Humanitext Reader

伊索克拉底 · 阿雷奥帕古斯议会演说 §31-38

公民间的互助和谐与阿雷奥帕谷议会的督导

第 4 段,共 9 段 · 希腊语

内容简介

在第31-35节中,作者阐述了当时雅典贫富公民之间的和睦互助以及高度受信用的契约司法体系;在第36-38节中,作者进一步指出,这种良好风气的根源在于公民成年后仍受严格监管,而由德高望重者组成的阿雷奥帕谷议会在维护社会秩序方面发挥了决定性作用。

§31παραπλησίως δὲ τοῖς εἰρημένοις καὶ τὰ πρὸς σφᾶς αὐτοὺς διῴκουν.
他们在处理相互关系时,也采用了与上述类似的方法。
οὐ γὰρ μόνον μερὶ τῶν κοινῶν ὡμονόουν, ἀλλὰ καὶ περὶ τὸν ἴδιον βίον τοσαύτην ἐποιοῦντο πρόνοιαν ἀλλήλων, ὅσην περ χρὴ τοὺς εὖ φρονοῦντας καὶ πατρίδος κοινωνοῦντας.
因为他们不仅在公共事务上达成一致,而且在私人生活方面也彼此关怀,正符合通达事理并共享祖国之人所应有的态度。
οἵ τε γὰρ πενέστεροι τῶν πολιτῶν τοσοῦτον ἀπεῖχον τοῦ φθονεῖν τοῖς πλείω κεκτημένοις, §32ὥσθʼ ὁμοίως ἐκήδοντο τῶν οἴκων τῶν μεγάλων ὥσπερ τῶν σφετέρων αὐτῶν, ἡγούμενοι τὴν ἐκείνων εὐδαιμονίαν αὑτοῖς εὐπορίαν ὑπάρχειν·
市民中较贫困者绝不嫉妒占有较多财产的人,以至于他们像爱护自己的财产一样爱护富人的家业,认为富人的繁荣是自己生活宽裕的保障。
οἵ τε τὰς οὐσίας ἔχοντες οὐχ ὅπως ὑπερεώρων τοὺς καταδεέστερον πράττοντας, ἀλλʼ ὑπολαμβάνοντες αἰσχύνην αὑτοῖς εἶναι τὴν τῶν πολιτῶν ἀπορίαν ἐπήμυνον ταῖς ἐνδείαις, τοῖς μὲν γεωργίας ἐπὶ μετρίαις μισθώσεσι παραδιδόντες, τοὺς δὲ κατʼ ἐμπορίαν ἐκπέμποντες, τοῖς δʼ εἰς τὰς ἄλλας ἐργασίας ἀφορμὴν παρέχοντες.
而占有财富的人,不仅不轻视境遇较差的人,反而将同胞市民的穷困视为自己的耻辱,并前去救济他们的匮乏,有的是以合理的租金把土地交给他们耕作,有的是派遣他们去经商,有的是为他们从事其他工作提供资金。
§33οὐ γὰρ ἐδεδίεσαν μὴ δυοῖν θάτερον πάθοιεν, ἢ πάντων στερηθεῖεν, ἢ πολλὰ πράγματα σχόντες μέρος τι κομίσαιντο τῶν προεθέντων· ἀλλʼ ὁμοίως ἐθάρρουν περὶ τῶν ἔξω δεδομένων ὥσπερ περὶ τῶν ἔνδον κειμένων.
因为他们并不担心会遭遇两种结果之一:要么失去全部资金,要么经历许多烦琐纠纷后只能收回贷出款项的一部分;相反,他们对贷在外的财产像对存放在家里的财产一样放心。
ἑώρων γὰρ τοὺς περὶ τῶν συμβολαίων κρίνοντας οὐ ταῖς ἐπιεικείαις χρωμένους, ἀλλὰ τοῖς νόμοις πειθομένους, §34οὐδʼ ἐν τοῖς τῶν ἄλλων ἀγῶσιν αὑτοῖς ἀδικεῖν ἐξουσίαν παρασκευάζοντας, ἀλλὰ μᾶλλον ὀργιζομένους τοῖς ἀποστεροῦσιν αὐτῶν τῶν ἀδικουμένων, καὶ νομίζοντας διὰ τοὺς ἄπιστα τὰ συμβόλαια ποιοῦντας μείζω βλάπτεσθαι τοὺς πένητας τῶν πολλὰ κεκτημένων· τοὺς μὲν γάρ, ἢν παύσωνται προϊέμενοι, μικρῶν προσόδων ἀποστερηθήσεσθαι, τοὺς δʼ, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων, εἰς τὴν ἐσχάτην ἔνδειαν καταστήσεσθαι.
因为他们看到,审判契约纠纷的人并不诉诸通融,而是服从法律,也不在别人的诉讼中为自己牟取行不义的权力,而是对欺诈者比对受害者本人更加愤怒,并认为那些使契约失去信用的人,对穷人造成的伤害比对富人更大;因为富人如果停止贷放,只是失去微薄的收益,而穷人如果失去资助者,则会陷入极度的穷困。
§35καὶ γάρ τοι διὰ τὴν γνώμην ταύτην οὐδεὶς οὔτʼ ἀπεκρύπτετο τὴν οὐσίαν οὔτʼ ὤκνει συμβάλλειν, ἀλλʼ ἥδιον ἑώρων τοὺς δανειζομένους ἢ τοὺς ἀποδιδόντας.
确实,由于这种想法,没有人隐瞒自己的财产,也没有人迟疑于借出资金,相反,他们乐于见到借款的人,甚至超过还款的人。
ἀμφότερα γὰρ αὐτοῖς συνέβαινεν, ἅπερ ἂν βουληθεῖεν ἄνθρωποι νοῦν ἔχοντες· ἅμα γὰρ τούς τε πολίτας ὠφέλουν καὶ τὰ σφέτερʼ αὐτῶν ἐνεργὰ καθίστασαν.
因为在他们身上同时实现了聪明人所向往的两件事:既帮助了同胞市民,又使自己的财产发挥了效益。
κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν· αἱ μὲν γὰρ κτήσεις ἀσφαλεῖς ἦσαν, οἷσπερ κατὰ τὸ δίκαιον ὑπῆρχον, αἱ δὲ χρήσεις κοιναὶ πᾶσι τοῖς δεομένοις τῶν πολιτῶν.
他们和睦相处的要旨在于:所有权对于依法拥有它的人是安全的,而使用权则对所有有需要的市民是共享的。
§36ἴσως ἂν οὖν τις ἐπιτιμήσειε τοῖς εἰρημένοις, ὅτι τὰς μὲν πράξεις ἐπαινῶ τὰς ἐν ἐκείνοις τοῖς χρόνοις γεγενημένας, τὰς δʼ αἰτίας οὐ φράζω, διʼ ἃς οὕτω καλῶς καὶ τὰ πρὸς σφᾶς αὐτοὺς εἶχον καὶ τὴν πόλιν διῴκουν.
也许有人会批评上述说法,认为我虽然赞美了那个时代的行为,却未说明他们之所以能如此完美地维系相互关系并治理城邦的原因。
ἐγὼ δʼ οἶμαι μὲν εἰρηκέναι τι καὶ τοιοῦτον, οὐ μὴν ἀλλʼ ἔτι πλείω καὶ σαφέστερον πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.
我认为自己已经提及了这方面的一些因素,尽管如此,我仍将尝试更详细、更清晰地对它们进行探讨。
§37ἐκεῖνοι γὰρ οὐκ ἐν μὲν ταῖς παιδείαις πολλοὺς τοὺς ἐπιστατοῦντας εἶχον, ἐπειδὴ δʼ εἰς ἄνδρας δοκιμασθεῖεν, ἐξῆν αὐτοῖς ποιεῖν ὅ τι βουληθεῖεν, ἀλλʼ ἐν αὐταῖς ταῖς ἀκμαῖς πλέονος ἐπιμελείας ἐτύγχανον ἢ παῖδες ὄντες.
因为那个时代的人并不是在童年接受教育时有许多监督者,而一旦通过审核成年,就可以为所欲为;相反,在他们人生最强盛的时期,他们受到的监督比童年时还要多。
οὕτω γὰρ ἡμῶν οἱ πρόγονοι σφόδρα περὶ τὴν σωφροσύνην ἐσπούδαζον, ὥστε τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐπέστησαν ἐπιμελεῖσθαι τῆς εὐκοσμίας, ἧς οὐχ οἷόν τʼ ἦν μετασχεῖν πλὴν τοῖς καλῶς γεγονόσι καὶ πολλὴν ἀρετὴν ἐν τῷ βίω καὶ σωφροσύνην ἐνδεδειγμένοις, ὥστʼ εἰκότως αὐτὴν διενεγκεῖν τῶν ἐν τοῖς Ἕλλησι συνεδρίων.
我们的祖先是如此极力追求节制,以至于他们设立了阿雷奥帕谷议会来监管社会秩序。 这个议会非出身高贵且在生活中展现出极高德行与节制的人不能加入,因此,它理所当然地超越了希腊境内的其他议会。
§38σημείοις δʼ ἄν τις χρήσαιτο περὶ τῶν τότε καθεστώτων καὶ τοῖς ἐν τῷ παρόντι γιγνομένοις·
人们可以用当今发生的事情作为那个时代确立之秩序的证据。
ἔτι γὰρ καὶ νῦν ἁπάντων τῶν περὶ τὴν αἵρεσιν καὶ τὴν δοκιμασίαν κατημελημένων ἴδοιμεν ἂν τοὺς ἐν τοῖς ἄλλοις πράγμασιν οὐκ ἀνεκτοὺς ὄντας, ἐπειδὰν εἰς Ἄρειον πάγον ἀναβῶσιν, ὀκνοῦντας τῇ φύσει χρῆσθαι καὶ μᾶλλον τοῖς ἐκεῖ νομίμοις ἢ ταῖς αὑτῶν κακίαις ἐμμένοντας.
因为即使在如今一切有关选任和资格审查都被忽视的情况下,我们仍能看到,那些在其他事务中难以容忍的人,一旦登上阿雷奥帕谷,也会收敛本性,宁可顺从那里的法度,也不愿放任自己的恶习。
τοσοῦτον φόβον ἐκεῖνοι τοῖς πονηροῖς ἐνειργάσαντο, καὶ τοιοῦτο μνημεῖον ἐν τῷ τόπῳ τῆς αὑτῶν ἀρετῆς καὶ σωφροσύνης ἐγκατέλιπον.
当年的祖先给恶人植下了如此深重的敬畏,并在那片地方留下了代表自身德行与节制的纪念碑。

词汇与语法注释

  1. 32οὐχ ὅπως — 一种表示“不仅不……反而……”或“非但不……甚至……”的关联句式。此处与后面的 ἀλλʼ(ἀλλά)呼应,构成强烈的对比,意为富人非但不轻视穷人,反而积极救助他们。
  2. 33μὴ δυοῖν θάτερον πάθοιεν — 这是一个由表示担忧的动词 ἐδεδίεσαν 引导的 μὴ 虚拟从句。由于主句动词为过去时态(过去完成时),从句中的动词(πάθοιεν、στερηθεῖεν、κομίσαιντο)使用了间接引语或从属从句中的希求语气(oblique optative)。后面的 ἢ ... ἢ ... 则并列具体说明了“两者之一”(δυοῖν θάτερον)的内容。
  3. 35κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν — 省略了系动词(可能是 ἦν)的静词句。名词 κεφάλαιον(要旨、要点)作表语(或主语),后接属格冠词不定式短语 τοῦ ... ὁμιλεῖν 进行修饰或作同格,意为“彼此良好交往的要旨在于……”。
  4. 38ἴδοιμεν ἂν τοὺς ... ὀκνοῦντας — 这是一个表示可能性的 ἄν 搭配希求语气(ἴδοιμεν ἂν,“我们或许能看到”)的句式。该知觉动词(ὁράω)后接宾格动作者(τοὺς ...)以及表示其状态或动作的补充性分词(ὄντας、ὀκνοῦντας、ἐμμένοντας)。

引用这一段

伊索克拉底, 阿雷奥帕古斯议会演说 §31-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:31-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。