Humanitext Reader

伊索克拉底 · 尼科克勒斯或塞浦路斯人 §33-40

处理债务与外交的公正以及私生活的节制

第 5 段,共 8 段 · 希腊语

内容简介

尼科克勒斯强调了他在解决债务以及与塞浦路斯居民和波斯国王的冲突中表现出的公正,并突出了他超凡的节制,尤其是作为统治者对妻子保持忠诚,以此为臣民树立表率。

§33ἀβάτου δὲ τῆς Ἑλλάδος ἡμῖν οὔσης διὰ τὸν πόλεμον τὸν γεγενημένον, καὶ πανταχοῦ συλωμένων ἡμῶν, τὰ πλεῖστα τούτων διέλυσα, τοῖς μὲν ἅπαντʼ ἀποτίνων, τοῖς δὲ μέρη, τῶν δʼ ἀναβαλέσθαι δεόμενος, πρὸς δὲ τοὺς ὅπως ἠδυνάμην περὶ τῶν ἐγκλημάτων διαλλαττόμενος.
此外,由于先前的战争,希腊对我们而言难以涉足,而我们到处遭受掠夺,我解决了这些债务中的大部分:对一些人悉数偿还,对另一些人偿还一部分,向部分人请求推迟,并就其余人的指控竭尽所能与他们和解。
ἔτι δὲ καὶ τῶν νῆσον οἰκούντων δυσκόλως πρὸς ἡμᾶς διακειμένων, καὶ βασιλέως τῷ μὲν λόγῳ διηλλαγμένου τῇ δʼ ἀληθεία τραχέως ἔχοντος, §34ἀμφότερα ταῦτα κατεπράϋνα, τῷ μὲν προθύμως ὑπηρετῶν, πρὸς δὲ τοὺς δίκαιον ἐμαυτὸν παρέχων.
再者,虽然岛上的居民对我们怀有敌意,国王在言语上虽已和解,在实际上却依然态度生硬,但我安抚了这两方:通过热心地为前者服务,并对后者展现我自身的公正。
τοσούτου γὰρ δέω τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ὥσθʼ ἕτεροι μέν, ἢν καὶ μικρῷ μείζω τῶν ὁμόρων δύναμιν ἔχωσιν, ἀποτέμνονται τῆς γῆς καὶ πλεονεκτεῖν ζητοῦσιν, ἐγὼ δʼ οὐδὲ τὴν διδομένην χώραν ἠξίωσα λαβεῖν, ἀλλʼ αἱροῦμαι μετὰ δικαιοσύνης τὴν ἐμαυτοῦ μόνον ἔχειν μᾶλλον ἢ μετὰ κακίας πολλαπλασίαν τῆς ὑπαρχούσης κτήσασθαι.
因为我远非觊觎他人的财物,以至于其他人如果拥有哪怕比邻人稍大一点的力量,就会割占邻人的土地并企图多占便宜,而我甚至不屑于接受送上门来的土地,反而宁愿伴随公正仅保有我自己的领土,也不愿伴随邪恶去获取数倍于现有财产的土地。
§35καὶ τί δεῖ καθʼ ἓν ἕκαστον λέγοντα διατρίβειν, ἄλλως τε καὶ συντόμως ἔχοντα δηλῶσαι περὶ ἐμαυτοῦ;
况且,既然我本可以简短地说明关于我自身的事,又何必逐一叙述而浪费时间呢?
φανήσομαι γὰρ οὐδένα μὲν πώποτʼ ἀδικήσας, πλείους δὲ καὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων εὖ πεποιηκὼς καὶ μείζους δωρεὰς ἑκατέροις δεδωκὼς ἢ σύμπαντες οἱ πρὸ ἐμοῦ βασιλεύσαντες.
因为事实将会表明,我从未不公地对待过任何人,反而比在我之前统治的所有国王加起来,造福了更多的市民和其他希腊人,并给他们双方赠送了更丰厚的礼物。
καίτοι χρὴ τοὺς μέγα φρονοῦντας ἐπὶ δικαιοσύνῃ καὶ προσποιουμένους χρημάτων εἶναι κρείττους τοιαύτας ὑπερβολὰς ἔχειν εἰπεῖν περὶ αὑτῶν.
然而,那些以公正自负并假装超然于金钱之上的人,本应当能够对自己说出如此卓越的实绩。
§36καὶ μὲν δὴ καὶ περὶ σωφροσύνης ἔτι μείζω τούτων ἔχω διελθεῖν.
确实,关于节制,我有比这些更伟大的事情可以阐述。
εἰδὼς γὰρ ἅπαντας ἀνθρώπους περὶ πλείστου ποιουμένους τοὺς παῖδας τοὺς αὑτῶν καὶ τὰς γυναῖκας, καὶ μάλιστʼ ὀργιζομένους τοῖς εἰς ταῦτʼ ἐξαμαρτάνουσι, καὶ τὴν ὕβριν τὴν περὶ ταῦτα μεγίστων κακῶν αἰτίαν γιγνομένην, καὶ πολλοὺς ἤδη καὶ τῶν ἰδιωτῶν καὶ τῶν δυναστευσάντων διὰ ταύτην ἀπολομένους, οὕτως ἔφυγον τὰς αἰτίας ταύτας, ὥστʼ ἐξ οὗ τὴν βασιλείαν ἔλαβον, οὐδενὶ φανήσομαι σώματι πεπλησιακὼς πλὴν τῆς ἐμαυτοῦ γυναικός,
因为我深知所有人都将自己的孩子和妻子看得最为珍贵,并且对那些侵犯他们的人最为愤怒,也深知关于这些事物的傲慢不逊是巨大灾祸的原因,且已有许多普通人和统治者因此而灭亡,所以我极力避免了这些指责,以至于自我登基以来,事实表明我从未亲近过除我妻子以外的任何人的身体。
§37οὐκ ἀγνοῶν ὅτι κἀκεῖνοι παρὰ τοῖς πολλοῖς εὐδοκιμοῦσιν, ὅσοι περὶ μὲν τὰ τῶν πολιτῶν δίκαιοι τυγχάνουσιν ὄντες, ἄλλοθεν δέ ποθεν αὑτοῖς ἐπορίσαντο τὰς ἡδονάς, ἀλλὰ βουλόμενος ἅμα μὲν ἐμαυτὸν ὡς πορρωτάτω ποιῆσαι τῶν τοιούτων ὑποψιῶν, ἅμα δὲ παράδειγμα καταστῆσαι τὸν τρόπον τὸν ἐμαυτοῦ τοῖς ἄλλοις πολίταις, γιγνώσκων ὅτι φιλεῖ τὸ πλῆθος ἐν τούτοις τοῖς ἐπιτηδεύμασι τὸν βίον διάγειν, ἐν οἷς ἂν τοὺς ἄρχοντας τοὺς αὑτῶν ὁρῶσι διατρίβοντας.
我并非不知道,那些虽然在关乎市民的事上表现公正、却从其他地方寻求自身享乐的人在普通人中也会获得好名声,但我希望同时使自己尽可能地远离此类嫌疑,并同时将我自己的行为方式树立为其他市民的榜样,因为我知道大众倾向于在他们看到自己的统治者所从事的那些日常事务中度过一生。
§38ἔπειτα καὶ προσήκειν ἡγησάμην τοσούτῳ τοὺς βασιλεῖς βελτίους εἶναι τῶν ἰδιωτῶν, ὅσῳ περ καὶ τὰς τιμὰς μείζους αὐτῶν ἔχουσι, καὶ δεινὰ ποιεῖν ὅσοι τοὺς μὲν ἄλλους κοσμίως ζῆν ἀναγκάζουσιν, αὐτοὶ δʼ αὑτοὺς μὴ σωφρονεστέρους τῶν ἀρχομένων παρέχουσιν.
此外,我还认为,国王应当比普通人更为优秀,这正如他们比普通人享有更大的荣耀一样;而那些强迫他人过有规矩的生活,自己却不能表现得比受治者更具有节制的人,其所作所为是极其恶劣的。
§39πρὸς δὲ τούτοις τῶν μὲν ἄλλων πράξεων ἑώρων ἐγκρατεῖς τοὺς πολλοὺς γιγνομένους, τῶν δʼ ἐπιθυμιῶν τῶν περὶ τοὺς παῖδας καὶ τὰς γυναῖκας καὶ τοὺς βελτίστους ἡττωμένους· ἐβουλήθην οὖν ἐν τούτοις ἐμαυτὸν ἐπιδεῖξαι καρτερεῖν δυνάμενον, ἐν οἷς ἔμελλον οὐ μόνον τῶν ἄλλων διοίσειν, ἀλλὰ καὶ τῶν ἐπʼ ἀρετῇ μέγα φρονούντων.
在这些之外,我看到大多数人在其他行为上能够克制自己,但在关于孩子和妻子的欲望上,即使是最好的人也会被打败;因此,我希望在这些事情上证明自己能够坚忍,在这些事上我不仅将超越常人,也将超越那些在德行上自负的人。
§40ἔτι δὲ καὶ τῶν τοιούτων πολλὴν κακίαν κατεγίγνωσκον, ὅσοι γυναῖκας λαβόντες καὶ κοινωνίαν ποιησάμενοι παντὸς τοῦ βίου μὴ στέργουσιν οἷς ἔπραξαν, ἀλλὰ ταῖς αὑτῶν ἡδοναῖς λυποῦσι ταύτας ὑφʼ ὧν αὐτοὶ μηδὲν ἀξιοῦσι λυπεῖσθαι, καὶ περὶ μὲν ἄλλας τινὰς κοινωνίας ἐπιεικεῖς σφᾶς αὐτοὺς παρέχουσιν, ἐν δὲ ταῖς πρὸς τὰς γυναῖκας ἐξαμαρτάνουσιν·
此外,我还强烈谴责那些娶了妻子并结为终身伴侣、却对自己的所作所为不感满足,反而用自己的享乐来伤害那些他们认为绝不该伤害自己的人。
ἃς ἔδει τοσούτῳ μᾶλλον διαφυλάττειν, ὅσῳ περ οἰκειότεραι καὶ μείζους οὖσαι τῶν ἄλλων τυγχάνουσιν.
他们虽然在其他某些交往中表现得公正体面,但在对待妻子的关系上却犯下罪错;其实,由于这种关系比其他任何关系都更为亲密和重大,他们本该成倍地去维护它。

词汇与语法注释

  1. §34τοσούτου γὰρ δέω — 该结构是动词 δέω 结合程度属格(τοσούτου)和不定式(ἐπιθυμεῖν)的惯用表达,意为“我远非想要……”,并引导了后面的结果从句(ὥστε...)。
  2. §34τῷ μὲν ... πρὸς δὲ τούς — 这两个代词分别指代§33末尾提到的两个对象:单数与格的 `τῷ μὲν` 指代波斯国王(`βασιλέως`),而带前置词的复数宾格 `πρὸς δὲ τού斯` 则指代岛上的居民(`τῶν νῆσον οἰκούντων`)。数与格的变化保证了指代关系的明确性。
  3. §36φανήσομαι ... πεπλησιακώς — 当动词 `φαίνομαι` 接分词而非不定式时,表示客观事实的“显明、证明确实”(若接不定式则表示“似乎”)。此处将来时 `φανήσομαι` 结合完成时分词 `πεπλησιακώς`,表达了对自身过去行为在未来被证实的强烈信心(“我将被证明从未亲近过……”)。

引用这一段

伊索克拉底, 尼科克勒斯或塞浦路斯人 §33-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:33-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。