Humanitext Reader

伊索克拉底 · 埃瓦戈拉斯 §1-10

散文颂辞的价值与创作困难

第 1 段,共 9 段 · 希腊语

内容简介

作者在肯定尼科克勒斯为其父埃瓦戈拉斯举行的盛大葬礼仪式的同时,指出只有通过言论来赞美其美德,才能给逝者带来最大的欣慰与不朽的记忆,并结合诗人的特权阐明了用散文赞颂人物的困难与意义。

§1ὁρῶν, ὦ Νικόκλεις, τιμῶντά σε τὸν τάφον τοῦ πατρὸς οὐ μόνον τῷ πλήθει καὶ τῷ κάλλει τῶν ἐπιφερομένων, ἀλλὰ καὶ χοροῖς καὶ μουσικῇ καὶ γυμνικοῖς ἀγῶσιν, ἔτι δὲ πρὸς τούτοις ἵππων τε καὶ τριήρων ἁμίλλαις, καὶ λείποντʼ οὐδεμίαν τῶν τοιούτων ὑπερβολήν, §2ἡγησάμην Εὐαγόραν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τετελευτηκόσι περὶ τῶν ἐνθάδε γιγνομένων, εὐμενῶς μὲν ἀποδέχεσθαι καὶ ταῦτα, καὶ χαίρειν ὁρῶντα τήν τε περὶ αὑτὸν ἐπιμέλειαν καὶ τὴν σὴν μεγαλοπρέπειαν, πολὺ δʼ ἂν ἔτι πλείω χάριν ἔχειν ἢ τοῖς ἄλλοις ἅπασιν, εἴ τις δυνηθείη περὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ καὶ τῶν κινδύνων ἀξίως διελθεῖν τῶν ἐκείνῳ πεπραγμένων·
尼科克勒斯啊,看到你不仅以祭品的数量和华美,而且以合唱、音乐和体育竞技,乃至赛马和三段击齿船的竞赛来祭奠你父亲的陵墓,并且在这些奢华的事情上没有留下任何可以超越的余地,我想,如果逝者对尘世发生的事有任何感知,埃瓦戈拉斯不仅会欣然接受这些,并因看到人们对他的缅怀和你的慷慨豪迈而感到欣喜,而且如果有人能配得上他所做的一切,详细叙述他的功业和所面临的危险,他会比对其他所有事情都抱有更深得多的感激之情。
§3εὑρήσομεν γὰρ τοὺς φιλοτίμους καὶ μεγαλοψύχους τῶν ἀνδρῶν οὐ μόνον ἀντὶ τῶν τοιούτων ἐπαινεῖσθαι βουλομένους, ἀλλʼ ἀντὶ τοῦ ζῆν ἀποθνῄσκειν εὐκλεῶς αἱρουμένους, καὶ μᾶλλον περὶ τῆς δόξης ἢ τοῦ βίου σπουδάζοντας, καὶ πάντα ποιοῦντας, ὅπως ἀθάνατον τὴν περὶ αὑτῶν μνήμην καταλείψουσιν.
因为我们会发现,那些追求荣誉、志向高远的人,不仅希望因这些事情而受到称赞,而且宁愿光荣地死去也不愿苟活,他们对名声的看重甚于生命,并尽一切努力去留下关于他们自己的不死记忆。
§4αἱ μὲν οὖν δαπάναι τῶν μὲν τοιούτων οὐδὲν ἐξεργάζονται, τοῦ δὲ πλούτου σημεῖόν εἰσιν· οἱ δὲ περὶ τὴν μουσικὴν καὶ τὰς ἄλλας ἀγωνίας ὄντες, οἱ μὲν τὰς δυνάμεις τὰς αὑτῶν, οἱ δὲ τὰς τέχνας ἐπιδειξάμενοι, σφᾶς αὐτοὺς ἐντιμοτέρους κατέστησαν· ὁ δὲ λόγος εἰ καλῶς διέλθοι τὰς ἐκείνου πράξεις, ἀείμνηστον ἂν τὴν ἀρετὴν τὴν Εὐαγόρου παρὰ πᾶσιν ἀνθρώποις ποιήσειεν.
诚然,这类的支出并不能成就那样的功绩,而只是财富的象征;那些参与音乐和其他竞技的人,有的展示了自己的力量,有的展示了自己的技艺,使自己变得更加尊贵;但是,如果一篇演说能优美地叙述他的事迹,便能使埃瓦戈拉斯的美德在全人类中永志不忘。
§5ἐχρῆν μὲν οὖν καὶ τοὺς ἄλλους ἐπαινεῖν τοὺς ἐφʼ αὑτῶν ἄνδρας ἀγαθοὺς γεγενημένους, ἵνʼ οἵ τε δυνάμενοι τὰ τῶν ἄλλων ἔργα κοσμεῖν ἐν εἰδόσι ποιούμενοι τοὺς λόγους ταῖς ἀληθείαις ἐχρῶντο περὶ αὐτῶν, οἵ τε νεώτεροι φιλοτιμοτέρως διέκειντο πρὸς τὴν ἀρετήν, εἰδότες ὅτι τούτων εὐλογήσονται μᾶλλον ὧν ἂν ἀμείνους σφᾶς αὐτοὺς παράσχωσιν.
因此,本来也应当去赞美其他在自己时代里成为优秀人物的人,以便让那些有能力粉饰他人功业的人,在知情者面前作演说时,能够对他们诉说真话,也让年轻一代更加积极地追求美德,因为他们知道,自己表现得越优秀,就越会受到颂扬。
νῦν δὲ τίς οὐκ ἂν ἀθυμήσειεν, §6ὅταν ὁρᾷ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ καὶ τοὺς ἐπέκεινα γενομένους ὑμνουμένους καὶ τραγῳδουμένους, αὑτὸν δὲ προειδῇ, μηδʼ ἂν ὑπερβάλλῃ τὰς ἐκείνων ἀρετάς, μηδέποτε τοιούτων ἐπαίνων ἀξιωθησόμενον;
然而,现在有谁不会感到灰心丧气呢,当他看到那些生活在特洛伊战争时代及更早时期的人在赞美诗和悲剧里被歌颂,而预见到自己即便能超越他们的美德,也绝不会被认为配得上这样的赞美?
τούτων δʼ αἴτιος ὁ φθόνος, ᾧ τοῦτο μόνον ἀγαθὸν πρόσεστιν, ὅτι μέγιστον κακὸν τοῖς ἔχουσίν ἐστιν.
这其中的原因在于嫉妒,而嫉度唯一的优点,就在于对拥有它的人来说是最大的祸害。
οὕτω γάρ τινες δυσκόλως πεφύκασιν, ὥσθʼ ἥδιον ἂν εὐλογουμένων ἀκούοιεν οὓς οὐκ ἴσασιν εἰ γεγόνασιν, ἢ τούτων, ὑφʼ ὧν εὖ πεπονθότες αὐτοὶ τυγχάνουσιν.
因为有些人的本性是如此乖戾,以至于他们更乐于听到赞美那些连是否存在过都不知道的人,而不愿听到赞美那些他们自己正承蒙其恩惠的人。
§7οὐ μὴν δουλευτέον τοὺς νοῦν ἔχοντας τοῖς οὕτω κακῶς φρονοῦσιν, ἀλλὰ τῶν μὲν τοιούτων ἀμελητέον, τοὺς δʼ ἄλλους ἐθιστέον ἀκούειν περὶ ὧν καὶ λέγειν δίκαιόν ἐστιν, ἄλλως τʼ ἐπειδὴ καὶ τὰς ἐπιδόσεις ἴσμεν γιγνομένας καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐ διὰ τοὺς ἐμμένοντας τοῖς καθεστῶσιν, ἀλλὰ διὰ τοὺς ἐπανορθοῦντας καὶ τολμῶντας ἀεί τι κινεῖν τῶν μὴ καλῶς ἐχόντων.
尽管如此,明智的人绝不应屈从于那些心思如此恶劣的人,而应当对这类人置之不理,并让其他人习惯于聆听那些理所当然应当谈论的事,特别是既然我们知道,无论是在技艺还是在所有其他事物中,进步都不是通过墨守成规的人取得的,而是通过那些纠正不善之处并敢于不断做出变革的人取得的。
§8οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστιν ὃ μέλλω ποιεῖν, ἀνδρὸς ἀρετὴν διὰ λόγων ἐγκωμιάζειν.
因此,我很清楚我将要去做的事——通过言论来颂扬一个人的美德——是困难的。
σημεῖον δὲ μέγιστον· περὶ μὲν γὰρ ἄλλων πολλῶν καὶ παντοδαπῶν λέγειν τολμῶσιν οἱ περὶ τὴν φιλοσοφίαν ὄντες, περὶ δὲ τῶν τοιούτων οὐδεὶς πώποτʼ αὐτῶν συγγράφειν ἐπεχείρησεν.
这里有最大的证据:致力于哲学的人敢于谈论许多其他各种各样的题材,但他们中从未有人试图写过这样的话题。
καὶ πολλὴν αὐτοῖς ἔχω συγγνώμην.
我也十分理解他们,因为诗人们被赋予了许多装饰手段。
τοῖς μὲν γὰρ ποιηταῖς πολλοὶ δέδονται κόσμοι· §9καὶ γὰρ πλησιάζοντας τοὺς θεοὺς τοῖς ἀνθρώποις οἷόν τʼ αὐτοῖς ποιῆσαι καὶ διαλεγομένους καὶ συναγωνιζομένους οἷς ἂν βουληθῶσι, καὶ περὶ τούτων δηλῶσαι μὴ μόνον τοῖς τεταγμένοις ὀνόμασιν, ἀλλὰ τὰ μὲν ξένοις, τὰ δὲ καινοῖς, τὰ δὲ μεταφοραῖς, καὶ μηδὲν παραλιπεῖν, ἀλλὰ πᾶσι τοῖς εἴδεσι διαποικῖλαι τὴν ποίησιν·
实际上,他们可以让神明接近人类,并让他们与自己所希望的人交谈并肩作战,而且在表达这些时,不仅能使用寻常的词汇,还可以部分使用外来语,部分使用新造词,部分使用隐喻,毫无遗漏,而是用尽所有形式来使诗作五彩斑斓。
§10τοῖς δὲ περὶ τοὺς λόγους οὐδὲν ἔξεστι τῶν τοιούτων, ἀλλʼ ἀποτόμως καὶ τῶν ὀνομάτων τοῖς πολιτικοῖς μόνον καὶ τῶν ἐνθυμημάτων τοῖς περὶ αὐτὰς τὰς πράξεις ἀναγκαῖόν ἐστι χρῆσθαι.
然而,对于从事散文言论的人来说,这些都是不被允许的,他们必须严厉地只使用日常词汇,且只使用关乎事实本身的论证。
πρὸς δὲ τούτοις οἱ μὲν μετὰ μέτρων καὶ ῥυθμῶν ἅπαντα ποιοῦσιν, οἱ δʼ οὐδενὸς τούτων κοινωνοῦσιν· ἃ τοσαύτην ἔχει χάριν, ὥστʼ ἂν καὶ τῇ λέξει καὶ τοῖς ἐνθυμήμασιν ἔχῃ κακῶς, ὅμως αὐταῖς ταῖς εὐρυθμίαις καὶ ταῖς συμμετρίαις ψυχαγωγοῦσι τοὺς ἀκούοντας.
此外,诗人们创作一切都伴随着音步和节奏,而散文家们则不分享其中任何一样;然而,这些东西具有如此大的魅力,以至于即使诗歌在措辞和论证上都很拙劣,它们仍然能单凭其韵律和匀称来俘获听众的心。

词汇与语法注释

  1. §1ὁρῶν — 句首的现在分词 ὁρῶν 与第2节中主句动词 ἡγησάμην 的主语(省略的“我”)一致。第1节整体构成一个巨大的分词从句,悬挂于第2节的 ἡγησάμην 上。
  2. §2εὐμενῶς μὲν ἀποδέχεσθαι... πολὺ δʼ ἂν ἔτι πλείω χάριν ἔχειν — 不定式 ἀποδέχεσθαι 与 ἔχειν 均为由 ἡγησάμην 引导的“宾格加不定式”结构的谓语,其逻辑主语为宾格的 Εὐαγόραν。后一个不定式带有表示潜能的质词 ἄν,与希求法的条件从句 εἴ τις δυνηθείη... 呼应,共同构成潜能语气。
  3. §5ἐν εἰδόσι — 介词短语 ἐν εἰδόσι(字面意为“在知情者中”)使用的是完美时态分词 εἰδώς 的复数与格形式,意为“在了解事实真相的人面前”。它解释了由于演说者面对的是对事实非常了解的听众,他们不得不诉说真话的语境。
  4. §6ᾧ τοῦτο μόνον ἀγαθὸν πρόσεστιν — 关系代词 ᾧ(与格)指代先行词 ὁ φθόνος(嫉妒),意为“在这(嫉妒)之中,附带着这唯一的优点”。接下来的 ὅ提 从句是解释指示代词 τοῦτο 具体内容的同位语从句。
  5. §10ἃ τοσαύτην ἔχει χάριν — 关系代词 ἃ(中性复数)以首句中提到的 μετὰ μέτρων καὶ ῥυθμῶν(音步与节奏)为先行词。它引入了这些事物所具有的“如此巨大的魅力”,其效果通过随后的 ὥστε 结果从句得到强调。

引用这一段

伊索克拉底, 埃瓦戈拉斯 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg015.humanitext-grc2:1-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。