§9πρῶτον μὲν οὖν σκεπτέον τί τῶν βασιλευόντων ἔργον ἐστίν·
因此,首先必须探讨统治者的职责是什么。
ἂν γὰρ ἐν κεφαλαίοις τὴν δύναμιν ὅλου τοῦ πράγματος καλῶς περιλάβωμεν, ἐνταῦθʼ ἀποβλέποντες ἄμεινον καὶ περὶ τῶν μερῶν ἐροῦμεν.
因为如果我们能提纲挈领地把握整个事情的要旨,那么以此为指引,我们也就能更好地论述其中的各个部分。
οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι προσήκειν αὐτοῖς πόλιν δυστυχοῦσαν παῦσαι καὶ καλῶς πράττουσαν διαφυλάξαι καὶ μεγάλην ἐκ μικρᾶς ποιῆσαι· τὰ γὰρ ἄλλα τὰ συμπίπτοντα κατὰ τὴν ἡμέραν ἑκάστην τούτων ἕνεκα πρακτέον ἐστί.
事实上,我认为所有人都会同意,使处于不幸中的城邦摆脱困境、保持繁荣昌盛的城邦、使弱小的城邦变得强大,是适合他们的职责;因为每日发生的其他一切事务,都必须为了这些目的而进行。
§10καὶ μὴν ἐκεῖνό γε φανερόν, ὅτι δεῖ τοὺς ταῦτα δυνησομένους καὶ περὶ τηλικούτων βουλευομένους μὴ ῥᾳθυμεῖν μηδʼ ἀμελεῖν, ἀλλὰ σκοπεῖν ὅπως φρονιμώτερον διακείσονται τῶν ἄλλων· δέδεικται γὰρ ὅτι τοιαύτας τὰς βασιλείας ἕξουσιν, οἵας ἂν τὰς ἑαυτῶν γνώμας παρασκευάσωσιν.
此外,有一点是显而易见的:那些将有能力做到这些、并对如此重大的事务进行决策的人,绝不能怠惰和疏忽,而必须考虑如何使自己比其他人更为睿智;因为事实已经表明,他们将拥有怎样的王国,取决于他们将自己的心智塑造成怎样的状态。
§11ὥστε οὐδενὶ τῶν ἀσκητῶν οὕτω προσήκει τὸ σῶμα γυμνάζειν, ὡς τοῖς βασιλεῦσι τὴν ψυχὴν τὴν ἑαυτῶν· ἅπασαι γὰρ αἱ πανηγύρεις οὐδὲν μέρος τιθέασιν τούτων τῶν ἄθλων, περὶ ὧν ὑμεῖς καθʼ ἑκάστην τὴν ἡμέραν ἀγωνίζεσθε.
因此,任何运动员锻炼身体,都远不如君王锻炼自己的心灵那般合适;因为所有盛大的节日集会,其设立的竞赛奖赏,都无法与你们每天所奋斗的那些博弈相提并论。
ὧν ἐνθυμούμενον χρὴ προσέχειν τὸν νοῦν, ὅπως ὅσον περ ταῖς τιμαῖς τῶν ἄλλων προέχεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς αὐτῶν διοίσεις.
牢记这些,你应当专注心神,使自己在美德上超越他人的程度,恰如你在荣誉上超越他们一样。
§12καὶ μὴ νόμιζε τὴν ἐπιμέλειαν ἐν μὲν τοῖς ἄλλοις πράγμασι χρησίμην εἶναι, πρὸς δὲ τὸ βελτίους ἡμᾶς καὶ φρονιμωτέρους γίγνεσθαι μηδεμίαν δύναμιν ἔχειν· μηδὲ καταγνῷς τῶν ἀνθρώπων τοσαύτην δυστυχίαν, ὡς περὶ μὲν τὰ θηρία τέχνας εὑρήκαμεν αἷς αὐτῶν τὰς ψυχὰς ἡμεροῦμεν καὶ πλείονος ἀξίας ποιοῦμεν, ἡμᾶς δʼ αὐτοὺς οὐδὲν ἂν πρὸς ἀρετὴν ὠφελήσαιμεν.
并且不要以为,勤勉只在其他事务中有用,而在使我们变得更好和更聪慧方面却毫无作用;也绝不要给人类判定如此巨大的不幸,仿佛我们为野兽发明了驯化其心性并增加其价值的技能,却无法让自己在美德上获得任何益处。
ἀλλʼ ὡς καὶ τῆς παιδεύσεως καὶ τῆς ἐπιμελείας μάλιστα δυναμένης τὴν ἡμετέραν φύσιν εὐεργετεῖν, οὕτω διάκεισο τὴν γνώμην, §13καὶ τῶν τε παρόντων τοῖς φρονιμωτάτοις πλησίαζε καὶ τῶν ἄλλων οὓς ἂν δύνῃ μεταπέμπου, καὶ μήτε τῶν ποιητῶν τῶν εὐδοκιμούντων μήτε τῶν σοφιστῶν μηδενὸς οἴου δεῖν ἀπείρως ἔχειν, ἀλλὰ τῶν μὲν ἀκροατὴς γίγνου τῶν δὲ μαθητής, καὶ παρασκεύαζε σεαυτὸν τῶν μὲν ἐλαττόνων κριτὴν τῶν δὲ μειζόνων ἀγωνιστήν· διὰ γὰρ τούτων τῶν γυμνασίων τάχιστʼ ἂν γένοιο τοιοῦτος, οἷον ὑπεθέμεθα δεῖν εἶναι τὸν ὀρθῶς βασιλεύσοντα καὶ τὴν πόλιν ὡς χρὴ διοικήσοντα.
而应当抱持这样的信念:教育和勤勉最能造福我们的天性;并且,既要与身边最聪慧的人交往,也要派人去请你能请到的其他智者,无论是有名的诗人还是智者,都不要认为自己可以一无所知,而要成为前者的倾听者,成为后者的学习者,并使自己准备好,在较小的事务上做评判者,在重大的事务上做竞争者;因为通过这些磨炼,你将最快地成为像我们所设想的那样,一个能够正确统治并妥善治理城邦的人。
μάλιστα δʼ ἂν αὐτὸς ὑπὸ σαυτοῦ παρακληθείης, §14εἰ δεινὸν ἡγήσαιο τοὺς χείρους τῶν βελτιόνων ἄρχειν καὶ τοὺς ἀνοητοτέρους τοῖς φρονιμωτέροις προστάττειν· ὅσῳ γὰρ ἂν ἐρρωμενεστέρως τὴν τῶν ἄλλων ἄνοιαν ἀτιμάσῃς, τοσούτῳ μᾶλλον τὴν αὑτοῦ διάνοιαν ἀσκήσεις.
而你最能受到自身的激励,如果你认为,让低劣的人统治优秀的人、让愚蠢的人命令明智的人,是一件极其荒谬的事;因为你越是强烈地鄙视他人的愚昧,你就越会加倍地磨炼自己的智慧。
§15ἄρχεσθαι μὲν οὖν ἐντεῦθεν χρὴ τοὺς μέλλοντάς τι τῶν δεόντων ποιήσειν, πρὸς δὲ τούτοις φιλάνθρωπον εἶναι δεῖ καὶ φιλόπολιν· οὔτε γὰρ ἵππων οὔτε κυνῶν οὔτʼ ἄλλου πράγματος οὐδενὸς οἷόν τε καλῶς ἄρχειν, ἂν μή τις χαίρῃ τούτοις ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν.
因此,凡是立志履行职责的人,都必须从这里开始;此外,还必须热爱人类、热爱城邦;因为无论是马、狗还是其他任何事物,如果一个人不喜爱他所必须照顾的对象,就不可能好好地管理它们。
μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ κεχαρισμένως αὐτοῖς ἄρχειν, §16γιγνώσκων ὅτι καὶ τῶν ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖτον χρόνον διαμένουσιν, αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύωσιν.
你要关怀大众,并把以受他们欢迎的方式进行统治视为头等大事,因为深知,无论是在寡头制还是其他政体中,唯有那些最能善待大众的政权,才能维持最长久的时间。
καλῶς δὲ δημαγωγήσεις, ἔαν μήθʼ ὑβρίζειν τὸν ὄχλον ἐᾷς μήθʼ ὑβριζόμενον περιορᾷς, ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτιστοι μὲν τὰς τιμὰς ἕξουσιν, οἱ δʼ ἄλλοι μηδὲν ἀδικήσονται· ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς πολιτείας ἐστίν.
如果你既不纵容民众胡作非为,也不容忍他们遭受欺凌,你就能很好地引导人民;而是要确保最优秀的人获得荣誉,而其他人不受任何委屈;因为这些是良好政体的首要且最大的基本要素。
§17τῶν προσταγμάτων καὶ τῶν ἐπιτηδευμάτων κίνει καὶ μετατίθει τὰ μὴ καλῶς καθεστῶτα, καὶ μάλιστα μὲν εὑρετὴς γίγνου τῶν βελτίστων, εἰ δὲ μή, μιμοῦ τὰ παρὰ τοῖς ἄλλοις ὀρθῶς ἔχοντα.
在法令和规章制度中,凡是确立得不妥当的,就要加以修改和变更,最好能亲自发明最善之策,若不能,则效仿其他地方正确可行的做法。
ζήτει νόμους τὸ μὲν σύμπαν δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμένους, πρὸς δὲ τούτοις οἵ τινες τὰς μὲν ἀμφισβητήσεις ὡς ἐλαχίστας τὰς δὲ διαλύσεις ὡς οἷόν τε ταχίστας τοῖς πολίταις ποιοῦσι· ταῦτα γὰρ ἅπαντα προσεῖναι δεῖ τοῖς καλῶς κειμένοις νόμοις.
寻求总体上公正、有利且自相一致的法律,此外,还要寻求能让公民之间的争端尽可能少、解决争端尽可能迅速的法律;因为所有这些品质都应当存在于制定良好的法律之中。