Humanitext Reader

伊索克拉底 · 布西里斯 §25-32

埃及人的敬虔与合乎情理的赞美

第 4 段,共 6 段 · 希腊语

内容简介

作者强调了敬虔的重要性,并以向埃及人学习的毕达哥拉斯为例,反驳对手在没有证据的情况下用荒谬的神话赞美布希里斯,而自己则是将布希里斯作为人类可行的法律和体制的创立者来进行赞美。

§25καὶ γὰρ τὴν ἀρχὴν οἱ τὸν φόβον ἡμῖν ἐνεργασάμενοι τοῦτον αἴτιοι γεγόνασι τοῦ μὴ παντάπασι θηριωδῶς διακεῖσθαι πρὸς ἀλλήλους.
事实上,起初那些在我们心中植入这种恐惧的人,成为了我们彼此之间不至于完全像野兽般相处的根本原因。
ἐκεῖνοι τοίνυν οὕτως ἁγίως περὶ ταῦτα καὶ σεμνῶς ἔχουσιν ὥστε καὶ τοὺς ὅρκους πιστοτέρους εἶναι τοὺς ἐν τοῖς ἐκείνων ἱεροῖς ἢ τοὺς παρὰ τοῖς ἄλλοις καθεστῶτας, καὶ τῶν ἁμαρτημάτων ἕκαστον οἴεσθαι παραχρῆμα δώσειν δίκην, ἀλλʼ οὐ διαλήσειν τὸν παρόντα χρόνον, οὐδʼ εἰς τοὺς παῖδας ἀναβληθήσεσθαι τὰς τιμωρίας.
因此,他们对待这些事情是如此神圣和庄严,以至于在他们的神殿中立下的誓言,要比在其他人那里确立的誓言更值得信赖,而且他们认为每项罪行都会立即受到惩罚,而不会在现世中蒙混过关,惩罚也不会被推迟到子孙后代。
§26καὶ ταῦτʼ εἰκότως δοξάζουσιν· πολλὰς γὰρ αὐτοῖς καὶ παντοδαπὰς ἀσκήσεις τῆς ὁσιότητος ἐκεῖνος κατέστησεν, ὅστις καὶ τῶν ζῴων τῶν παρʼ ἡμῖν καταφρονουμένων ἔστιν ἃ σέβεσθαι καὶ τιμᾶν ἐνομοθέτησεν, οὐκ ἀγνοῶν τὴν δύναμιν αὐτῶν, ἀλλʼ ἅμα μὲν ἐθίζειν οἰόμενος δεῖν τὸν ὄχλον ἐμμένειν ἅπασι τοῖς ὑπὸ τῶν ἀρχόντων παραγγελλομένοις,
他们这样认为也是理所当然的;因为那个人为他们制定了许多且各种各样的虔敬练习,他甚至立法规定应当崇拜和尊崇我们中被鄙视的某些动物,这并非因为他不知道它们的虚弱,而是因为他同时认为必须使民众习惯于遵守统治者所命令的一切,同时也因为他希望在显而易见的事物中测试他们对于隐秘事物的看法。
§27ἅμα δὲ βουλόμενος πεῖραν λαμβάνειν ἐν τοῖς φανεροῖς, ἥντινα περὶ τῶν ἀφανῶν διάνοιαν ἔχουσιν. ἐνόμιζε γὰρ τοὺς μὲν τούτων ὀλιγωροῦντας τυχὸν καὶ τῶν μειζόνων καταφρονήσειν, τοὺς δʼ ἐπὶ πάντων ὁμοίως ἐμμένοντας τῇ τάξει βεβαίως ἔσεσθαι τὴν αὑτῶν εὐσέβειαν ἐπιδεδειγμένους.
因为他认为,那些忽视这些小事的人,或许也会蔑视更重大的事情,而那些在所有事情上同样坚守秩序的人,则被认为将牢固地证明自己的虔敬。
§28ἔχοι δʼ ἄν τις μὴ σπεύδειν ὡρμημένος πολλὰ καὶ θαυμαστὰ περὶ τῆς ὁσιότητος αὐτῶν διελθεῖν, ἣν οὔτε μόνος οὔτε πρῶτος ἐγὼ τυγχάνω καθεωρακώς, ἀλλὰ πολλοὶ καὶ τῶν ὄντων καὶ τῶν προγεγενημένων, ὧν καὶ Πυθαγόρας ὁ Σάμιός ἐστιν·
如果有人无意行色匆匆,就可以详述许多关于他们虔敬的奇妙之事。 这种虔敬既非我独自一人也非我第一个观察到的,而是现在的和过去的许多人都注意到了,其中也包括萨摩斯的毕达哥拉斯。
ὃς ἀφικόμενος εἰς Αἴγυπτον καὶ μαθητὴς ἐκείνων γενόμενος τήν τʼ ἄλλην φιλοσοφίαν πρῶτος εἰς τοὺς Ἕλληνας ἐκόμισε, καὶ τὰ περὶ τὰς θυσίας καὶ τὰς ἁγιστείας τὰς ἐν τοῖς ἱεροῖς ἐπιφανέστερον τῶν ἄλλων ἐσπούδασεν, ἡγούμενος, εἰ καὶ μηδὲν αὐτῷ διὰ ταῦτα πλέον γίγνοιτο παρὰ τῶν θεῶν, ἀλλʼ οὖν παρά γε τοῖς ἀνθρώποις ἐκ τούτων μάλιστʼ εὐδοκιμήσειν.
他来到埃及并成为他们的弟子,最先将其他哲学引入希腊人中,并且比其他人更显著地潜心研究神殿中的祭祀和洁净仪式,因为他认为,即使他并不会因此从神明那里获得任何好处,但至少在人类之中,他会因此获得极高的声誉。
§29ὅπερ αὐτῷ καὶ συνέβη· τοσοῦτον γὰρ εὐδοξίᾳ τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε καὶ τοὺς νεωτέρους ἅπαντας ἐπιθυμεῖν αὐτοῦ μαθητὰς εἶναι, καὶ τοὺς πρεσβυτέρους ἥδιον ὁρᾶν τοὺς παῖδας τοὺς αὑτῶν ἐκείνῳ συγγιγνομένους ἢ τῶν οἰκείων ἐπιμελουμένους.
而这正是发生在他身上的事情;因为他在名望上远远超过了其他人,以至于所有年轻人都渴望成为他的弟子,年长者也更乐意看到自己的孩子们与那个人交往,而不是操持家务。
καὶ τούτοις οὐχ οἷόν τʼ ἀπιστεῖν· ἔτι γὰρ καὶ νῦν τοὺς προσποιουμένους ἐκείνου μαθητὰς εἶναι μᾶλλον σιγῶντας θαυμάζουσιν ἢ τοὺς ἐπὶ τῷ λέγειν μεγίστην δόξαν ἔχοντας.
这些事情是不容置疑的;因为甚至直到现在,人们对那些自称是他弟子的人保持沉默的敬佩,也要超过对那些在辩论中享有盛誉的人。
§30ἴσως ἂν οὖν τοῖς εἰρημένοις ἀπαντήσειας, ὅτι τὴν μὲν χώραν καὶ τοὺς νόμους καὶ τὴν εὐσέβειαν, ἔτι δὲ τὴν φιλοσοφίαν ἐπαινῶ τὴν Αἰγυπτίων, ὡς δὲ τούτων αἴτιος ἦν, ὃν ὑπεθέμην, οὐδεμίαν ἔχω λέγειν ἀπόδειξιν.
因此,你或许会对上述话语反驳说,我赞美了埃及人的土地、法律、虔敬以及哲学,但我却没有任何证据证明我所假定的那个人就是这些事物的缔造者。
ἐγὼ δʼ εἰ μὲν ἄλλος τίς μοι τὸν τρόπον τοῦτον ἐπέπληττεν, ἡγούμην ἂν αὐτὸν πεπαιδευμένως ἐπιτιμᾶν· σοὶ δʼ οὐ προσήκει ταύτην ποιεῖσθαι τὴν ἐπίληψιν.
如果是其他任何人以这种方式指责我,我会认为他的批评是得体且有教养的;但你不配进行这样的指责。
§31βουληθεὶς γὰρ Βούσιριν εὐλογεῖν προείλου λέγειν, ὡς τόν τε Νεῖλον περὶ τὴν χώραν περιέρρηξε καὶ τῶν ξένων τοὺς ἀφικνουμένους θύων κατήσθιεν· ὡς δὲ ταῦτʼ ἐποίησεν οὐδεμίαν πίστιν εἴρηκας.
因为你想要赞美布希里斯,便选择声声他将尼罗河引向国土四周,并且杀死并吞食了到来的外邦人;但对于他做了这些事,你却没有提出任何证据。
καίτοι πῶς οὐ καταγέλαστόν ἐστι ταῦτα παρὰ τῶν ἄλλων ἀπαιτεῖν, οἷς αὐτὸς μηδὲ κατὰ μικρὸν τυγχάνεις κεχρημένος;
然而,当你自己连一丁点证明都未曾使用过时,却要求别人做到这些,这难道不是很可笑吗?
§32ἀλλὰ τοσούτῳ πλέον ἡμῶν ἀπέχεις τοῦ πιστὰ λέγειν, ὅσον ἐγὼ μὲν οὐδενὸς αὐτὸν αἰτιῶμαι τῶν ἀδυνάτων ἀλλὰ νόμων καὶ πολιτείας, αἵπερ εἰσὶ πράξεις τῶν ἀνδρῶν τῶν καλῶν κἀγαθῶν· σὺ δὲ τοιούτων δημιουργὸν ἀποφαίνεις, ὧν οὐδέτερον οὐδεὶς ἂν ἀνθρώπων ποιήσειεν, ἀλλὰ τὸ μὲν τῆς τῶν θηρίων ὠμότητος, τὸ δὲ τῆς τῶν θεῶν δυνάμεως ἔργον ἐστίν.
相反,你距离说出可信的话比我们还要远得多,因为我并没有指控他做了任何不可能的事,而是将法律和政体归因于他,而这些确实是高尚之人的作为;而你却表明他是这类事情的缔造者——这两件中没有一件是凡人能做到的,因为其中一件是野兽般残暴的行径,而另一件则是神明力量的奇迹。

词汇与语法注释

  1. §25τὴν ἀρχὴν — 用作副词性宾格,意为“根本”、“起初”。虽然该词常用于否定句中表示“完全不”,但在此处的肯定句脉络中,它表示“起初”或“从根本上”,用以修饰人类关系的根本状态。
  2. §27ἐμμένειν — 虽然根据前半句的分词 `ὀλιγωροῦντας` 的对仗,此处预期应为分词 `ἐμμένοντας`,但手稿传抄的是不定词 `ἐμμένειν`。这使得 `τοὺς δὲ... ἐμμένειν` 构成带宾格的主谓结构,并与后面的虚拟将来完成时结构 `ἔσεσθαι ἐπιδεδειγμένους` 连用,依赖于主句动词 `ἐνόμιζε`。
  3. §28πλέον γίγνοιτο — 习惯用法 `πλέον γίγνεταί τινι`(某人获得好处、处于优势)的现在希求法(在条件句 `εἰ` 引导的从句中)。表示一种潜在的让步:“即使他从神明那里得不到任何好处”。
  4. §29σιγῶντας — 该分词用作名词性成分,或者作为表示赞叹的动词 `θαυμάζουσιν` 的宾格補足语。它强调了“保持沉默的他们(毕达哥拉斯的弟子们)的姿态”,即被赞美的内容不仅是他们自身,更是“保持沉默”这一行为本身。
  5. §32τοῦ πιστὰ λέγειν — 带有冠词 `τοῦ` 的属格不定式短语,用作表示距离或分离的动词 `ἀπέχεις`(远不及、偏离)的补足语。具有分离属格的功能,表示对方距离“说出可信的话”有多遥远。

引用这一段

伊索克拉底, 布西里斯 §25-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg010.humanitext-grc2:25-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。