Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §1284-1381

盲目的俄狄浦斯登场与哀叹

第 17 段,共 19 段 · 希腊语

内容简介

自盲双眼的俄狄浦斯步出宫殿,向歌队控诉自己悲惨的命运与内心的痛苦。他阐述了自己为何选择失明存活而非死去的理由,并诉说自己深重的罪孽。

§1284ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.
在世间所有罪恶的名目中,没有一个是缺席的。
§1285νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;
但如今,那个不幸的人处于痛苦的何种停歇之中?
§1286βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα §1287τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, §1288τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι, §1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι §1291μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
他大声呼喊,让人打开门闩,向所有人凯德墨亚人展示那个弑父者,那个母亲的——他嘴里说着不敬的、连我都无法言表的话,意图将自己逐出这片土地,不再带着诅咒留在屋里,正如他所诅咒的那样。
§1292ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος §1293δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
然而,他确实需要力量和某位向导;因为他的病痛过于沉重,难以承受。
§1294δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε §1295διοίγεται· θέαμα δʼ εἰσόψει τάχα §1296τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.
他也会向你展示;看,这大门的门闩正在打开;你很快就会看到一幕景象,那种哪怕是心生厌恶之人也会为之动容怜悯的景象。
§1297ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, §1298ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ §1299προσέκυρσʼ ἤδη.
啊,对人类而言不忍直视的惨痛折磨,啊,在我至今所见的所有事物中最为可怕的景象。
τίς σʼ, ὦ τλῆμον, §1300προσέβη μανία;
不幸的人啊,是什么疯狂袭击了你?
τίς ὁ πηδήσας §1301μείζονα δαίμων τῶν μακίστων §1302πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
是哪一个神明,跃过了最遥远的距离,扑向你那不幸的命运?
§1303φεῦ φεῦ, δύστανʼ·
哀哉,哀哉,不幸的人啊!
§1304ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων §1305πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι, §1306πολλὰ δʼ ἀθρῆσαι· §1307τοίαν φρίκην παρέχεις μοι.
然而我甚至无法直视你,即便我想要询问许多事,了解许多事,注视许多事;你带给我如此强烈的颤栗。
§1308αἰαῖ αἰαῖ, δύστανος ἐγώ, §1309ποῖ γᾶς φέρομαι τλάμων;
哎呀,哎呀,不幸的我啊,不幸的我将被带往这片土地的何方?
πᾷ μοι §1310φθογγὰ διαπωτᾶται φοράδην;
我的声音如何在风中飘零消逝?
§1311ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.
噢,神明啊,你跳向了何处!
§1312ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.
坠入可怕的、不忍听闻也不堪目睹的深渊。
§1313ἰὼ σκότου §1314νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, §1315ἀδάματόν τε καὶ δυσούριστον ὄν.
啊,我那令人憎恶的黑暗之云,它无法言喻地袭来,无法征服且难以驱散。
§1316οἴμοι, §1317οἴμοι μάλʼ αὖθις·
痛哉,痛哉,再次痛哉!
οἷον εἰσέδυ μʼ ἅμα §1318κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.
那刺痛的剧烈折磨与对罪恶的记忆,如何同时刺入我的身心。
§1319καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν §1320διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
在如此深重的苦难中,你感到双重的悲哀并承受双重的灾祸,这并不足为奇。
§1321ἰὼ φίλος, §1322σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ §1323ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
噢,朋友,你依然是我忠实的随从;因为你依然耐心照顾着我这个瞎子。
§1324φεῦ φεῦ.
唉,唉!
§1325οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, §1326καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
因为你瞒不过我,尽管在一片黑暗中,我依然能清楚地辨认出你的声音。
§1327ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς §1328ὄψεις μαρᾶναι;
噢,犯下可怕行径的人啊,你怎敢如此摧残自己的双眼?
τίς σʼ ἐπῆρε δαιμόνων;
是哪位神明唆使了你?
§1329Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, §1330ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.
是阿波罗,朋友们,是阿波罗,带来了我这悲惨、痛苦的重重折磨。
§1331ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.
但用自己的手刺瞎它们的,不是别人,正是不幸的我。
§1332τί γὰρ ἔδει μʼ ὁρᾶν, §1335ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
因为对我而言,既然看见了也没有什么甜美之物,又何必去看呢?
§1336ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.
确如你所说的那样。
§1337τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ §1338στερκτὸν ἢ προσήγορον §1339ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;
那么,对我来说,还有什么值得看、值得爱,或者有什么问候还能让我欣然倾听,朋友们?
§1340ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, §1341ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον §1342τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς §1345ἐχθρότατον βροτῶν.
尽快把我带离这个地方,带走我吧,朋友们,带走这极为毁灭之人,最受诅咒之人,甚至在众神中也是最遭憎恶的凡人。
§1346δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, §1347ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.
你的心智与你的遭遇同样令人叹息,我多么希望自己根本不曾认识你。
§1349ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας §1350μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου §1351ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
愿那个人毁灭,不管他是谁,是他解开了我脚上的枷锁,将我从死亡中拯救并保全了我,却根本没做成什么好事。
§1352τότε γὰρ ἂν θανὼν §1355οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.
因为如果我当时死去了,也就不会给我的朋友和自己带来如此深重的痛苦。
§1356θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.
这也是我所期望的。
§1357οὔκουν πατρός γʼ ἂν φονεὺς §1358ἦλθον οὐδὲ νυμφίος §1359βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
那么,我就不会成为弑父之人,也不会在把我生下的人们中被称为新郎。
§1360νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, §1361ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.
而今,我是一个背弃神明的人,是不洁之人的子嗣,与那生下我的、不幸的母亲同床共枕。
§1365εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, §1366τοῦτʼ ἔλαχʼ Οἰδίπους.
如果还有什么比灾难更深重的灾难,俄狄浦斯全都承受了。
§1367οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· §1368κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.
我不知道该如何说你的决定是英明的;因为比起活着当个瞎子,你不如死去了更好。
§1369ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα, §1370μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.
不要再试图说服我,这桩事并非最妥善的解决,也别再给我任何忠告。
§1371ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων §1372πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν §1373οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν
因为我不知道,当我来到冥府时,将用什么样的眼睛去直视父亲,又如何直视那不幸的母亲。
§1374ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.
对他们两人,我所犯下的罪行,纵使上吊自尽也难以赎罪。
§1375ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, §1376βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
那么,难道孩子们繁衍成如今的样子,还会成为我渴望注视的、令人怜爱的景象吗?
§1377οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
绝非如此,至少在我的眼里永远不会。
§1378οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων §1379ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
无论是这城邦、这城防,还是众神的神圣雕像。
§1380κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς §1381ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων
从这一切中,我,这个极为不幸的人,虽是忒拜城里成长起来的最杰出的男子,却剥夺了自己享有它们的权利,正是我自己下令,

词汇与语法注释

  1. §1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι — ὡς 与将来时分词(ῥίψων 和 μενῶν)连用,表示行为主体的意图或目的。
  2. §1296τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι. — 关系形容词 οἷον 引导的不定式 ἐποικτίσαι 表示结果。现在分词 στυγοῦντʼ(宾格)是不定式的逻辑主语,意为“即便是心生厌恶之人(也会怜悯)”。
  3. §1346δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον — 属格 τοῦ νοῦ 和 τῆς συμφορᾶς 作为与感叹呼格形容词 δείλαιε 连用的原因属格,或与 ἴσον(同样地)相关联,表示对其心智(疯狂)和外在不幸的双重感叹。
  4. §1347ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε. — ὡς 表示感叹(“多么……”)。直说过去时 ἠθέλησα 与 ἄν 连用,表示与过去事实相反的虚拟愿望(“要是……就好了”)。
  5. §1374οἷν ἐμοὶ δυοῖν ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. — οἷν 是双数关系代词(与格),指代前文的 πατέρα(父亲)和 μητέρʼ(母亲)。短语 κρείσσονα ἀγχόνης(字面意为“比上吊更重”)是一个比较级惯用语,表示所犯下的罪行极其严重,即便是通过上吊自尽也无法赎罪。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §1284-1381. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:1284-1381

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。