Humanitext Reader

伊索克拉底 · 寄尼科克勒斯 §18-26

公正审判、财政管理与敬神之道

第 3 段,共 6 段 · 希腊语

内容简介

论述了君王在实际统治与政务上的方法、与市民交往的原则、敬神的心态,以及作为一个真正高尚且幸福的统治者所应具备的心境。

§18τὰς μὲν ἐργασίας αὐτοῖς καθίστη κερδαλέας, τὰς δὲ πραγματείας ἐπιζημίους, ἵνα τὰς μὲν φεύγωσι, πρὸς δὲ τὰς προθυμότερον ἔχωσιν.
为他们确立有利可图的事业,而使无益的纠纷带来损失,以便他们规避后者,更为热切地从事前者。
τὰς κρίσεις ποιοῦ περὶ ὧν ἂν πρὸς ἀλλήλους ἀμφισβητῶσι, μὴ πρὸς χάριν μηδʼ ἐναντίας ἀλλήλαις, ἀλλʼ ἀεὶ ταὐτὰ περὶ τῶν αὐτῶν γίγνωσκε· καὶ γὰρ πρέπει καὶ συμφέρει τὴν τῶν βασιλέων γνώμην ἀκινήτως ἔχειν περὶ τῶν δικαίων, ὥσπερ τοὺς νόμους τοὺς καλῶς κειμένους.
对他们彼此争执的事项进行裁决时,既不要偏袒,也不要前后矛盾,而要始终对同样的事物做出同样的判断;因为君王的意志在正义问题上如同制定良好的法律一样保持不动,既是得体的,也是有益的。
οἴκει τὴν πόλιν ὁμοίως ὥσπερ τὸν πατρῷον οἶκον, §19ταῖς μὲν κατασκευαῖς λαμπρῶς καὶ βασιλικῶς, ταῖς δὲ πράξεσιν ἀκριβῶς, ἵνʼ εὐδοκιμῇς ἅμα καὶ διαρκῇς.
治理国家要如同治理祖传的家园一样,在设施陈设上要华丽且具王者之风,在具体实务上要严密精确,以便你既能享有盛誉,又能长久维持。
τὴν μεγαλοπρέπειαν ἐπιδείκνυσο μηδʼ ἐν μιᾷ τῶν πολυτελειῶν τῶν εὐθὺς ἀφανιζομένων, ἀλλʼ ἔν τε τοῖς προειρημένοις καὶ τῷ κάλλει τῶν κτημάτων καὶ ταῖς τῶν φίλων εὐεργεσίαις· τὰ γὰρ τοιαῦτα τῶν ἀναλωμάτων αὐτῷ τε σοὶ παραμενεῖ, καὶ τοῖς ἐπιγιγνομένοις πλείονος ἄξια τῶν δεδαπανημένων καταλείψεις.
展现你的宏大气度,不要在任何转瞬即逝的奢侈上,而要在前述的事情中、在财产的美观上以及对朋友的恩惠中;因为这类支出不仅会留存给你自己,而且你留给后世的财产,其价值将超过所花费的成本。
§20τὰ μὲν πρὸς τοὺς θεοὺς ποίει μὲν ὡς οἱ πρόγονοι κατέδειξαν, ἡγοῦ δὲ θῦμα τοῦτο κάλλιστον εἶναι καὶ θεραπείαν μεγίστην, ἂν ὡς βέλτιστον καὶ δικαιότατον σαυτὸν παρέχῃς· μᾶλλον γὰρ ἐλπὶς τοὺς τοιούτους ἢ τοὺς ἱερεῖα πολλὰ καταβάλλοντας πράξειν τι παρὰ τῶν θεῶν ἀγαθόν.
对待神明之事要遵照祖先所指示的方式行事,并认为若能将自己塑造成最优秀、最公正的人,便是最美好的祭品和最崇高的敬拜;因为与那些屠宰许多祭牲的人相比,这样的人更有希望从神明那里获得恩赐。
τίμα ταῖς μὲν ἀρχαῖς τῶν φίλων τοὺς οἰκειοτάτους, ταῖς δʼ ἀληθείαις αὐταῖς τοὺς εὐνουστάτους.
在官职上要重用朋友中最亲近的人,但在真正的交往中要重用最怀好意的人。
§21φυλακὴν ἀσφαλεστάτην ἡγοῦ τοῦ σώματος εἶναι τήν τε τῶν φίλων ἀρετὴν καὶ τὴν τῶν πολιτῶν εὔνοιαν καὶ τὴν σαυτοῦ φρόνησιν· διὰ γὰρ τούτων καὶ κτᾶσθαι καὶ σώζειν τὰς τυραννίδας μάλιστʼ ἄν τις δύναιτο.
要认为自身安全最可靠的护卫是朋友的美德、公民的善意以及你自己的智慧;因为通过这些,人们最能获得并维护统治权。
κήδου τῶν οἴκων τῶν πολιτικῶν, καὶ νόμιζε καὶ τοὺς δαπανῶντας ἀπὸ τῶν σῶν ἀναλίσκειν καὶ τοὺς ἐργαζομένους τὰ σὰ πλείω ποιεῖν· ἅπαντα γὰρ τὰ τῶν οἰκούντων τὴν πόλιν οἰκεῖα τῶν καλῶς βασιλευόντων ἐστί.
关怀市民的生计,并认为消费者的挥霍是在消耗你的资财,劳动者的工作是在增加你的财富;因为居住在城邦里的人的一切财产,都属于善于统治的君王。
§22διὰ παντὸς τοῦ χρόνου τὴν ἀλήθειαν οὕτω φαίνου προτιμῶν, ὥστε πιστοτέρους εἶναι τοὺς σοὺς λόγους μᾶλλον ἢ τοὺς τῶν ἄλλων ὅρκους.
在任何时候都要表现得如此珍视真理,以至于你的言语比他人的誓言更值得信赖。
ἅπασι μὲν τοῖς ξένοις ἀσφαλῆ τὴν πόλιν πάρεχε καὶ πρὸς τὰ συμβόλαια νόμιμον, περὶ πλείστου δὲ ποιοῦ τῶν ἀφικνουμένων μὴ τοὺς σοὶ δωρεὰς ἄγοντας, ἀλλὰ τοὺς παρὰ σοῦ λαμβάνειν ἀξιοῦντας· τιμῶν γὰρ τοὺς τοιούτους μᾶλλον παρὰ τοῖς ἄλλοις εὐδοκιμήσεις.
使城邦对所有外邦人而言都是安全的,且在契约方面守法,在来访者中,不要把那些给你带来礼物的人视为最重要,而要把那些配得上从你这里获得赏赐的人视为最重要;因为通过重用这样的人,你将在其他人中赢得更高的名望。
§23τοὺς πολλοὺς φόβους ἐξαίρει τῶν πολιτῶν, καὶ μὴ βούλου περιδεεῖς εἶναι τοὺς μηδὲν ἀδικοῦντας· ὅπως γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς ἐκείνους ἕξεις.
消除公民的诸多恐惧,不要让无辜者心怀畏惧;因为你使他人对你抱持怎样的态度,你对他们也会产生同样的态度。
ποίει μὲν μηδὲν μετʼ ὀργῆς, δόκει δὲ τοῖς ἄλλοις, ὅταν σοι καιρὸς ᾖ.
切勿凭愤怒行事,但要在时机对你有利时向他人表现出愤怒。
δεινὸς μὲν φαίνου τῷ μηδέν σε λανθάνειν τῶν γιγνομένων, πρᾶος δὲ τῷ τὰς τιμωρίας ἐλάττους ποιεῖσθαι τῶν ἁμαρτανομένων.
表现出令人畏惧的一面,在于不漏掉发生的任何事情;表现出温和的一面,在于使惩罚轻于所犯的罪过。
§24ἀρχικὸς εἶναι βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας καὶ νομίζειν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἄμεινον ἑαυτῶν σὲ βουλεύεσθαι.
要渴望具有统治者的风范,不是通过严苛或严厉的惩罚,而是通过让所有人折服于你的智慧,并认为你为他们的安全所作的谋划比他们自己更为周妥。
πολεμικὸς μὲν ἴσθι ταῖς ἐπιστήμαις καὶ ταῖς παρασκευαῖς, εἰρηνικὸς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πλεονεκτεῖν.
在知识和准备上要具有战斗力,但在不违背正义而谋取私利上要维护和平。
οὕτως ὁμίλει τῶν πόλεων πρὸς τὰς ἥττους, ὥσπερ ἂν τὰς κρείττους πρὸς ἑαυτὸν ἀξιώσειας.
你与弱小城邦的交往方式,应当如同你期望强大城邦与你交往的方式一样。
§25φιλονείκει μὴ περὶ πάντων, ἀλλὰ περὶ ὧν ἂν κρατήσαντί σοι μέλλῃ συνοίσειν.
不要在所有事情上都好胜,而要在那些获胜后能对你有利的事情上好胜。
φαύλους ἡγοῦ μὴ τοὺς συμφερόντως ἡττωμένους, ἀλλὰ τοὺς μετὰ βλάβης περιγιγνομένους.
不要认为那些为了自身利益而甘愿认输的人是卑下的,而要认为那些带来损害却赢得胜利的人是卑下的。
μεγαλόφρονας νόμιζε μὴ τοὺς μείζω περιβαλλομένους ὧν οἷοί τʼ εἰσὶ κατασχεῖν, ἀλλὰ τοὺς καλῶν μὲν ἐφιεμένους, ἐξεργάζεσθαι δὲ δυναμένους οἷς ἂν ἐπιχειρῶσιν.
要认为胸怀宽广的人不是那些承担了超出其掌控能力的大事之人,而是那些向往高尚之事且有能力完成其所尝试之事的那些人。
§26ζήλου μὴ τοὺς μεγίστην ἀρχὴν κτησαμένους, ἀλλὰ τοὺς ἄριστα τῇ παρούσῃ χρησαμένους, καὶ νόμιζε τελέως εὐδαιμονήσειν οὐκ ἐὰν πάντων ἀνθρώπων μετὰ φόβων καὶ κινδύνων καὶ κακίας ἄρξῃς, ἀλλʼ ἂν τοιοῦτος ὢν οἷον χρὴ καὶ πράττων ὥσπερ ἐν τῷ παρόντι μετρίων ἐπιθυμῇς καὶ μηδενὸς τούτων ἀτυχῇς.
不要嫉妒那些获得了最大权力的人,而要嫉妒那些将手头权力运用得最好的人,并要认为,你将获得完美的幸福,不是如果你在恐惧、危险和邪恶中统治所有人,而是如果你成为你应该成为的样子,并像现在这样行事,渴望适度的事物且一件也不落空。

词汇与语法注释

  1. 18τὰς μὲν ἐργασίας ... τὰς δὲ πραγματείας — 这里的 ἐργασία 指的是生产性或商业性的活动,而 πραγματεία 则指棘手的诉讼或法律纠纷。两者在文中形成对比,表明君王应当鼓励市民的生产活动,抑制诉讼活动。
  2. 20ταῖς μὲν ἀρχαῖς ... ταῖς δʼ ἀληθείαις αὐταῖς — 与格词汇的对比。这指出了宫廷统治中一个现实的双重标准:在官职(ἀρχαῖς)上要重用最亲近的人,但在真正的交往(ἀληθείαις αὐταῖς)中,应当倚重那些真正心怀好意、诚实可靠的人。
  3. 23ὅπως γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς ἐκείνους ἕξεις — 阐述了一种心理上的相互作用:“你使他人对你产生怎样的态度(διαθῇς,为 διατίθημι 的第二人称单数不定过去时虚拟语气,与 ἄν 连用构成一般条件从句),你对他们也会抱持怎样的态度”。这警告说,实行恐怖统治的君王最终也会惧怕自己的公民。
  4. 25τοὺς μετὰ βλάβης περιγιγνομένους — 分词 περιγιγνομένους(源自 περιγίγνομαι,“超越、获胜”)在此处表示获得优胜或胜利。因此,该短语指的是“伴随着损害(无论是对自己还是对他人)而获胜的人”,与前文的“为了自身利益而甘愿认输的人(τοὺς συμφερόντως ἡττωμένους)”形成对比。
  5. 26μηδενὸς τούτων ἀτυχῇς — 动词 ἀτυχέω(“未能获得、落空”)支配属格,因此 τούτων 是以“适度的事物(μετρίων)”为先行词的属格代词。整句意为“这些(适度的愿望)一个也不会落空”。

引用这一段

伊索克拉底, 寄尼科克勒斯 §18-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg013.humanitext-grc2:18-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。