Humanitext Reader

索福克勒斯 · 俄狄浦斯王 §1041-1124

约卡斯塔绝望离场与老牧人的到来

第 14 段,共 19 段 · 希腊语

内容简介

在俄狄浦斯执意追查身世的同时,意识到悲惨真相的约卡斯塔绝望地离去。歌队歌颂起俄狄浦斯在基泰戎山可能具有的神圣起源,随后当年拉伊俄斯的老牧人被带到现场。

§1041τίς οὗτος;
“他是谁?
ἦ κάτοισθα δηλῶσαι λόγῳ;
你能用言语指明他吗?
§1042τῶν Λαΐου δήπου τις ὠνομάζετο.
” “他大概被称为拉伊俄斯手下的人之一。
§1043ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
” “就是昔日这片土地的僭主吗?
§1044μάλιστα·
” “正是。
τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
这个人曾是那个人的牧人。
§1045ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ;
” “这个人现在还活着吗,好让我能见到他?
§1046ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι.
” “你们这些当地人应该最清楚不过了。
§1047ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, §1048ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει, §1049εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών;
” “在你们这些站立在旁的人当中,有谁认得他所说的那个牧人吗,无论是在田野里还是在这里曾见过他?
§1050σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.
” “请告诉我,因为现在是查明这些事情的时候了。
§1051οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν, §1052ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ §1053ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι.
” “我想,他就是那唯一的、你之前急着想见到的那个来自田野的人;不过,这里的约卡斯塔可能最能说明这一切。
§1054γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως §1055μολεῖν ἐφιέμεσθα;
” “夫人,你可知道,我们刚才盼着他来的那个人?
τόνδʼ οὗτος λέγει;
这个人说的是他吗?
§1056τί δʼ ὅντινʼ εἶπε;
” “他提到的是谁又有什么关系?
μηδὲν ἐντραπῇς· τὰ δὲ §1057ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.
不要去管他;至于那些说出来的话,连徒劳地去记住它都不要想。
§1058οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν §1059σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος.
” “绝不可能发生这种事:我已经掌握了这样的线索,却不去查明我自己的身世。
§1060μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου §1061κήδει, ματεύσῃς τοῦθʼ·
” “看在神明的份上,如果你还稍微珍视自己的生命,就不要去追究这个了!
ἅλις νοσοῦσʼ ἐγώ.
我一个人受折磨已经足够了。
§1062θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ §1063μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
” “放心吧;因为即使我被证实是连续三代身为奴隶的母亲所生的三重奴隶,你也不会因此显得卑贱。
§1064ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.
” “然而还是请听从我吧,我求你了;千万别这么做。
§1065οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς.
” “我决不能被说服不去彻底弄清这件事。
§1066καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω.
” “可我确实是为你好,才对你说这最妥当的话。
§1067τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι.
” “正是你所谓的‘最好’的事情,早已让我痛苦不堪。
§1068ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ.
” “噢,不幸的人啊,但愿你永远不要知道你是谁!
§1069ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
” “谁去把那个牧人给我带到这儿来?
§1070ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει.
” “至于这个女人,就让她去为她那高贵的出身得意吧。
§1071ἰοὺ ἰού, δύστηνε·
” “哀哉,哀哉,不幸的人啊!
τοῦτο γάρ σʼ ἔχω §1072μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον.
因为我只能这样称呼你了,今后永远再没有别的话对你说了。
§1073τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας §1074ᾄξασα λύπης ἡ γυνή;
” “俄狄浦斯,那个女人为什么带着狂暴的悲伤冲了出去?
δέδοιχʼ ὅπως §1075μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά.
我害怕这沉默之中会爆发大祸。
§1076ὁποῖα χρῄζει ῥηγνύτω·
” “随它爆发什么大祸吧!
τοὐμὸν δʼ ἐγώ, §1077κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι.
但我,哪怕它是微贱的,我也一定要查清我的出身。
§1078αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, §1079τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
” “她也许是因为有着女人的虚荣心,才为我那可能微贱的出身感到羞耻。
§1080ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων §1081τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
” “但我把自己看作是那赐予福泽的‘命运’之子,绝不会感到蒙羞。
§1082τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς §1083μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
” “因为她正是生我的母亲;而与我同生的岁月,曾把我界定为微小,也曾把我界定为伟大。
§1084τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι §1085ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος.
” “既然我是这样出生的,我就绝不会再变成另一个人,以至于不肯彻底查明我的身世。
§1086εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις, §1087οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, §1090οὐκ ἔσει τὰν αὔριον §1091πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν §1092καὶ τροφὸν καὶ ματέρʼ αὔξειν, §1095καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.
” “如果我确是一个预言者,在判断上充满智慧,凭奥林匹斯山起誓,噢,基泰戎啊,在明日的满月之夜,你绝不会不被我们颂扬为俄狄浦斯的同乡、养育者和母亲,也绝不会不被我们载歌载舞地歌颂,因为你给我的君王带来了喜悦。
§1096ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.
噢,消灾的福玻斯,愿这一切能令你满意。
§1098τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα
” “孩子啊,那些长寿的仙女中,是谁生下了你?
§1100Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ;
是谁与游荡山林的潘神结合,让他做了你的父亲?
§1101ἢ σέ γʼ εὐνάτειρά τις §1102Λοξίου;
还是洛克西阿斯的某个情人?
τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
因为所有的荒原山岗都为他所喜爱。
§1105εἴθʼ ὁ Κυλλάνας ἀνάσσων, §1106εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του §1107Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
或者是库勒涅的统治者,或者是居住在山顶的巴克科斯神,从赫利孔山的仙女们中某个人手里,接过了你这个弃儿?
§1110εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, §1111πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ, §1112ὅνπερ πάλαι ζητοῦμεν·
” “长老们,如果像我这样从未与他见过面的人也必须做出推测,我想我看到了我们寻找已久的那个牧人。
ἔν τε γὰρ μακρῷ §1113γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, §1114ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας §1115ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου §1116προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος.
因为在他那高龄的岁月中,他与眼前的这个人年岁相仿,而且,领着他来的那些人,我认出是我自己的家仆;但在认识上,你大概会超过我,因为你以前见过那个牧人。
§1117ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν §1118εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.
” “是的,我认出他了,确信吧;因为作为牧人,他是拉伊俄斯身边最忠实的人,如果还有谁能算得上的話。
§1119σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις;
” “我先问你,科林斯的客人,你说的是这个人吗?
§1120τοῦτον, ὅνπερ εἰσορᾷς.
” “正是,你看着的这个人。
§1121οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων §1122ὅσʼ ἄν σʼ ἐρωτῶ.
” “喂,老人家,看着我,回答我所有问你的话。
Λαΐου ποτʼ ἦσθα σύ;
你以前是拉伊俄斯的人吗?
§1123ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς.
” “是的,不是买来的奴隶,而是家里养大的家生子。
§1124ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;
” “你担任什么工作,或者过着怎样的生活? ”

词汇与语法注释

  1. §1058οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως — 句式 `οὐκ ἂν γένοιτο ὅπως` 意为“……是不可能的”,在此与从句中的否定词 `οὐ φανῶ` 结合,构成双重否定,表达强烈的肯定意愿(“我不可能不揭示……”)。动词 `φανῶ` 既可解释为将来直陈式,也可解释为不定过去时虚拟式,两者皆表示对未来意图的强烈肯定。
  2. §1065μὴ οὐ τάδʼ ἐκμαθεῖν — 这是一个由否定主句动词 `οὐκ 自动词 ἂν πιθοίμην` 引导的 `μὴ οὐ` 加不定式的句式。当主句含有否定时,不定式的简单否定 `μή` 通常会被 `μὴ οὐ` 替代,从而产生强烈的双重否定语气(“我不能被说服不去弄清……”)。
  3. §1091μὴ οὐ σέ γε καὶ πατριώταν — 否定小词 `μὴ οὐ` 引导了 §1092 的不定式 `αὔξειν` 和 §1095 的 `χορεύεσθαι`,呼应了 §1087 中主句的否定 `οὐκ ἔσει`(“你不会不……”)。主句的否定促成了 `μὴ οὐ` 代替简单的 `μή`,表达了基泰戎山必将被颂扬的强烈肯定。
  4. §1110κἀμὲ μὴ συναλλάξαντά πω — 宾格代词 `κἀμέ` 及其一致的分词 `συναλλάξαντά` 充当了由无人称动词 `χρή` 引导的不定式 `σταθμᾶσθαι` 的对格主语(宾格主语)结构。分词使用否定词 `μή` 是因为它处于 `εἰ` 引导的条件从句中。

引用这一段

索福克勒斯, 俄狄浦斯王 §1041-1124. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg004.humanitext-grc2:1041-1124

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。