§970κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.
“他死了;如果是这样的话,他可以说是因我思念他而死。
” 无论如何,波吕玻斯把现世的预言全都一并带走,躺在冥府之中,那些预言已一文不值。
§973οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
难道我很久以前不曾向你预言过这些吗?
§974ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
你说过,但我却被恐惧迷了心窍。
§975μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
既然如此,现在就再也不要把它们放在心上了。
§976καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
可是,我又怎能不害怕母亲的床榻呢?
一个被命运主宰、对未来毫无确凿预见的人,到底还有什么可害怕的呢?
§979εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
尽可能随遇而安地生活才是最好的。
§980σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· §981πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν §982μητρὶ ξυνηυνάσθησαν.
你不要害怕与母亲的婚姻;因为在此之前,许多凡人也曾在梦中与母亲同床。
ἀλλὰ ταῦθʼ ὅτῳ §983παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
但是,凡是把这些事情看作无足轻重的人,才能最轻松地度过一生。
§984καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι, §985εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ §986ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
如果生我的母亲不在人世,你的这番话本可以说是完美的;但如今,既然她还活着,哪怕你说的非常有道理,也必须感到畏惧。
§987καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
话虽如此,你父亲的坟墓确是一个伟大的眼目。
§988μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.
确实伟大,我明白;但对那活着的女人的恐惧依然存在。
§989ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;
那么你究竟在害怕哪一个女人呢?
§990Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
麦罗佩,老人家,波吕玻斯曾与她生活在一起。
§991τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
她的什么事情让你们感到恐惧呢?
§992θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
是神降下的可怕预言,异乡人。
§993ἦ ῥητόν;
是可以说出来的吗?
ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
还是说别人不配知道?
§994μάλιστά γʼ·
当然可以说。
εἶπε γάρ με Λοξίας ποτὲ §995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε §996πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
因为洛克西阿斯曾对我说,我必须与我自己的母亲结合,并亲手流下我父亲的血。
§997ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι §998μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως §999τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.
正因为这些原因,科林斯长久以来被我远远地避开;这虽然是件幸事,但无论如何,能够亲眼看到父母的容颜仍是最甜蜜的事。
§1000ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;
难道你正是因为害怕这些,才逃离那个城邦的吗?
§1001πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
也是因为不想成为杀害父亲的凶手,老人家。
既然我怀着好意而来,国王啊,我为什么不替你解除这个恐惧呢?
§1004καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.
如果那样,你一定会从我这里得到应得的报答。
事实上,我正是为了这个才来的,好在你回到家时,我能得到一些好处。
§1007ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.
但我绝不会去到生我的父母身边。
§1008ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
噢,孩子,显而易见,你根本不知道自己在做什么。
§1009πῶς, ὦ γεραιέ;
怎么会呢,老人家?
πρὸς θεῶν δίδασκέ με.
看在神明的份上,请告诉我。
§1010εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.
如果你是因为这些原因而逃避回到家中的话。
§1011ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
我正是害怕福玻斯的预言在我身上应验。
§1012ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
你是害怕从生你的父母那里染上罪孽吗?
§1013τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.
正是这个,老人家,正是这个让我永远害怕。
§1014ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
那么你可知道,你的畏惧完全没有道理?
§1015πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;
怎么会没有道理呢,如果我确实是他们的孩子?
§1016ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
因为波吕玻斯和你在血缘上毫无关系。
§1017πῶς εἶπας;
你说什么?
οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
难道波吕玻斯不是生我的父亲吗?
§1018οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.
他并不比眼前这个男人(也就是我)更有资格,而是完全一样。
§1019καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
生身父亲怎么会和毫无关系的外人完全一样?
§1020ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.
但无论是他还是我,都没有生你。
§1021ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;
那么他为什么要把我当成自己的孩子呢?
§1022δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
确知吧,他当年是从我的手中接过你作为礼物的。
§1023κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;
既然是从别人的手里接过去的,他怎么会如此疼爱我?
§1024ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.
因为他以前无子,这促使他这样做。
§1025σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως;
你是将我买来的,还是偶然得到并送给他的?
§1026εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
我是在基泰戎深幽的山谷里找到你的。
§1027ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
你到那些地方去旅行是干什么呢?
§1028ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
我当时在管理山地里的羊群。
§1029ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
那么,你是一个靠雇佣放牧四处游荡的羊倌吗?
§1030σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.
也是你的救命恩人,孩子,在那个时候。
§1031τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;
你把我抱在怀里时,我身上有什么痛苦?
§1032ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·
你的脚关节会为此作证。
§1033οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;
哎呀,你提这陈旧的痛苦作甚?
§1034λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
我解开你时,你的双脚踝是被刺穿的。
§1035δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.
我从襁褓中就带走了这个可怕的耻辱之印。
§1036ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
因此,由于这个遭遇,你得到了你现在的名字。
§1037ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός;
噢,看在神明的份上,这是母亲还是父亲造成的?
φράσον.
告诉我。
§1038οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.
我不知道;但把好送给我的人比我更清楚。
§1039ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;
难道你是从别人那里得到我,而不是自己偶然发现的?
§1040οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
不是的,是另一个羊倌把你交给我的。