§33τούτοις μὲν οὖν οὐδεὶς λόγος ὑπολείπεται τηλικαῦτα τὸ μέγεθος ἐξημαρτηκόσι, τοῖς δὲ συναγορεύειν βουλομένοις ἐκεῖνος μόνος, ὡς νῦν μὲν ἡ Βοιωτία προπολεμεῖ τῆς ὑμετέρας χώρας, ἢν δὲ διαλύσησθε τὴν πρὸς τούτους φιλίαν, ἀσύμφορα τοῖς συμμάχοις διαπράξεσθε· μεγάλην γὰρ ἔσεσθαι τὴν ῥοπήν, εἰ μετὰ Λακεδαιμονίων ἡ τούτων γενήσεται πόλις.
Therefore, no defense remains for these men, who have sinned to such a degree; but for those who wish to speak in their favor, there is only that single argument, namely, that Boeotia is now fighting in defense of your territory, and that if you dissolve your friendship with them, you will bring about what is disadvantageous to the allies; for they say that the turn of the scale will be great if their city sides with the Lacedaemonians.
§34ἐγὼ δʼ οὔτε τοῖς συμμάχοις ἡγοῦμαι λυσιτελεῖν τοὺς ἀσθενεστέρους τοῖς κρείττοσι δουλεύειν, καὶ γὰρ τὸν παρελθόντα χρόνον ὑπὲρ τούτων ἐπολεμήσαμεν, οὔτε Θηβαίους εἰς τοῦτο μανίας ἥξειν ὥστʼ ἀποστάντας τῆς συμμαχίας Λακεδαιμονίοις ἐνδώσειν τὴν πόλιν, οὐχ ὡς πιστεύων τοῖς τούτων ἤθεσιν, ἀλλʼ οἶδʼ ὅτι γιγνώσκουσιν ὡς δυοῖν θάτερον ἀναγκαῖόν ἐστιν αὐτοῖς, ἢ μένοντας ἀποθνῄσκειν καὶ πάσχειν οἷά περ ἐποίησαν, ἢ φεύγοντας ἀπορεῖν καὶ τῶν ἐλπίδων ἁπασῶν ἐστερῆσθαι.
But I think neither that it is advantageous for the allies that the weaker should be enslaved to the stronger—for indeed in the past we waged war on behalf of these very principles—nor that the Thebans will come to such a pitch of madness as to revolt from the alliance and surrender their city to the Lacedaemonians; not because I trust in their character, but because I know that they realize that one of two things is necessary for them: either to remain and die, suffering the very things they did, or to flee, be in want, and be deprived of all hopes.
§35πότερα γὰρ τὰ πρὸς τοὺς πολίτας αὐτοῖς ἔχει καλῶς, ὧν τοὺς μὲν ἀποκτείναντες, τοὺς δʼ ἐκ τῆς πόλεως ἐκβαλόντες διηρπάκασι τὰς οὐσίας, ἢ τὰ πρὸς τοὺς ἄλλους Βοιωτούς, ὧν οὐκ ἄρχειν μόνον ἀδίκως ἐπιχειροῦσιν, ἀλλὰ τῶν μὲν τὰ τείχη κατεσκάφασι, τῶν δὲ καὶ τὴν χώραν ἀπεστερήκασιν;
For is their relationship with their own citizens in a good state, some of whom they have killed, and others they have cast out of the city and plundered their property? Or is it their relationship with the other Boeotians, whom they not only try to rule unjustly, but of some they have razed the walls, and of others they have also deprived of their land?
§36ἀλλὰ μὴν οὐδʼ ἐπὶ τὴν ὑμετέραν πόλιν οἷόν τʼ αὐτοῖς ἐπανελθεῖν ἐστίν, ἣν οὕτω συνεχῶς φανήσονται προδιδόντες.
Moreover, neither is it possible for them to flee back to your city, which they will be seen to have betrayed so continuously.
ὥστʼ οὐκ ἔστιν ὅπως βουλήσονται πρὸς ὑμᾶς ὑπὲρ τῆς ἀλλοτρίας διενεχθέντες τὴν αὑτῶν πόλιν οὕτως εἰκῇ καὶ προδήλως ἀποβαλεῖν, ἀλλὰ πολὺ κοσμιώτερον διακείσονται πρὸς ἁπάσας τὰς πράξεις, καὶ τοσούτῳ πλείω ποιήσονται θεραπείαν ὑμῶν, ὅσῳ περ ἂν μᾶλλον περὶ σφῶν αὐτῶν δεδίωσιν.
So there is no way that they will wish, by quarreling with you over the land of others, to lose their own city so thoughtlessly and patently; rather, they will behave much more orderly in all their affairs, and they will show so much more court to you, by how much the more they fear for themselves.
§37ἐπεδείξαντο δʼ ὑμῖν ὡς χρὴ τῇ φύσει χρῆσθαι τῇ τούτων ἐξ ὧν ἔπραξαν περὶ Ὠρωπόν· ὅτε μὲν γὰρ ἐξουσίαν ἤλπισαν αὑτοῖς ἔσεσθαι ποιεῖν, ὅ τι ἂν βουληθῶσιν, οὐχ ὡς συμμάχοις ὑμῖν προσηνέχθησαν, ἀλλʼ ἅπερ ἂν εἰς τοὺς πολεμιωτάτους ἐξαμαρτεῖν ἐτόλμησαν· ἐπειδὴ δʼ ἐκσπόνδους αὐτοὺς ἀντὶ τούτων ἐψηφίσασθε ποιῆσαι, παυσάμενοι τῶν φρονημάτων ἦλθον ὡς ὑμᾶς ταπεινότερον διατεθέντες ἢ νῦν ἡμεῖς τυγχάνομεν ἔχοντες.
And they showed you how one ought to deal with their nature by what they did concerning Oropus; for when they hoped they would have the power to do whatever they wished, they did not behave toward you as allies, but dared to commit such offenses as they would against their bitterest enemies; but when in return for these things you voted to exclude them from the treaty, having ceased from their pride, they came to you in a more humble state than we happen to be in now.
§38ὥστʼ ἤν τινες ὑμᾶς ἐκφοβῶσι τῶν ῥητόρων ὡς κίνδυνός ἐστι, μὴ μεταβάλωνται καὶ γένωνται μετὰ τῶν πολεμίων, οὐ χρὴ πιστεύειν· τοιαῦται γὰρ αὐτοὺς ἀνάγκαι κατειλήφασιν, ὥστε πολὺ ἂν θᾶττον τὴν ὑμετέραν ἀρχὴν ἢ τὴν Λακεδαιμονίων συμμαχίαν ὑπομείναιεν.
Therefore, if any of the orators frighten you on the ground that there is a danger lest they should change sides and join the enemy, you must not believe them; for such necessities have beset them that they would much sooner submit to your rule than to the alliance of the Lacedaemonians.
§39εἰ δʼ οὖν καὶ τἀναντία μέλλοιεν ἅπαντα πράξειν, οὐδʼ οὕτως ἡγοῦμαι προσήκειν ὑμῖν τῆς Θηβαίων πόλεως πλείω ποιήσασθαι λόγον ἢ τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἐνθυμουμένους πρῶτον μὲν ὡς οὐ τοὺς κινδύνους, ἀλλὰ τὰς ἀδοξίας καὶ τὰς αἰσχύνας φοβεῖσθαι πάτριον ὑμῖν ἐστιν, ἔπειθʼ ὅτι συμβαίνει κρατεῖν ἐν τοῖς πολέμοις οὐ τοὺς βίᾳ τὰς πόλεις καταστρεφομένους, ἀλλὰ τοὺς ὁσιώτερον καὶ πραότερον τὴν Ἑλλάδα διοικοῦντας.
But even if indeed they were going to do everything to the contrary, not even so do I think it is fitting for you to make more account of the city of the Thebans than of your oaths and treaties, bearing in mind, first, that it is your ancestral custom to fear not dangers, but ill repute and shame, and second, that it happens that those who conquer in wars are not those who subjugate cities by force, but those who govern Greece more piously and gently.
§40καὶ ταῦτʼ ἐπὶ πλειόνων μὲν ἄν τις παραδειγμάτων ἔχοι διελθεῖν· τὰ δʼ οὖν ἐφʼ ἡμῶν γενόμενα τίς οὐκ οἶδεν, ὅτι καὶ Λακεδαιμόνιοι τὴν δύναμιν τὴν ὑμετέραν ἀνυπόστατον δοκοῦσαν εἶναι κατέλυσαν, μικρὰς μὲν ἀφορμὰς εἰς τὸν πόλεμον τὸν κατὰ θάλατταν τὸ πρῶτον ἔχοντες, διὰ δὲ τὴν δόξαν ταύτην προσαγόμενοι τοὺς Ἕλληνας, καὶ πάλιν ὑμεῖς τὴν ἀρχὴν ἀφείλεσθε τὴν ἐκείνων, ἐξ ἀτειχίστου μὲν τῆς πόλεως ὁρμηθέντες καὶ κακῶς πραττούσης, τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον;
And one could go through these things in many more examples; but at any rate, who does not know the events that occurred in our own time, namely, that the Lacedaemonians overthrew your power, which seemed to be irresistible, though they had at first small resources for the war by sea, yet because of this reputation for justice they won over the Greeks, and again, you took away their empire, having started from a city without walls and in a bad state, but having justice as your ally?
§41καὶ τούτων ὡς οὐ βασιλεὺς αἴτιος ἦν ὁ τελευταῖος χρόνος σαφῶς ἐπέδειξεν· ἔξω γὰρ αὐτοῦ τῶν πραγμάτων γεγενημένου, καὶ τῶν μὲν ὑμετέρων ἀνελπίστως ἐχόντων, Λακεδαιμονίοις δὲ σχεδὸν ἁπασῶν τῶν πόλεων δουλευουσῶν, ὅμως αὐτῶν τοσοῦτον περιεγένεσθε πολεμοῦντες ὥστʼ ἐκείνους ἀγαπητῶς ἰδεῖν τὴν εἰρήνην γενομένην.
And that the King was not the cause of these things, recent times have clearly shown; for when he was outside of the affairs, and your affairs were in a hopeless state, while almost all the cities were enslaved to the Lacedaemonians, nevertheless you so far surpassed them in war that they were glad to see peace made.
§42μηδεὶς οὖν ὑμῶν ὀρρωδείτω μετὰ τοῦ δικαίου ποιούμενος τοὺς κινδύνους, μηδʼ οἰέσθω συμμάχων ἀπορήσειν, ἂν τοῖς ἀδικουμένοις ἐθέλητε βοηθεῖν ἀλλὰ μὴ Θηβαίοις μόνοις· οἷς νῦν τἀναντία ψηφισάμενοι πολλοὺς ἐπιθυμεῖν ποιήσετε τῆς ὑμετέρας φιλίας.
Let no one of you, then, dread running dangers on the side of justice, nor let him think that he will be in want of allies if you are willing to help the wronged and not the Thebans alone; by voting now contrary to them, you will make many desire your friendship.
ἢν γὰρ ἐνδείξησθʼ ὡς ὁμοίως ἅπασιν ὑπὲρ τῶν συνθηκῶν παρεσκεύασθε πολεμεῖν,
For if you show that you are prepared to make war equally on behalf of the treaties for all,