位的亲生骨肉?
§1169οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν.
” “哀哉! 我正处于说出那可怕之事的边缘。
§1170κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον.
” “而我也正处于听那话的边缘;但无论如何,也必须听下去。
§1171κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω §1172κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει.
” “他确实曾被称为是那个人的孩子;但里面的你的妻子,最能说明这事情的究竟。
§1173ἦ γὰρ δίδωσιν ἥδε σοι;
” “是她把孩子给你的吗?
§1173aμάλιστʼ, ἄναξ.
” “是的,大王。
§1174ὡς πρὸς τί χρείας;
” “是为了什么用途?
§1174aὡς ἀναλώσαιμί νιν.
” “让我把他处死。
§1175τεκοῦσα τλήμων;
” “生下他的母亲,竟然如此狠心吗?
§1175aθεσφάτων γʼ ὄκνῳ κακῶν.
” “因为她害怕可怕的神谕。
§1176ποίων;
” “什么神谕?
§1176aκτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.
” “有传言说他会弑杀双亲。
§1177πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ;
” “那你为什么把孩子交给了这个老人?
§1178κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα
” “因为可怜他,主人。
§1179δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ §1180κάκʼ εἰς μέγιστʼ ἔσωσεν.
我以为他会把孩子带到他自己出生的另一个地方;但他却把他救了下来,以致遭遇了最大的灾难。
εἰ γὰρ οὗτος εἶ §1181ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
因为如果你就是他所说的那个人,你要知道你是个生来不幸的人。
§1182ἰοὺ ἰού·
” “哀哉,哀哉!
τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ.
一切都已真相大白。
§1183ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
噢,光明啊,愿这是我最后一次瞻仰你。
§1184ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ §1185οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών.
我被证实是生于不该生的人,与不该交往的人交往,并杀害了不该杀害的人。
§1186ἰὼ γενεαὶ βροτῶν, §1187ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
” “噢,人类的世代啊,我把你们活着的生命等同于虚无。
§1188τίς γάρ, τίς ἀνὴρ πλέον §1190τᾶς εὐδαιμονίας φέρει §1191ἢ τοσοῦτον ὅσον δοκεῖν §1192καὶ δόξαντʼ ἀποκλῖναι;
因为有谁,有哪一个人,能获得更多的幸福,胜过仅仅自以为幸福,并在自以为幸福之后便衰落下去?
§1193τὸν σόν τοι παράδειγμʼ ἔχων, §1194τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν §1195οὐδὲν μακαρίζω·
看着你的例子,你的命运,你的命运,噢,不幸的俄狄浦斯,我不称人类中任何一个人为幸福。
§1196ὅστις καθʼ ὑπερβολὰν §1197τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου, §1198ὦ Ζεῦ, κατὰ μὲν φθίσας §1199τὰν γαμψώνυχα παρθένον §1200χρησμῳδόν, θανάτων δʼ ἐμᾷ
你曾极其精准地射出弓箭,赢得了万般繁荣的幸福,噢,宙斯啊,你消灭了弯爪的、吟唱神谕的少女,并作为我国家免受死亡蹂躏的坚塔挺身而出。 ”

词汇与语法注释

  1. 1131οὐχ ὥστε γʼ εἰπεῖν — ὥστε 引导不定式表示结果或可能性的非人称用法。此处为省略结构,意为“(记忆中)尚不足以立刻说出”。
  2. 1146οὐ σιωπήσας ἔσει; — 将来完成时的迂言式表达(ἔσομαι +不定过去时分词)。通常用于传达迅速完成某动作的命令(“你难道还不快点闭嘴吗?”)。
  3. 1152κλαίων — 分词 κλαίων(字面意为“哭着”)惯常表示行为者将遭受不利或痛苦(“吃苦头地”、“在痛苦中”)。与 πρὸς χάριν(“好意地、自发地”)相对照,暗示将使用强力或拷问。
  4. 1157ὀλέσθαι δʼ ὤφελον — 表示无法实现的愿望(对过去的悔恨),由 ὤφελον(ὀφείλω 的不定过去时)加不定过去时不定式 ὀλέσθαι 构成。意为“要是我(在那一天)死去了该有多好”。
  5. 1184φύς τʼ ἀφʼ ὧν οὐ χρῆν — 此处的介词后关系代词发生了吸引现象(attraction),ἀφʼ ὧν 是 ἀπὸ τούτων οὓς(或 ἀφ' ὧν)的紧缩。未完成过去时 χρῆν 表示过去缺乏合宜性或正当性。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §1125-1200. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:1125-1200

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。