Humanitext Reader

伊索克拉底 · 布西里斯 §8-15

布西里斯的出身与确立埃及统治

第 2 段,共 6 段 · 希腊语

内容简介

作者批评了波里克拉底将布西里斯与俄耳甫斯进行对比时的矛盾,以及其荒谬的世系谱系。随后,为了展示正确的辩护示范,作者开始论述布西里斯的高贵出身、他因地理优势而选择埃及作为统治地,以及他对国家初期制度的优异设计。

§8ἢ τοῖς Ὀρφέως ἔργοις ὁμοιώσωμεν;
或者我们要将他与俄耳甫斯的行径并列吗?
ἀλλʼ ὁ μὲν ἐξ Ἅιδου τοὺς τεθνεῶτας ἀνῆγεν, ὁ δὲ πρὸ μοίρας τοὺς ζῶντας ἀπώλλυεν.
但那一位是将死者从冥界带回,而这一位却在命运降临前毁灭生者。
ὥσθʼ ἡδέως ἂν εἰδείην τί ποτʼ ἂν ἐποίησεν, εἰ καταφρονῶν αὐτῶν ἐτύγχανεν, ὃς θαυμάζων τὴν ἀρετὴν τὴν ἐκείνων ἅπαντα φαίνεται τἀναντία διαπραττόμενος.
因此,我倒很想知道,这个在赞美他们的美德之余,却显然做着完全相反之事的人,如果他碰巧轻视他们,又会做出什么事来。
ὃ δὲ πάντων ἀτοπώτατον, ὅτι περὶ τὰς γενεαλογίας ἐσπουδακὼς ἐτόλμησας εἰπεῖν, ὡς τούτους ἐζήλωσεν ὧν οὐδʼ οἱ πατέρες πω κατʼ ἐκεῖνον τὸν χρόνον γεγονότες ἦσαν.
然而,最荒谬的是,你既然对世系谱系如此热心,却竟敢说他效仿了那些在当时连父亲都尚未出生的人。
§9ἵνα δὲ μὴ δοκῶ τὸ προχειρότατον ποιεῖν, ἐπιλαμβάνεσθαι τῶν εἰρημένων μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαί σοι διὰ βραχέων δηλῶσαι περὶ τὴν αὐτὴν ὑπόθεσιν, καίπερ οὐ σπουδαίαν οὖσαν οὐδὲ σεμνοὺς λόγους ἔχουσαν, ἐξ ὧν ἔδει καὶ τὸν ἔπαινον καὶ τὴν ἀπολογίαν ποιήσασθαι.
为了不让我显得是在做最容易的事——即只挑剔别人的言论而不展示自己的东西——我将努力向你简要说明在同一个主题上,尽管这并不是什么严肃的主题,也不包含庄重的话语,但原本应该从哪些论点来展开赞美和辩护。
§10περὶ μὲν οὖν τῆς Βουσίριδος εὐγενείας τίς οὐκ ἂν δυνηθείη ῥᾳδίως εἰπεῖν;
那么,关于布西里斯的高贵出身,谁不能轻易道来呢?
ὃς πατρὸς μὲν ἦν Ποσειδῶνος, μητρὸς δὲ Λιβύης τῆς Ἐπάφου τοῦ Διός, ἥν φασι πρώτην γυναῖκα βασιλεύσασαν ὁμώνυμον αὑτῇ τὴν χώραν καταστῆσαι.
他的父亲是波塞冬,母亲是利比亚,即宙斯之子埃帕福斯的女儿。 据说她是第一位统治的女性,并以自己的名字命名了这片土地。
τυχὼν δὲ τοιούτων προγόνων οὐκ ἐπὶ τούτοις μόνοις μέγʼ ἐφρόνησεν, ἀλλʼ ᾠήθη δεῖν καὶ τῆς ἀρετῆς τῆς αὑτοῦ μνημεῖον εἰς ἅπαντα τὸν χρόνον καταλιπεῖν.
拥有如此祖先的他,并没有仅凭这些就骄傲自满,而是认为自己应该为自我的美德留下永恒的纪念。
§11τὴν μὲν οὖν μητρῴαν ἀρχὴν ὑπερεῖδεν ἐλάττω νομίσας ἢ κατὰ τὴν αὑτοῦ φύσιν εἶναι, πλείστους δὲ καταστρεψάμενος καὶ μεγίστην δύναμιν κτησάμενος ἐν Αἰγύπτῳ κατεστήσατο τὴν βασιλείαν, οὐκ ἐκ τῶν παρουσῶν μόνον ἀλλʼ ἐξ ἁπασῶν προκρίνας τὴν ἐκεῖ πολὺ διαφέρειν οἴκησιν.
因此,他蔑视了母亲的领地,认为它太小而配不上自己的天赋,在征服了极多的人民并获得了最大的权力之后,他在埃及建立了王权。 因为他判定,不仅是在当时的国家中,而且在所有的国家中,在那里的居住都是远为优越的选择。
§12ἑώρα γὰρ τοὺς μὲν ἄλλους τόπους οὐκ εὐκαίρως οὐδʼ εὐαρμόστως πρὸς τὴν τοῦ σύμπαντος φύσιν ἔχοντας, ἀλλὰ τοὺς μὲν ὑπʼ ὄμβρων κατακλυζομένους, τοὺς δʼ ὑπὸ καυμάτων διαφθειρομένους, ταύτην δὲ τὴν χώραν ἐν καλλίστῳ μὲν τοῦ κόσμου κειμένην, πλεῖστα δὲ καὶ παντοδαπώτατα φέρειν δυναμένην, ἀθανάτῳ δὲ τείχει τῷ Νείλῳ τετειχισμένην,
因为他看到,其他地方在宇宙的整体秩序中既不合时宜也不协调,有些地方被暴雨淹没,有些地方被酷暑摧毁,但他看到这个国家位于世界最美丽的地方,能够产出最多且最丰富多样的作物,并由一条不朽的屏障——尼罗河所防卫。
§13ὃς οὐ μόνον φυλακὴν ἀλλὰ καὶ τροφὴν ἱκανὴν αὐτῇ παρέχειν πέφυκεν, ἀνάλωτος μὲν ὢν καὶ δύσμαχος τοῖς ἐπιβουλεύουσιν, εὐαγωγὸς δὲ καὶ πρὸς πολλὰ χρήσιμος τοῖς ἐντὸς αὐτοῦ κατοικοῦσιν.
这条河天生不仅能为其提供防卫,还能提供充足的食物,对于企图侵略的人来说,它是坚不可摧且难以交战的,但对于居住在其中的人来说,它却易于航行且在许多方面都非常有用。
πρὸς γὰρ τοῖς προειρημένοις καὶ τὴν δύναμιν αὐτῶν πρὸς τὴν τῆς γῆς ἐργασίαν ἰσόθεον πεποίηκεν· τῶν γὰρ ὄμβρων καὶ τῶν αὐχμῶν τοῖς μὲν ἄλλοις ὁ Ζεὺς ταμίας ἐστίν, ἐκείνων δʼ ἕκαστος ἀμφοτέρων τούτων αὐτὸς αὑτῷ κύριος καθέστηκεν.
因为除了上述之外,它还使他们耕作土地的力量变得如同神明一般;因为对于其他人来说,宙斯是雨水和干旱的主宰,而他们中的每一个人在自我的这两件事上都成了自己的主人。
§14εἰς τοσαύτην δʼ ὑπερβολὴν εὐδαιμονίας ἥκουσιν, ὥστε τῇ μὲν ἀρετῇ καὶ τῇ φύσει τῆς χώρας καὶ τῷ πλήθει τῶν πεδίων ἤπειρον καρποῦνται, τῇ δὲ τῶν περιόντων διαθέσει καὶ τῇ τῶν ἐλλειπόντων κομιδῇ διὰ τὴν τοῦ ποταμοῦ δύναμιν νῆσον οἰκοῦσιν·
他们已经达到了如此极端的幸福,以至于凭借土地的肥沃、性质以及平原的广阔,他们享受着大陆般丰饶的果实;而另一方面,通过河流的力量,进行剩余物资的输出和匮乏物资的输入,他们就如同居住在岛屿上一般。
κύκλῳ γὰρ αὐτὴν περιέχων καὶ πᾶσαν διαρρέων πολλὴν αὐτοῖς εὐπορίαν ἀμφοτέρων τούτων πεποίηκεν.
因为尼罗河环绕着它并流经全境,为他们在这两方面创造了极大的便利。
§15ἤρξατο μὲν οὖν ἐντεῦθεν, ὅθεν περ χρὴ τοὺς εὖ φρονοῦντας, ἅμα τόν τε τόπον ὡς κάλλιστον καταλαβεῖν καὶ τροφὴν ἱκανὴν τοῖς περὶ αὑτὸν ἐξευρεῖν.
因此,他从这里开始,这正是聪明人必须开始的地方:既要占据最美丽的土地,又要为身边的人找到充足的食物。
μετὰ δὲ ταῦτα διελόμενος χωρὶς ἑκάστους τοὺς μὲν ἐπὶ τὰς ἱερωσύνας κατέστησε, τοὺς δʼ ἐπὶ τὰς τέχνας ἔτρεψε, τοὺς δὲ τὰ περὶ τὸν πόλεμον μελετᾶν ἠνάγκασεν, ἡγούμενος τὰ μὲν ἀναγκαῖα καὶ τὰς περιουσίας ἔκ τε τῆς χώρας καὶ τῶν τεχνῶν δεῖν ὑπάρχειν, τούτων δʼ εἶναι φυλακὴν ἀσφαλεστάτην τήν τε περὶ τὸν πόλεμον ἐπιμέλειαν καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν.
在此之后,他将人民分别划分,派一些人担任祭司,让另一些人从事手工业,并强迫其余的人训练战争之事。 因为他认为,生活必需品和剩余物资应当来自土地和手工业,而保护这些的最安全壁垒则是对战争的准备以及对神明的虔敬。

词汇与语法注释

  1. §8ὃ δὲ πάντων ἀτοπώτατον — “其中最荒谬的是……”——关系代词 ὅ 用于绝对或插入语结构,与后面的 ὅτι 从句形成实质上的同位语关系。
  2. §8ὧν οὐδʼ οἱ πατέρες πω — 关系代词 ὧν 的先行词是 τούτους。它作为所有格属格修饰 οἱ πατέρες(“他们的父亲”)。
  3. §9ἐπιλαμβάνεσθαι τῶν εἰρημένων μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ — 不定式 ἐπιλαμβάνεσθαι 作为 δοκῶ 的补足语,而分词 ἐπιδεικνύς 采用主格单数阳性,与主句的隐含主语(“我”)一致。τῶν εἰρημένων 是 ἐπιλαμβάνεσθαι 的属格宾语,τῶν ἐμαυτοῦ 是 ἐπιδεικνύ斯 的名词化属格宾语(“我自己的替代方案”)。
  4. §15ἅμα τόν τε τόπον ὡς κάλλιστον καταλαβεῖν καὶ τροφὴν ἱκανὴν τοῖς περὶ αὑτὸν ἐξευρεῖν — 两个不定式(καταλαβεῖν 和 ἐξευρεῖν)起解释说明(epexegetic)的作用,用以具体说明起点(ἤρξατο ... ἐντεῦθεν)或必要之事(χρή)。ὡς κάλλιστον 表示“尽可能美丽”。

引用这一段

伊索克拉底, 布西里斯 §8-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg010.humanitext-grc2:8-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。