§18τὰς μὲν ἐργασίας αὐτοῖς καθίστη κερδαλέας, τὰς δὲ πραγματείας ἐπιζημίους, ἵνα τὰς μὲν φεύγωσι, πρὸς δὲ τὰς προθυμότερον ἔχωσιν.
市民たちにとって、生産的な仕事を利益になるようにし、厄介な紛争を不利益になるようにしなさい。 それは彼らが後者を避け、前者により熱心に取り組むようにするためである。
τὰς κρίσεις ποιοῦ περὶ ὧν ἂν πρὸς ἀλλήλους ἀμφισβητῶσι, μὴ πρὸς χάριν μηδʼ ἐναντίας ἀλλήλαις, ἀλλʼ ἀεὶ ταὐτὰ περὶ τῶν αὐτῶν γίγνωσκε·
市民たちが互いに争う事柄については、ひいきによらず、また互いに矛盾することなく判決を下し、常に同じ事柄について同じ判断を下しなさい。
καὶ γὰρ πρέπει καὶ συμφέρει τὴν τῶν βασιλέων γνώμην ἀκινήτως ἔχειν περὶ τῶν δικαίων, ὥσπερ τοὺς νόμους τοὺς καλῶς κειμένους.
なぜなら、王たちの判断は、適切に制定された法律のように、正義に関して不動であることがふさわしく、また有益だからである。
οἴκει τὴν πόλιν ὁμοίως ὥσπερ τὸν πατρῷον οἶκον,
国家を、まるで祖先から受け継いだ家のように治めなさい。
§19ταῖς μὲν κατασκευαῖς λαμπρῶς καὶ βασιλικῶς, ταῖς δὲ πράξεσιν ἀκριβῶς, ἵνʼ εὐδοκιμῇς ἅμα καὶ διαρκῇς.
設備や調度においては華麗かつ王者にふさわしく、実務においては厳密にしなさい。 あなたが名声を博すと同時に、財政的にも持ちこたえることができるように。
τὴν μεγαλοπρέπειαν ἐπιδείκνυσο μηδʼ ἐν μιᾷ τῶν πολυτελειῶν τῶν εὐθὺς ἀφανιζομένων, ἀλλʼ ἔν τε τοῖς προειρημένοις καὶ τῷ κάλλει τῶν κτημάτων καὶ ταῖς τῶν φίλων εὐεργεσίαις·
ただちに消え去るいかなる贅沢においてではなく、前述のことや、所有物の美しさ、そして友への恩恵において、あなたの気品を示しなさい。
τὰ γὰρ τοιαῦτα τῶν ἀναλωμάτων αὐτῷ τε σοὶ παραμενεῖ, καὶ τοῖς ἐπιγιγνομένοις πλείονος ἄξια τῶν δεδαπανημένων καταλείψεις.
なぜなら、このような支出はあなた自身にとっても残り続け、後世の人々に対して、費やした以上の価値のあるものとして残すことになるからである。
§20τὰ μὲν πρὸς τοὺς θεοὺς ποίει μὲν ὡς οἱ πρόγονοι κατέδειξαν, ἡγοῦ δὲ θῦμα τοῦτο κάλλιστον εἶναι καὶ θεραπείαν μεγίστην, ἂν ὡς βέλτιστον καὶ δικαιότατον σαυτὸν παρέχῃς·
神々に関する事柄は、先祖が示した通りに行いなさい。 そして、もしあなた自身を最も優れ、最も正しい者として差し出すなら、これこそが最も美しい犠牲であり最大の崇拝であると考えなさい。
μᾶλλον γὰρ ἐλπὶς τοὺς τοιούτους ἢ τοὺς ἱερεῖα πολλὰ καταβάλλοντας πράξειν τι παρὰ τῶν θεῶν ἀγαθόν.
なぜなら、多くの犠牲獣を屠る者たちよりも、このような人々の方が、神々から何らかの善いことを得る見込みがあるからである。
τίμα ταῖς μὲν ἀρχαῖς τῶν φίλων τοὺς οἰκειοτάτους, ταῖς δʼ ἀληθείαις αὐταῖς τοὺς εὐνουστάτους.
公職においては友人のうち最も身近な者たちを、真の信頼においては最も好意的な者たちを重用しなさい。
§21φυλακὴν ἀσφαλεστάτην ἡγοῦ τοῦ σώματος εἶναι τήν τε τῶν φίλων ἀρετὴν καὶ τὴν τῶν πολιτῶν εὔνοιαν καὶ τὴν σαυτοῦ φρόνησιν·
身の安全の最も確実な護りは、友人の徳、市民の好意、そしてあなた自身の思慮であると考えなさい。
διὰ γὰρ τούτων καὶ κτᾶσθαι καὶ σώζειν τὰς τυραννίδας μάλιστʼ ἄν τις δύναιτο.
なぜなら、これらを通じてこそ、支配権を獲得し、また維持することが最もよくできるからである。
κήδου τῶν οἴκων τῶν πολιτικῶν, καὶ νόμιζε καὶ τοὺς δαπανῶντας ἀπὸ τῶν σῶν ἀναλίσκειν καὶ τοὺς ἐργαζομένους τὰ σὰ πλείω ποιεῖν·
市民たちの家計を気遣いなさい。 そして、消費する者たちもあなたの資産を費やしており、働く者たちもあなたの資産を増やしていると考えなさい。
ἅπαντα γὰρ τὰ τῶν οἰκούντων τὴν πόλιν οἰκεῖα τῶν καλῶς βασιλευόντων ἐστί.
なぜなら、国家に住む人々の全財産は、立派に統治する王たちの固有のものだからである。
§22διὰ παντὸς τοῦ χρόνου τὴν ἀλήθειαν οὕτω φαίνου προτιμῶν, ὥστε πιστοτέρους εἶναι τοὺς σοὺς λόγους μᾶλλον ἢ τοὺς τῶν ἄλλων ὅρκους.
常に真実を重んじているように見せなさい、あなたの言葉が他人の誓いよりも信頼されるほどに。
ἅπασι μὲν τοῖς ξένοις ἀσφαλῆ τὴν πόλιν πάρεχε καὶ πρὸς τὰ συμβόλαια νόμιμον, περὶ πλείστου δὲ ποιοῦ τῶν ἀφικνουμένων μὴ τοὺς σοὶ δωρεὰς ἄγοντας, ἀλλὰ τοὺς παρὰ σοῦ λαμβάνειν ἀξιοῦντας·
すべての外国人に対して、国家を安全にし、契約において法を守る場所にしなさい。 そして、訪れる人々の中で、あなたに贈り物を携えてくる者ではなく、あなたから受け取るにふさわしい人々を最も重んじなさい。
τιμῶν γὰρ τοὺς τοιούτους μᾶλλον παρὰ τοῖς ἄλλοις εὐδοκιμήσεις.
なぜなら、このような人々を優遇することで、あなたは他者からより高い評判を得るだろうからである。
§23τοὺς πολλοὺς φόβους ἐξαίρει τῶν πολιτῶν, καὶ μὴ βούλου περιδεεῖς εἶναι τοὺς μηδὲν ἀδικοῦντας·
市民から多くの恐怖を取り除き、何ら非のない者たちが怯えることを望んではならない。
ὅπως γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς ἐκείνους ἕξεις.
あなたが他者を自分に対してどのような気持ちにさせるかによって、あなた自身も彼らに対してそのようになるからである。
ποίει μὲν μηδὲν μετʼ ὀργῆς, δόκει δὲ τοῖς ἄλλοις, ὅταν σοι καιρὸς ᾖ.
怒りをもって何事も行ってはならない。 しかし、好機においては、他者にはそのように見せなさい。
δεινὸς μὲν φαίνου τῷ μηδέν σε λανθάνειν τῶν γιγνομένων, πρᾶος δὲ τῷ τὰς τιμωρίας ἐλάττους ποιεῖσθαι τῶν ἁμαρτανομένων.
生じる事柄が何一つあなたから隠されないことによって恐るべき者と見え、処罰を過ちよりも軽くすることによって温厚であると見えなさい。
§24ἀρχικὸς εἶναι βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας καὶ νομίζειν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἄμεινον ἑαυτῶν σὲ βουλεύεσθαι.
支配者らしくあることを望みなさい。 それは過酷さや厳しく処罰することによってではなく、すべての人があなたの知性にひれ伏し、彼ら自身の安全のために彼ら自身よりもあなたの方がより良く考えてくれていると信じることによってである。
πολεμικὸς μὲν ἴσθι ταῖς ἐπιστήμαις καὶ ταῖς παρασκευαῖς, εἰρηνικὸς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πλεονεκτεῖν.
知識と軍事準備においては戦争に長けた者であり、正義に反していかなる不当な利も貪らないことによって平和を好む者でありなさい。
οὕτως ὁμίλει τῶν πόλεων πρὸς τὰς ἥττους, ὥσπερ ἂν τὰς κρείττους πρὸς ἑαυτὸν ἀξιώσειας.
より弱い都市に対しては、より強い都市があなた自身に対して振る舞うことを要求するであろうように交わりなさい。
§25φιλονείκει μὴ περὶ πάντων, ἀλλὰ περὶ ὧν ἂν κρατήσαντί σοι μέλλῃ συνοίσειν.
すべての事柄について張り合うのではなく、勝利したときにあなたに利益をもたらすであろう事柄について張り合いなさい。
φαύλους ἡγοῦ μὴ τοὺς συμφερόντως ἡττωμένους, ἀλλὰ τοὺς μετὰ βλάβης περιγιγνομένους.
有益な形で敗北する者たちではなく、害を伴って勝利する者たちを卑小な者とみなしなさい。
μεγαλόφρονας νόμιζε μὴ τοὺς μείζω περιβαλλομένους ὧν οἷοί τʼ εἰσὶ κατασχεῖν, ἀλλὰ τοὺς καλῶν μὲν ἐφιεμένους, ἐξεργάζεσθαι δὲ δυναμένους οἷς ἂν ἐπιχειρῶσιν. §26ζήλου μὴ τοὺς μεγίστην ἀρχὴν κτησαμένους, ἀλλὰ τοὺς ἄριστα τῇ παρούσῃ χρησαμένους, καὶ νόμιζε τελέως εὐδαιμονήσειν οὐκ ἐὰν πάντων ἀνθρώπων μετὰ φόβων καὶ κινδύνων καὶ κακίας ἄρξῃς, ἀλλʼ ἂν τοιοῦτος ὢν οἷον χρὴ καὶ πράττων ὥσπερ ἐν τῷ παρόντι μετρίων ἐπιθυμῇς καὶ μηδενὸς τούτων ἀτυχῇς.
気高き者とは、維持できる以上の大きなものを手に入れる者ではなく、立派なものを志し、企てることを成し遂げることができる者たちであると考えなさい。 最大の支配権を獲得した者ではなく、手元にあるものを最もよく用いた者をうらやみなさい。 そして、恐怖と危険と悪徳を伴ってすべての人々を支配することによって完全に幸福になるのではなく、あるべき姿のままであり、今行っているように振る舞いつつ、中庸なものを望み、それらのどれをも逃さないならば、完全に幸福になるのだと考えなさい。