- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg013.humanitext-grc2:18-26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
王としての現実的な統治と実務のあり方、市民との関わり方、神々への崇拝の精神、そして真に気高く幸福な支配者としての心構えを説く。
τὰς μὲν ἐργασίας αὐτοῖς καθίστη κερδαλέας, τὰς δὲ πραγματείας1 ἐπιζημίους, ἵνα τὰς μὲν φεύγωσι, πρὸς δὲ τὰς προθυμότερον ἔχωσιν. τὰς κρίσεις ποιοῦ περὶ ὧν ἂν πρὸς ἀλλήλους ἀμφισβητῶσι, μὴ πρὸς χάριν μηδʼ ἐναντίας ἀλλήλαις, ἀλλʼ ἀεὶ ταὐτὰ περὶ τῶν αὐτῶν γίγνωσκε· καὶ γὰρ πρέπει καὶ συμφέρει τὴν τῶν βασιλέων γνώμην ἀκινήτως ἔχειν περὶ τῶν δικαίων, ὥσπερ τοὺς νόμους τοὺς καλῶς κειμένους. οἴκει τὴν πόλιν ὁμοίως ὥσπερ τὸν πατρῷον οἶκον, ταῖς μὲν κατασκευαῖς λαμπρῶς καὶ βασιλικῶς, ταῖς δὲ πράξεσιν ἀκριβῶς, ἵνʼ εὐδοκιμῇς ἅμα καὶ διαρκῇς. τὴν μεγαλοπρέπειαν ἐπιδείκνυσο μηδʼ ἐν μιᾷ τῶν πολυτελειῶν τῶν εὐθὺς ἀφανιζομένων, ἀλλʼ ἔν τε τοῖς προειρημένοις καὶ τῷ κάλλει τῶν κτημάτων καὶ ταῖς τῶν φίλων εὐεργεσίαις· τὰ γὰρ τοιαῦτα τῶν ἀναλωμάτων αὐτῷ τε σοὶ παραμενεῖ, καὶ τοῖς ἐπιγιγνομένοις πλείονος ἄξια τῶν δεδαπανημένων καταλείψεις.
市民たちにとって、生産的な仕事を利益になるようにし、厄介な紛争を不利益になるようにしなさい。それは彼らが後者を避け、前者により熱心に取り組むようにするためである。市民たちが互いに争う事柄については、ひいきによらず、また互いに矛盾することなく判決を下し、常に同じ事柄について同じ判断を下しなさい。なぜなら、王たちの判断は、適切に制定された法律のように、正義に関して不動であることがふさわしく、また有益だからである。国家を、まるで祖先から受け継いだ家のように治めなさい。設備や調度においては華麗かつ王者にふさわしく、実務においては厳密にしなさい。あなたが名声を博すと同時に、財政的にも持ちこたえることができるように。ただちに消え去るいかなる贅沢においてではなく、前述のことや、所有物の美しさ、そして友への恩恵において、あなたの気品を示しなさい。なぜなら、このような支出はあなた自身にとっても残り続け、後世の人々に対して、費やした以上の価値のあるものとして残すことになるからである。
τὰ μὲν πρὸς τοὺς θεοὺς ποίει μὲν ὡς οἱ πρόγονοι κατέδειξαν, ἡγοῦ δὲ θῦμα τοῦτο κάλλιστον εἶναι καὶ θεραπείαν μεγίστην, ἂν ὡς βέλτιστον καὶ δικαιότατον σαυτὸν παρέχῃς· μᾶλλον γὰρ ἐλπὶς τοὺς τοιούτους ἢ τοὺς ἱερεῖα πολλὰ καταβάλλοντας πράξειν τι παρὰ τῶν θεῶν ἀγαθόν. τίμα ταῖς μὲν ἀρχαῖς τῶν φίλων τοὺς οἰκειοτάτους, ταῖς δʼ ἀληθείαις αὐταῖς2 τοὺς εὐνουστάτους.
神々に関する事柄は、先祖が示した通りに行いなさい。そして、もしあなた自身を最も優れ、最も正しい者として差し出すなら、これこそが最も美しい犠牲であり最大の崇拝であると考えなさい。なぜなら、多くの犠牲獣を屠る者たちよりも、このような人々の方が、神々から何らかの善いことを得る見込みがあるからである。公職においては友人のうち最も身近な者たちを、真の信頼においては最も好意的な者たちを重用しなさい。
φυλακὴν ἀσφαλεστάτην ἡγοῦ τοῦ σώματος εἶναι τήν τε τῶν φίλων ἀρετὴν καὶ τὴν τῶν πολιτῶν εὔνοιαν καὶ τὴν σαυτοῦ φρόνησιν· διὰ γὰρ τούτων καὶ κτᾶσθαι καὶ σώζειν τὰς τυραννίδας μάλιστʼ ἄν τις δύναιτο. κήδου τῶν οἴκων τῶν πολιτικῶν, καὶ νόμιζε καὶ τοὺς δαπανῶντας ἀπὸ τῶν σῶν ἀναλίσκειν καὶ τοὺς ἐργαζομένους τὰ σὰ πλείω ποιεῖν· ἅπαντα γὰρ τὰ τῶν οἰκούντων τὴν πόλιν οἰκεῖα τῶν καλῶς βασιλευόντων ἐστί.
身の安全の最も確実な護りは、友人の徳、市民の好意、そしてあなた自身の思慮であると考えなさい。なぜなら、これらを通じてこそ、支配権を獲得し、また維持することが最もよくできるからである。市民たちの家計を気遣いなさい。そして、消費する者たちもあなたの資産を費やしており、働く者たちもあなたの資産を増やしていると考えなさい。なぜなら、国家に住む人々の全財産は、立派に統治する王たちの固有のものだからである。
διὰ παντὸς τοῦ χρόνου τὴν ἀλήθειαν οὕτω φαίνου προτιμῶν, ὥστε πιστοτέρους εἶναι τοὺς σοὺς λόγους μᾶλλον ἢ τοὺς τῶν ἄλλων ὅρκους. ἅπασι μὲν τοῖς ξένοις ἀσφαλῆ τὴν πόλιν πάρεχε καὶ πρὸς τὰ συμβόλαια νόμιμον, περὶ πλείστου δὲ ποιοῦ τῶν ἀφικνουμένων μὴ τοὺς σοὶ δωρεὰς ἄγοντας, ἀλλὰ τοὺς παρὰ σοῦ λαμβάνειν ἀξιοῦντας· τιμῶν γὰρ τοὺς τοιούτους μᾶλλον παρὰ τοῖς ἄλλοις εὐδοκιμήσεις.
常に真実を重んじているように見せなさい、あなたの言葉が他人の誓いよりも信頼されるほどに。すべての外国人に対して、国家を安全にし、契約において法を守る場所にしなさい。そして、訪れる人々の中で、あなたに贈り物を携えてくる者ではなく、あなたから受け取るにふさわしい人々を最も重んじなさい。なぜなら、このような人々を優遇することで、あなたは他者からより高い評判を得るだろうからである。
τοὺς πολλοὺς φόβους ἐξαίρει τῶν πολιτῶν, καὶ μὴ βούλου περιδεεῖς εἶναι τοὺς μηδὲν ἀδικοῦντας· ὅπως γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς ἐκείνους ἕξεις.3 ποίει μὲν μηδὲν μετʼ ὀργῆς, δόκει δὲ τοῖς ἄλλοις, ὅταν σοι καιρὸς ᾖ. δεινὸς μὲν φαίνου τῷ μηδέν σε λανθάνειν τῶν γιγνομένων, πρᾶος δὲ τῷ τὰς τιμωρίας ἐλάττους ποιεῖσθαι τῶν ἁμαρτανομένων.
市民から多くの恐怖を取り除き、何ら非のない者たちが怯えることを望んではならない。あなたが他者を自分に対してどのような気持ちにさせるかによって、あなた自身も彼らに対してそのようになるからである。怒りをもって何事も行ってはならない。しかし、好機においては、他者にはそのように見せなさい。生じる事柄が何一つあなたから隠されないことによって恐るべき者と見え、処罰を過ちよりも軽くすることによって温厚であると見えなさい。
ἀρχικὸς εἶναι βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας καὶ νομίζειν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἄμεινον ἑαυτῶν σὲ βουλεύεσθαι. πολεμικὸς μὲν ἴσθι ταῖς ἐπιστήμαις καὶ ταῖς παρασκευαῖς, εἰρηνικὸς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πλεονεκτεῖν. οὕτως ὁμίλει τῶν πόλεων πρὸς τὰς ἥττους, ὥσπερ ἂν τὰς κρείττους πρὸς ἑαυτὸν ἀξιώσειας.
支配者らしくあることを望みなさい。それは過酷さや厳しく処罰することによってではなく、すべての人があなたの知性にひれ伏し、彼ら自身の安全のために彼ら自身よりもあなたの方がより良く考えてくれていると信じることによってである。知識と軍事準備においては戦争に長けた者であり、正義に反していかなる不当な利も貪らないことによって平和を好む者でありなさい。より弱い都市に対しては、より強い都市があなた自身に対して振る舞うことを〔あなたが〕要求するであろうように交わりなさい。
φιλονείκει μὴ περὶ πάντων, ἀλλὰ περὶ ὧν ἂν κρατήσαντί σοι μέλλῃ συνοίσειν. φαύλους ἡγοῦ μὴ τοὺς συμφερόντως ἡττωμένους, ἀλλὰ τοὺς μετὰ βλάβης περιγιγνομένους.4 μεγαλόφρονας νόμιζε μὴ τοὺς μείζω περιβαλλομένους ὧν οἷοί τʼ εἰσὶ κατασχεῖν, ἀλλὰ τοὺς καλῶν μὲν ἐφιεμένους, ἐξεργάζεσθαι δὲ δυναμένους οἷς ἂν ἐπιχειρῶσιν.
すべての事柄について張り合うのではなく、勝利したときにあなたに利益をもたらすであろう事柄について張り合いなさい。有益な形で敗北する者たちではなく、害を伴って勝利する者たちを卑小な者とみなしなさい。気高き者とは、維持できる以上の大きなものを手に入れる者ではなく、立派なものを志し、企てることを成し遂げることができる者たちであると考えなさい。
ζήλου μὴ τοὺς μεγίστην ἀρχὴν κτησαμένους, ἀλλὰ τοὺς ἄριστα τῇ παρούσῃ χρησαμένους, καὶ νόμιζε τελέως εὐδαιμονήσειν οὐκ ἐὰν πάντων ἀνθρώπων μετὰ φόβων καὶ κινδύνων καὶ κακίας ἄρξῃς, ἀλλʼ ἂν τοιοῦτος ὢν οἷον χρὴ καὶ πράττων ὥσπερ ἐν τῷ παρόντι μετρίων ἐπιθυμῇς καὶ μηδενὸς τούτων ἀτυχῇς.5
最大の支配権を獲得した者ではなく、手元にあるものを最もよく用いた者をうらやみなさい。そして、恐怖と危険と悪徳を伴ってすべての人々を支配することによって完全に幸福になるのではなく、あるべき姿のままであり、今行っているように振る舞いつつ、中庸なものを望み、それらのどれをも逃さないならば、完全に幸福になるのだと考えなさい。
- 18τὰς μὲν ἐργασίας ... τὰς δὲ πραγματείας
ここでの ἐργασία は生産的な活動や商業活動を指し、πραγματεία は厄介な訴訟や法的な紛争を意味する。文脈上、対比的に配置され、王が市民の生産活動を推奨し、訴訟活動を抑制すべきであることを示している。
- 20ταῖς μὲν ἀρχαῖς ... ταῖς δʼ ἀληθείαις αὐταῖς
与格の対比。「公職・支配権(ἀρχαῖς)」においては血縁や親しい者を登用しつつも、「真の現実(ἀληθείαις αὐταῖς)」においては真に好意を抱く誠実な者を重用せよ、という現実的な宮廷統治の二重基準を指している。
- 23ὅπως γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς ἐκείνους ἕξεις
「他者をあなたに対してどのような状態(気持ち)にさせるか(διαθῇς:διατίθημι の接続法アオリスト2人称単数、ἄν とともに一般的条件節を形成)によって、あなた自身も彼らに対してそのようになる」という心理的相互作用を述べている。恐怖政治を行う者は自身も市民を恐れることになる、という教訓。
- 25τοὺς μετὰ βλάβης περιγιγνομένους
分詞 περιγιγνομένους(περιγίγνομαι「上回る、勝利する」の現在分詞)は、ここでは「他者より優位に立つ」または「勝利する」ことを意味する。したがって、この句は「(自分や他者に)害を伴いながら(あるいは害を被って)勝利する者たち」を指し、直前の「有益な形で敗北する者たち(τοὺς συμφερόντως ἡττωμένους)」と対照されている。
- 26μηδενὸς τούτων ἀτυχῇς
動詞 ἀτυχέω(〜を逃す、〜において不運に遭う)は属格を支配するため、τούτων は「中庸なもの(μετρίων)」を先行詞とする属格代名詞である。全体として、「それら(適度な望み)のいずれも手に入れ損ねることがない」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
