§33τούτοις μὲν οὖν οὐδεὶς λόγος ὑπολείπεται τηλικαῦτα τὸ μέγεθος ἐξημαρτηκόσι, τοῖς δὲ συναγορεύειν βουλομένοις ἐκεῖνος μόνος, ὡς νῦν μὲν ἡ Βοιωτία προπολεμεῖ τῆς ὑμετέρας χώρας, ἢν δὲ διαλύσησθε τὴν πρὸς τούτους φιλίαν, ἀσύμφορα τοῖς συμμάχοις διαπράξεσθε· μεγάλην γὰρ ἔσεσθαι τὴν ῥοπήν, εἰ μετὰ Λακεδαιμονίων ἡ τούτων γενήσεται πόλις.
因此,对于犯下如此重罪的这些人来说,已经没有任何辩解的余地;而对于那些想要为他们辩护的人来说,唯一的论点是:现在波奥蒂亚在为你们的领土充当屏障,如果你们取消与他们的友好关系,你们将使盟友处于不利的境地;因为他们声称,如果他们的城邦倒向刻代蒙人,局势的倾斜将是巨大的。
§34ἐγὼ δʼ οὔτε τοῖς συμμάχοις ἡγοῦμαι λυσιτελεῖν τοὺς ἀσθενεστέρους τοῖς κρείττοσι δουλεύειν, καὶ γὰρ τὸν παρελθόντα χρόνον ὑπὲρ τούτων ἐπολεμήσαμεν, οὔτε Θηβαίους εἰς τοῦτο μανίας ἥξειν ὥστʼ ἀποστάντας τῆς συμμαχίας Λακεδαιμονίοις ἐνδώσειν τὴν πόλιν, οὐχ ὡς πιστεύων τοῖς τούτων ἤθεσιν, ἀλλʼ οἶδʼ ὅτι γιγνώσκουσιν ὡς δυοῖν θάτερον ἀναγκαῖόν ἐστιν αὐτοῖς, ἢ μένοντας ἀποθνῄσκειν καὶ πάσχειν οἷά περ ἐποίησαν, ἢ φεύγοντας ἀπορεῖν καὶ τῶν ἐλπίδων ἁπασῶν ἐστερῆσθαι.
但我认为,让弱者屈从于强者对盟友并无益处——因为我们在过去正是为了这些原则而战——我也不认为底比斯人会陷入如此疯狂的境地,以至于背叛同盟并将城邦献给拉刻代蒙人。 这并不是因为我信任他们的品性,而是因为我知道他们明白,两种命运必居其一:要么留下来等死,遭受他们曾施加于他人的痛苦;要么流亡、挨饿并失去所有的希望。
§35πότερα γὰρ τὰ πρὸς τοὺς πολίτας αὐτοῖς ἔχει καλῶς, ὧν τοὺς μὲν ἀποκτείναντες, τοὺς δʼ ἐκ τῆς πόλεως ἐκβαλόντες διηρπάκασι τὰς οὐσίας, ἢ τὰ πρὸς τοὺς ἄλλους Βοιωτούς, ὧν οὐκ ἄρχειν μόνον ἀδίκως ἐπιχειροῦσιν, ἀλλὰ τῶν μὲν τὰ τείχη κατεσκάφασι, τῶν δὲ καὶ τὴν χώραν ἀπεστερήκασιν;
因为他们与自己公民的关系良好吗? 他们杀害了其中的一些人,将另一些人驱逐出城邦并掠夺了他们的财产。 还是他们与其他波奥蒂亚人的关系良好? 他们不仅企图不公正地统治他们,而且还拆毁了一些人的城墙,并剥夺了另一些人的土地。
§36ἀλλὰ μὴν οὐδʼ ἐπὶ τὴν ὑμετέραν πόλιν οἷόν τʼ αὐτοῖς ἐπανελθεῖν ἐστίν, ἣν οὕτω συνεχῶς φανήσονται προδιδόντες.
再者,他们也不可能再投靠你们的城邦,因为显而易见,他们一直在背叛你们。
ὥστʼ οὐκ ἔστιν ὅπως βουλήσονται πρὸς ὑμᾶς ὑπὲρ τῆς ἀλλοτρίας διενεχθέντες τὴν αὑτῶν πόλιν οὕτως εἰκῇ καὶ προδήλως ἀποβαλεῖν, ἀλλὰ πολὺ κοσμιώτερον διακείσονται πρὸς ἁπάσας τὰς πράξεις, καὶ τοσούτῳ πλείω ποιήσονται θεραπείαν ὑμῶν, ὅσῳ περ ἂν μᾶλλον περὶ σφῶν αὐτῶν δεδίωσιν.
因此,他们绝不可能因为与你们争夺他人的土地,就甘愿如此轻率且显然地失去自己的城邦;相反,他们在一切事务中都会表现得规矩得多,并且他们对自己越是感到恐惧,就越会加倍地讨好你们。
§37ἐπεδείξαντο δʼ ὑμῖν ὡς χρὴ τῇ φύσει χρῆσθαι τῇ τούτων ἐξ ὧν ἔπραξαν περὶ Ὠρωπόν·
他们通过在奥罗波斯所做的事情,向你们展示了应当如何应对他们的本性。
ὅτε μὲν γὰρ ἐξουσίαν ἤλπισαν αὑτοῖς ἔσεσθαι ποιεῖν, ὅ τι ἂν βουληθῶσιν, οὐχ ὡς συμμάχοις ὑμῖν προσηνέχθησαν, ἀλλʼ ἅπερ ἂν εἰς τοὺς πολεμιωτάτους ἐξαμαρτεῖν ἐτόλμησαν·
因为当他们期望自己能够为所欲为时,他们对待你们的态度根本不像是盟友,而是竟敢做出即使对最凶恶的敌人也未必敢做出的不法行为。
ἐπειδὴ δʼ ἐκσπόνδους αὐτοὺς ἀντὶ τούτων ἐψηφίσασθε ποιῆσαι, παυσάμενοι τῶν φρονημάτων ἦλθον ὡς ὑμᾶς ταπεινότερον διατεθέντες ἢ νῦν ἡμεῖς τυγχάνομεν ἔχοντες.
但是,当你们因此投票决定将他们排除在条约之外时,他们便收敛了傲慢,以比我们现在的处境还要低贱的姿态来到了你们面前。
§38ὥστʼ ἤν τινες ὑμᾶς ἐκφοβῶσι τῶν ῥητόρων ὡς κίνδυνός ἐστι, μὴ μεταβάλωνται καὶ γένωνται μετὰ τῶν πολεμίων, οὐ χρὴ πιστεύειν· τοιαῦται γὰρ αὐτοὺς ἀνάγκαι κατειλήφασιν, ὥστε πολὺ ἂν θᾶττον τὴν ὑμετέραν ἀρχὴν ἢ τὴν Λακεδαιμονίων συμμαχίαν ὑπομείναιεν.
因此,如果有任何演说家以他们可能会倒戈并加入敌人一方的危险来恐吓你们,绝不要相信他们;因为他们已经被如此迫切的处境所困,以至于他们宁愿忍受你们的统治,也绝不愿屈从于拉刻代蒙人的同盟。
§39εἰ δʼ οὖν καὶ τἀναντία μέλλοιεν ἅπαντα πράξειν, οὐδʼ οὕτως ἡγοῦμαι προσήκειν ὑμῖν τῆς Θηβαίων πόλεως πλείω ποιήσασθαι λόγον ἢ τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἐνθυμουμένους πρῶτον μὲν ὡς οὐ τοὺς κινδύνους, ἀλλὰ τὰς ἀδοξίας καὶ τὰς αἰσχύνας φοβεῖσθαι πάτριον ὑμῖν ἐστιν, ἔπειθʼ ὅτι συμβαίνει κρατεῖν ἐν τοῖς πολέμοις οὐ τοὺς βίᾳ τὰς πόλεις καταστρεφομένους, ἀλλὰ τοὺς ὁσιώτερον καὶ πραότερον τὴν Ἑλλάδα διοικοῦντας.
但即使他们真的要做出完全相反的事情,我也不认为你们应当把底比斯城邦看得比誓言和条约更重要。 你们首先应当记住,不惧怕危险、而惧怕恶名与耻辱是你们祖传的精神;其次,在战争中获得胜利的,并不是那些用暴力征服城邦的人,而是那些以更虔敬、更温和的方式治理希腊的人。
§40καὶ ταῦτʼ ἐπὶ πλειόνων μὲν ἄν τις παραδειγμάτων ἔχοι διελθεῖν·
人们可以用更多的例子来说明这些道理。
τὰ δʼ οὖν ἐφʼ ἡμῶν γενόμενα τίς οὐκ οἶδεν, ὅτι καὶ Λακεδαιμόνιοι τὴν δύναμιν τὴν ὑμετέραν ἀνυπόστατον δοκοῦσαν εἶναι κατέλυσαν, μικρὰς μὲν ἀφορμὰς εἰς τὸν πόλεμον τὸν κατὰ θάλατταν τὸ πρῶτον ἔχοντες, διὰ δὲ τὴν δόξαν ταύτην προσαγόμενοι τοὺς Ἕλληνας, καὶ πάλιν ὑμεῖς τὴν ἀρχὴν ἀφείλεσθε τὴν ἐκείνων, ἐξ ἀτειχίστου μὲν τῆς πόλεως ὁρμηθέντες καὶ κακῶς πραττούσης, τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον;
但无论如何,在我们这个时代发生的事情,谁人不知? 拉刻代蒙人推翻了你们看似不可战胜的力量,他们起初在海上战争中只有很少的资源,却凭借这种正义的声誉争取到了希腊人;而你们又再次夺走了他们的统治权,当时你们是从一个没有城墙、处境艰难的城市出发,却以正义为盟友。
§41καὶ τούτων ὡς οὐ βασιλεὺς αἴτιος ἦν ὁ τελευταῖος χρόνος σαφῶς ἐπέδειξεν·
最近的时期已经清楚地表明,这些事情的原因并不是波斯国王。
ἔξω γὰρ αὐτοῦ τῶν πραγμάτων γεγενημένου, καὶ τῶν μὲν ὑμετέρων ἀνελπίστως ἐχόντων, Λακεδαιμονίοις δὲ σχεδὸν ἁπασῶν τῶν πόλεων δουλευουσῶν, ὅμως αὐτῶν τοσοῦτον περιεγένεσθε πολεμοῦντες ὥστʼ ἐκείνους ἀγαπητῶς ἰδεῖν τὴν εἰρήνην γενομένην.
因为在波斯国王置身事外、你们的处境毫无希望,且几乎所有的城邦都臣服于拉刻代蒙人的时候,你们依然在战争中压倒了他们,以至于他们十分庆幸能看到和平的实现。
§42μηδεὶς οὖν ὑμῶν ὀρρωδείτω μετὰ τοῦ δικαίου ποιούμενος τοὺς κινδύνους, μηδʼ οἰέσθω συμμάχων ἀπορήσειν, ἂν τοῖς ἀδικουμένοις ἐθέλητε βοηθεῖν ἀλλὰ μὴ Θηβαίοις μόνοις·
因此,你们当中谁也不要害怕在正义的一方承担危险,也不要以为如果你们愿意帮助受害者而不是仅仅帮助底比斯人,就会缺少盟友。
οἷς νῦν τἀναντία ψηφισάμενοι πολλοὺς ἐπιθυμεῖν ποιήσετε τῆς ὑμετέρας φιλίας.
通过在今天做出与他们相反的决议,你们将使许多人渴望得到你们的友谊。
ἢν γὰρ ἐνδείξησθʼ ὡς ὁμοίως ἅπασιν ὑπὲρ τῶν συνθηκῶν παρεσκεύασθε πολεμεῖν,
因为如果你们展示出,你们已经准备好为了所有人的条约而平等地战斗,