§21οὕτω δὲ τῶν πραγμάτων καθεστώτων καὶ τῶν ἐκγόνων τῶν ἐκείνου τὴν ἀρχὴν ἐχόντων Εὐαγόρας γίγνεται·
在事态如此发展、那个人的后代掌握着统治权的时候,埃瓦戈拉斯诞生了。
περὶ οὗ τὰς μὲν φήμας καὶ τὰς μαντείας καὶ τὰς ὄψεις τὰς ἐν τοῖς ὕπνοις γενομένας, ἐξ ὧν μειζόνως ἂν φανείη γεγονὼς ἢ κατʼ ἄνθρωπον, αἱροῦμαι παραλιπεῖν, οὐκ ἀπιστῶν τοῖς λεγομένοις, ἀλλʼ ἵνα πᾶσι ποιήσω φανερὸν ὅτι τοσούτου δέω πλασάμενος εἰπεῖν τι περὶ τῶν ἐκείνῳ πεπραγμένων, ὥστε καὶ τῶν ὑπαρχόντων ἀφίημι τὰ τοιαῦτα περὶ ὧν ὀλίγοι τινὲς ἐπίστανται καὶ μὴ πάντες οἱ πολῖται συνίσασιν.
关于他,那些传言、神谕以及在梦中出现的幻象——从这些当中,他可能显得比常人生来更为伟大——我选择予以忽略,这并非因为我不相信那些传言,而是为了让所有人看清楚,我远非对他的功绩进行虚构,以至于连那些存在的、只有极少数人知晓而并非所有公民都共同知道的事实,我都予以舍弃。
ἄρξομαι δʼ ἐκ τῶν ὁμολογουμένων λέγειν περὶ αὐτοῦ.
我将从人们公认的事实开始叙述他。
§22παῖς μὲν γὰρ ὢν ἔσχε κάλλος καὶ ῥώμην καὶ σωφροσύνην, ἅπερ τῶν ἀγαθῶν πρεπωδέστατα τοῖς τηλικούτοις ἐστίν.
因为他在孩童时期就拥有美貌、力量和节制,这些是在那个年龄的人最相称的美德。
καὶ τούτων μάρτυρας ἄν τις ποιήσαιτο, τῆς μὲν σωφροσύνης τοὺς συμπαιδευθέντας τῶν πολιτῶν, τοῦ δὲ κάλλους ἅπαντας τοὺς ἰδόντας, τῆς δὲ ῥώμης ἅπαντας τοὺς ἀγῶνας ἐν οἷς ἐκεῖνος τῶν ἡλικιωτῶν ἐκρατίστευσεν.
关于这些,人们可以举出见证人:关于节制,可以举出与他一同接受教育的公民;关于美貌,可以举出所有见过他的人;关于力量,则可以举出他超越同龄人的所有竞技。
§23ἀνδρὶ δὲ γενομένῳ ταῦτά τε πάντα συνηυξήθη καὶ πρὸς τούτοις ἀνδρία προσεγένετο καὶ σοφία καὶ δικαιοσύνη, καὶ ταῦτʼ οὐ μέσως οὐδʼ ὥσπερ ἑτέροις τισίν, ἀλλʼ ἕκαστον αὐτῶν εἰς ὑπερβολήν·
当他成年时,所有这些品质都随之增长,此外还增添了勇敢、智慧和正义,而且这些并非处于平庸的程度,也不像其他某些人那样,而是每一种都达到了极点。
τοσοῦτον γὰρ καὶ ταῖς τοῦ σώματος καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς διήνεγκεν, §24ὥσθʼ ὁπότε μὲν αὐτὸν ὁρῷεν οἱ τότε βασιλεύοντες, ἐκπλήττεσθαι καὶ φοβεῖσθαι περὶ τῆς ἀρχῆς, ἡγουμένους οὐχ οἷόν τʼ εἶναι τὸν τοιοῦτον τὴν φύσιν ἐν ἰδιώτου μέρει διαγαγεῖν, ὁπότε δʼ εἰς τοὺς τρόπους ἀποβλέψειαν, οὕτω σφόδρα πιστεύειν, ὥστʼ εἰ καί τις ἄλλος τολμῴη περὶ αὐτοὺς ἐξαμαρτάνειν, νομίζειν Εὐαγόραν αὑτοῖς ἔσεσθαι βοηθόν.
因为他在身体和灵魂的美德上都如此杰出,以至于每当当时的统治者看到他时,都会感到震惊并为自己的统治感到恐惧,认为具有这种天性的人不可能作为一个普通人度过一生;然而,每当他们审视他的品格时,又如此深信不疑,以至于即使有其他人胆敢对他们不利,他们也相信埃瓦戈拉斯会成为他们的助手。
§25καὶ τοσοῦτον τῆς δόξης παραλλαττούσης οὐδετέρου τούτων ἐψεύσθησαν· οὔτε γὰρ ἰδιώτης ὢν διετέλεσεν οὔτε περὶ ἐκείνους ἐξήμαρτεν, ἀλλὰ τοσαύτην ὁ δαίμων ἔσχεν αὐτοῦ πρόνοιαν, ὅπως καλῶς λήψεται τὴν βασιλείαν, ὥσθʼ ὅσα μὲν ἀναγκαῖον ἦν παρασκευασθῆναι διʼ ἀσεβείας, §26ταῦτα μὲν ἕτερος ἔπραξεν, ἐξ ὧν δʼ οἷόν τʼ ἦν ὁσίως καὶ δικαίως λαβεῖν τὴν ἀρχήν, Εὐαγόρᾳ διεφύλαξεν.
尽管他们的预期如此相反,但他们在这两点上都没有落空;因为他既没有一直作为一个普通人,也没有对他们图谋不轨,反而是神对他抱有如此大的眷顾,为了让他能以光荣的方式取得王位,以至于凡是必须通过不敬手段来准备的事,这些确实由另一个人干了,而那些能够虔敬而正义地取得统治权的事,神则为埃瓦戈拉斯保留了下来。
εἷς γὰρ τῶν δυναστευόντων ἐπιβουλεύσας τόν τε τύραννον ἀπέκτεινε καὶ συλλαβεῖν Εὐαγόραν ἐπεχείρησεν, ἡγούμενος οὐ δυνήσεσθαι κατασχεῖν τὴν ἀρχήν, εἰ μὴ κἀκεῖνον ἐκποδὼν ποιήσαιτο.
因为权臣中的一人发动阴谋,杀害了僭主,并企图逮捕埃瓦戈拉斯,认为除非把他也除掉,否则自己将无法保住统治权。
§27διαφυγὼν δὲ τὸν κίνδυνον καὶ σωθεὶς εἰς Σόλους τῆς Κιλικίας οὐ τὴν αὐτὴν γνώμην ἔσχε τοῖς ταῖς τοιαύταις συμφοραῖς περιπίπτουσιν.
他逃脱了危险并安全逃往基利家的索里,但他并没有产生那些陷入此类不幸之人的想法。
οἱ μὲν γὰρ ἄλλοι, κἂν ἐκ τυραννίδος ἐκπέσωσι, διὰ τὰς παρούσας τύχας ταπεινοτέρας τὰς ψυχὰς ἔχουσιν· ἐκεῖνος δʼ εἰς τοσοῦτον μεγαλοφροσύνης ἦλθεν, ὥστε τὸν ἄλλον χρόνον ἰδιώτης ὤν, ἐπειδὴ φεύγειν ἠναγκάσθη, §28τυραννεῖν ᾠήθη δεῖν.
因为其他人,即使从僭主之位跌落,也会因眼前的境遇而使心灵变得卑微;但他却达到了如此高尚的境界,以至于尽管此前他一直是个普通人,但当他被迫流亡时,他认为自己必须成为僭主。
καὶ τοὺς μὲν πλάνους τοὺς φυγαδικοὺς καὶ τὸ διʼ ἑτέρων ζητεῖν τὴν κάθοδον καὶ θεραπεύειν αὑτοῦ χείρους ὑπερεῖδεν, λαβὼν δὲ ταύτην ἀφορμήν, ἥνπερ χρὴ τοὺς εὐσεβεῖν βουλομένους, ἀμύνεσθαι καὶ μὴ προτέρους ὑπάρχειν, καὶ προελόμενος ἢ κατορθώσας τυραννεῖν ἢ διαμαρτὼν ἀποθανεῖν, παρακαλέσας ἀνθρώπους, ὡς οἱ τοὺς πλείστους λέγοντες, περὶ πεντήκοντα, μετὰ τούτων παρεσκευάζετο ποιεῖσθαι τὴν κάθοδον.
他鄙视流亡者的四处流浪、借助他人力量谋求归国以及讨好那些地位比自己低下的人;相反,他将那些希望保持虔敬之人应当采取的立足点——即进行防卫而不首先侵犯他人——作为凭借,并抉择要么成功成为僭主,要么失败而死,他召集了大约五十人(据那些说出最大数目的人所言),准备与他们一同实行归国。
§29ὅθεν καὶ μάλιστʼ ἄν τις καὶ τὴν φύσιν τὴν ἐκείνου καὶ τὴν δόξαν ἣν εἶχε παρὰ τοῖς ἄλλοις θεωρήσειεν· μέλλοντος γὰρ πλεῖν μετὰ τοσούτων ἐπὶ τηλικαύτην πρᾶξιν τὸ μέγεθος καὶ πάντων τῶν δεινῶν πλησίον ὄντων οὔτʼ ἐκεῖνος ἠθύμησεν οὔτε τῶν παρακληθέντων οὐδεὶς ἀποστῆναι τῶν κινδύνων ἠξίωσεν, ἀλλʼ οἱ μὲν ὥσπερ θεῷ συνακολουθοῦντες ἅπαντες ἐνέμειναν τοῖς ὡμολογημένοις, ὁ δʼ ὥσπερ ἢ στρατόπεδον ἔχων κρεῖττον τῶν ἀντιπάλων ἢ προειδὼς τὸ συμβησόμενον οὕτω διέκειτο τὴν γνώμην.
由此,人们尤其可以观察到他的天性以及他在他人心目中所享有的声誉;因为当他要和如此少的人一起,为了如此重大的事业而启航,且所有的危险都近在咫尺时,他自己既没有丧失勇气,被召集的人中也无一人认为应当退缩以避开危险,相反,他们所有人都像是追随神明一般,始终坚守着诺言,而他的心态,就如同要么拥有一支优于对手的军队,要么预先知晓了将要发生的结果一般。