§1πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστηκότων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ καὶ τὰ περὶ τὴν χώραν ἀγούσης, καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, §2ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμως ἡμῖν, ἤν τι δέῃ, βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας·
我想你们中的许多人都在纳闷,我究竟怀着怎样的想法走上讲台来谈论城邦的安全,仿佛城邦正处于危险之中,或者其政局正处于走入险境的状态,而不是拥有二百多艘三列桨战船、国土享有和平并统治着海洋,并且还拥有许多在需要时随时准备援助我们的盟友,以及更多交纳贡金并服从命令的盟友。
ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν ἐικὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ τῆς αὑτῶν σωτηρίας.
在这种情况下,任何人都会说,我们理所当然应该充满信心,因为我们远离危险,而我们的敌人则应该感到恐惧,并为他们自己的安全出谋划策。
§3ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφθονεῖτε, καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα ταύτῃ τῇ δυνάμει κατασχήσειν· ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς.
我知道,你们正是运用这种推论,因而轻视我的走上讲台,并指指望凭借这种力量把整个希腊控制在手中;但我恰恰是因为这些原因而感到害怕。
ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας καὶ τὰς μάλιστα θαρρούσας εἰς πλείστους κινδύνους καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν,
因为我看到,那些自认为处境最好的城邦,往往做出最糟糕的决策,而那些最自信的城邦,往往陷入最大的危险之中。
§4ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίγνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δʼ ἐνδείαις καὶ ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ μετριότης, §5ὥστε χαλεπὸν εἶναι διαγνῶναι ποτέραν ἄν τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν.
其原因在于,善事与恶事都不是独立降临于人类的,而是财富与权力伴随着愚蠢以及随之而来的放纵,而匮乏与卑微则伴随着克制与极大的中庸,以至于很难分辨,一个人会选择把这两份命运中的哪一份留给自己的孩子。
ἴδοιμεν γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.
因为我们可以看到,从看起来较差的境况中,事情大抵会向好的方向发展,而从显现为较优越的境况中,事情通常会转向更坏的方向。
§6καὶ τούτων ἐνεγκεῖν ἔχω παραδείγματα πλεῖστα μὲν ἐκ τῶν ἰδιωτικῶν πραγμάτων, πυκνοτάτας γὰρ ταῦτα λαμβάνει τὰς μεταβολάς, οὐ μὴν ἀλλὰ μείζω γε καὶ φανερώτερα τοῖς ἀκούουσιν ἐκ τῶν ἡμῖν καὶ Λακεδαιμονίοις συμβάντων.
关于这些,我可以从私人事务中举出极多的例子,因为私人事务的变化最为频繁,不过,对于听众来说,更大、更明显的例子可以从我们和拉刻代蒙人所遭遇的事情中得出。
ἡμεῖς τε γὰρ ἀναστάτου μὲν τῆς πόλεως ὑπὸ τῶν βαρβάρων γεγενημένης διὰ τὸ δεδιέναι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν ἐπρωτεύσαμεν τῶν Ἑλλήνων, ἐπειδὴ δʼ ἀνυπέρβλητον ᾠήθημεν τὴν δύναμιν ἔχειν, παρὰ μικρὸν ἤλθομεν ἐξανδραποδισθῆναι· §7Λακεδαιμόνιοί τε τὸ μὲν παλαιὸν ἐκ φαύλων καὶ ταπεινῶν πόλεων ὁρμηθέντες διὰ τὸ σωφρόνως ζῆν καὶ στρατιωτικῶς κατέσχον Πελοπόννησον, μετὰ δὲ ταῦτα μεῖζον φρονήσαντες τοῦ δέοντος, καὶ λαβόντες καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν ἀρχήν, εἰς τοὺς αὐτοὺς κινδύνους κατέστησαν ἡμῖν.
我们自己,在城邦被蛮族毁灭时,因为感到恐惧并密切关注国政,从而赢得了希腊人的首领地位;但当我们认为自己拥有不可逾越的力量时,我们几乎沦为奴隶;拉刻代蒙人也是一样,古时他们从贫瘠矮小的城邦出发,由于生活克制且崇尚军事,占领了伯罗奔尼撒;但在此之后,他们变得过于傲慢,在夺取了陆地和海洋的霸权之后,陷入了与我们相同的危险之中。
§8ὅστις οὖν εἰδὼς τοσαύτας μεταβολὰς γεγενημένας καὶ τηλικαύτας δυνάμεις οὕτω ταχέως ἀναιρεθείσας πιστεύει τοῖς παροῦσι, λίαν ἀνόητός ἐστιν, ἄλλως τε καὶ τῆς μὲν πόλεως ἡμῶν πολὺ καταδεέστερον νῦν πραττούσης ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, τοῦ δὲ μίσους τοῦ τῶν Ἑλλήνων καὶ τῆς ἔχθρας τῆς πρὸς βασιλέα πάλιν ἀνακεκαινισμένης, ἃ τότε κατεπολέμησεν ἡμᾶς.
因此,凡是明知发生了如此巨大的变化,如此庞大的力量在如此短的时间内被摧毁,却依然信任现状的人,是极其愚蠢的,尤其是现在我们的城邦处境远比那时糟糕,而且希腊人的仇恨以及对波斯国王的敌意(这在当时曾击败了我们)又重新燃起的时候。
§9ἀπορῶ δὲ πότερον ὑπολάβω μηδὲν μέλειν ὑμῖν τῶν κοινῶν πραγμάτων ἢ φροντίζειν μὲν αὐτῶν, εἰς τοῦτο δʼ ἀναισθησίας ἥκειν ὥστε λανθάνειν ὑμᾶς εἰς ὅσην ταραχὴν ἡ πόλις καθέστηκεν.
我不知道该认为你们是对公共事务毫不关心,还是关心它们却已麻木到察觉不出城邦陷入了多么大的混乱之中。
ἐοίκατε γὰρ οὕτω διακειμένοις ἀνθρώποις, οἵτινες ἁπάσας μὲν τὰς πόλεις τὰς ἐπὶ Θρᾴκης ἀπολωλεκότες, πλείω δʼ ἢ χίλια τάλαντα μάτην εἰς τοὺς ξένους ἀνηλωκότες, §10πρὸς δὲ τοὺς Ἕλληνας διαβεβλημένοι καὶ τῷ βαρβάρῳ πολέμιοι γεγονότες, ἔτι δὲ τοὺς μὲν Θηβαίων φίλους σώζειν ἠναγκασμένοι, τοὺς δʼ ἡμετέρους αὐτῶν συμμάχους ἀπολωλεκότες, ἐπὶ τοιαύταις πράξεσιν εὐαγγέλια μὲν δὶς ἤδη τεθύκαμεν, ῥᾳθυμότερον δὲ περὶ αὐτῶν ἐκκλησιάζομεν τῶν πάντα τὰ δέοντα πραττόντων.
因为你们看起来就像处于这样一种状态的人:失去了色雷斯的所有城邦,为了雇佣兵白白耗费了一千多塔兰同,并且在希腊人中备受非议,同蛮族结下怨仇,甚至被迫去拯救底比斯人的朋友,却丢掉了我们自己的盟友——在面临如此行径时,我们居然已经两次献祭谢神,而且在公民大会上讨论这些事务时,比那些做好了所有该做之事的人还要散漫怠惰。