§27φίλους κτῶ μὴ πάντας τοὺς βουλομένους, ἀλλὰ τοὺς τῆς σῆς φύσεως ἀξίους ὄντας, μηδὲ μεθʼ ὧν ἥδιστα συνδιατρίψεις, ἀλλὰ μεθʼ ὧν ἄριστα τὴν πόλιν διοικήσεις.
交友不要选择所有意欲亲近你的人,而要选择那些配得上你的秉性之人;不要选择那些能与你最愉快消磨时光的人,而要选择那些能与你最好地治理国家的人。
ἀκριβεῖς ποιοῦ τὰς δοκιμασίας τῶν συνόντων, εἰδὼς ὅτι πάντες οἱ μή σοι πλησιάσαντες ὅμοιόν σε τοῖς χρωμένοις εἶναι νομιοῦσιν.
对身边交往的人进行严格的考察,要懂得那些未曾亲近你的人,都会认为你与你所交往的人是一样的。
τοιούτους ἐφίστη τοῖς πράγμασι τοῖς μὴ διὰ σοῦ γιγνομένοις, ὡς αὐτὸς τὰς αἰτίας ἕξων ὧν ἂν ἐκεῖνοι πράξωσιν.
对于非你亲自处理的事务,要委派这样的人去掌管,因为你将承担他们所作所为的一切责任。
§28πιστοὺς ἡγοῦ μὴ τοὺς ἅπαν ὁ τι ἂν λέγῃς ἢ ποιῇς ἐπαινοῦντας, ἀλλὰ τοὺς τοῖς ἁμαρτανομένοις ἐπιτιμῶντας.
要认为忠诚的人不是那些对你的一言一行都一味赞美的人,而是那些对你的过错进行规劝的人。
δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν, ἵνα περὶ ὧν ἂν ἀμφιγνοῇς, ἔχῃς τοὺς συνδοκιμάσοντας.
给明智之人以直言的自由,以便在你存疑的事项上,能有共同审议的人。
διόρα καὶ τοὺς τέχνῃ κολακεύοντας καὶ τοὺς μετʼ εὐνοίας θεραπεύοντας, ἵνα μὴ πλέον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν.
要看清那些用谄媚之术阿谀奉承的人,以及那些心怀善意服侍你的人,免得恶人比善人占便宜。
ἄκουε τοὺς λόγους τοὺς περὶ ἀλλήλων, καὶ πειρῶ γνωρίζειν ἅμα τούς τε λέγοντας, ὁποῖοί τινές εἰσι, καὶ περὶ ὧν ἂν λέγωσιν.
倾听人们关于彼此的谈论,并努力同时认清说话者是怎样的人,以及他们所谈论的人是怎样的人。
§29ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας, αἷσπερ τοὺς ἐξαμαρτάνοντας.
用惩罚犯错之人的同样刑罚,去惩罚那些进行虚妄诽谤的人。
ἄρχε σαυτοῦ μηδὲν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθʼ ἡγοῦ βασιλικώτατον, ἂν μηδεμιᾷ δουλεύῃς τῶν ἡδονῶν, ἀλλὰ κρατῆς τῶν ἐπιθυμιῶν μᾶλλον ἢ τῶν πολιτῶν.
克制你自己,不亚于统治他人。 如果你不作任何快乐的奴隶,并且控制自己的欲望甚于统治市民,那么就要认为这是最显君王之风的事。
μηδεμίαν συνουσίαν εἰκῇ προσδέχου μηδʼ ἀλογίστως, ἀλλʼ ἐπʼ ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτὸν χαίρειν, ἐξ ὧν αὐτός τʼ ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις.
不要盲目且轻率地接受任何交往,而要习惯于从那些能提升你自己、并在他人看来变得更优秀的活动中获得快乐。
§30μὴ φαίνου φιλοτιμούμενος ἐπὶ τοῖς τοιούτοις ἃ καὶ τοῖς κακοῖς διαπράξασθαι δυνατόν ἐστιν, ἀλλʼ ἐπʼ ἀρετῇ μέγα φρονῶν, ἧς οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν.
不要在那些连恶人也能做到的事情上表现得好大喜功,而要在德行上抱持高傲,因为恶人在德行中毫无份分。
νόμιζε τῶν τιμῶν ἀληθεστάτας εἶναι μὴ τὰς ἐν τῷ φανερῷ μετὰ δέους γιγνομένας, ἀλλʼ ὅταν αὐτοὶ παρʼ αὑτοῖς ὄντες μᾶλλόν σου τὴν γνώμην ἢ τὴν τύχην θαυμάζωσιν.
要认为最真实的敬意不是在公开场合伴随着恐惧而产生的,而是当人们私下独处时,赞美你的智慧甚于赞美你的好运。
λάνθανε μέν, ἢν ἐπὶ τῴ σοι συμβῇ τῶν φαύλων χαίρειν, ἐνδείκνυσο δὲ περὶ τὰ μέγιστα σπουδάζων.
如果你碰巧在任何微不足道的事情上感到快乐,请不要外露,而要在最重大的事情上展现出你的热忱。
§31μὴ τοὺς μὲν ἄλλους ἀξίου κοσμίως ζῆν τοὺς δὲ βασιλεῖς ἀτάκτως, ἀλλὰ τὴν σαυτοῦ σωφροσύνην παράδειγμα τοῖς ἄλλοις καθίστη, γιγνώσκων ὅτι τὸ τῆς πόλεως ὅλης ἦθος ὁμοιοῦται τοῖς ἄρχουσιν.
不要要求他人生活得井然有序而君王却生活得放荡不羁,而要将你自己的节制树立为他人的典范,因为你要知道,整个城邦的风气都是向统治者看齐的。
σημεῖον ἔστω σοι τοῦ καλῶς βασιλεύειν, ἂν τοὺς ἀρχομένους ὁρᾷς εὐπορωτέρους καὶ σωφρονεστέρους γιγνομένους διὰ τὴν σὴν ἐπιμέλειαν.
如果你看到臣民因你的悉心照料而变得更加富足、更加节制,这便是你善于统治的标志。
§32περὶ πλείονος ποιοῦ δόξαν καλὴν ἢ πλοῦτον μέγαν τοῖς παισὶ καταλιπεῖν·
相比于给孩子们留下巨大的财富,要更看重留下美好的名声;因为前者是终有一死的,而后者是永恒不朽的。
ὁ μὲν γὰρ θνητός, ἡ δʼ ἀθάνατος, καὶ δόξῃ μὲν χρήματα κτητά, δόξα δὲ χρημάτων οὐκ ὠνητή, καὶ τὰ μὲν καὶ φαύλοις παραγίγνεται, τὴν δʼ οὐχ οἷόν τε ἀλλʼ ἢ τοὺς διενεγκόντας κτήσασθαι.
名声可以赢得财富,但名声却无法用财富买到;财富即使是卑劣之人也能获得,但名声非杰出之人则无法赢得。
τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δὲ ὡς χρὴ τοὺς βασιλεύοντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵνʼ οἱ μὲν ὁρῶντες διὰ τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.
在衣服和身体的装扮上要华美,但在其他的习惯上要像统治者该做的那样自律克制,以便旁观者因你的外表而认为你配得上统治,而与你共处者则因你心灵的力量而抱有与他们相同的看法。
§33ἐπισκόπει τοὺς λόγους ἀεὶ τοὺς σαυτοῦ καὶ τὰς πράξεις, ἵνʼ ὡς ἐλαχίστοις ἁμαρτήμασι περιπίπτῃς.
经常审视你自己的言行,以便将过错降到最低。
κράτιστον μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν, ἐπειδὴ δὲ δυσκαταμαθήτως ἔχουσιν, ἐλλείπειν αἱροῦ καὶ μὴ πλεονάζειν· αἱ γὰρ μετριότητες μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ ταῖς ὑπερβολαῖς ἔνεισιν.
能够把握最佳时机固然最妙,但由于时机难以洞察,因此宁可选择不足也不要过头;因为适度更常存在于不足之中,而非存在于过剩之中。
§34ἀστεῖος εἶναι πειρῶ καὶ σεμνός· τὸ μὲν γὰρ τῇ τυραννίδι πρέπει, τὸ δὲ πρὸς τὰς συνουσίας ἁρμόττει.
努力做到既风雅又庄重;因为后者适合君主统治,而前者适于社交交往。
χαλεπώτατον δὲ τοῦτο πάντων ἐστὶ τῶν προσταγμάτων· εὑρήσεις γὰρ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν σεμνυνομένους ψυχροὺς ὄντας, τοὺς δὲ βουλομένους μένους ἀστείους εἶναι ταπεινοὺς φαινομένους.
然而,这是所有诫命中最为困难的一条;因为你大多会发现,那些保持庄重的人显得冷漠,而那些想要显得风雅的人则显得卑俗。
δεῖ δὲ χρῆσθαι μὲν ἀμφοτέραις ταῖς ἰδέαις ταύταις, τὴν δὲ συμφορὰν τὴν ἑκατέρᾳ προσοῦσαν διαφεύγειν.
但我们必须兼顾这两种特质,同时避开附属于它们各自的弊端。