§30ἐξ ἀμφοτέρων οὖν τούτων αἱροῦμαι τὰ μὲν πλεῖστα παραλιπεῖν διὰ τοὺς δυσκόλως ἀκροωμένους, περὶ δὲ τῶν ἄλλων ὡς ἂν δύνωμαι συντομώτατα διελθεῖν, ἵνα τὰ μὲν ἐκείνοις, τὰ δʼ ἐμαυτῷ χαρίσωμαι, καὶ μὴ παντάπασιν ἡττηθῶ τῶν εἰθισμένων φθονεῖν καὶ τοῖς λεγομένοις ἅπασιν ἐπιτιμᾶν.
因此,基于这两方面的理由,我选择为那些难以取悦的听众省去大部分内容,而对剩余的部分则尽可能简短地予以论述,以便一方面迎合他们,另一方面也迎合我自己,并且不至于完全败给那些习惯于嫉妒并对所说的一切都横加指责的人。
§31τὴν μὲν οὖν ἀνδρίαν ἐν τούτοις ἐπεδείξατο τοῖς ἔργοις ἐν οἷς αὐτὸς καθʼ αὑτὸν ἐκινδύνευσε, τὴν δʼ ἐπιστήμην ἣν εἶχε πρὸς τὸν πόλεμον, ἐν ταῖς μάχαις αἷς μεθʼ ὅλης τῆς πόλεως ἠγωνίσατο, τὴν δʼ εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἔν τε ταῖς Ἀδράστου καὶ ταῖς τῶν παίδων τῶν Ἡρακλέους ἱκετείαις, τοὺς μὲν γὰρ μάχῃ νικήσας Πελοποννησίους διέσωσε, τῷ δὲ τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας βίᾳ Θηβαίων θάψαι παρέδωκε, τὴν δʼ ἄλλην ἀρετὴν καὶ τὴν σωφροσύνην ἔν τε τοῖς προειρημένοις καὶ μάλιστʼ ἐν οἷς τὴν πόλιν διῴκησεν.
至于勇气,他是在他独自冒着危险度过的那些功绩中展现出来的;至于他对战争的知识,是在他与全城邦一同参加的战斗中展现出来的;至于他对神明的敬虔,是在阿德拉斯托斯的恳求以及赫拉克勒斯子孙们的恳求中展现出来的。 因为他通过战斗击败了伯罗奔尼撒人,从而解救了后者;而对于前者,他不顾底比斯人的反对,将那些死在卡德摩亚山脚下的人交还给他们安葬。 而他的其他美德与节制,则是在前述的事情中,尤其是他在治理城邦时展现出来的。
§32ὁρῶν γὰρ τοὺς βίᾳ τῶν πολιτῶν ἄρχειν ζητοῦντας ἑτέροις δουλεύοντας καὶ τοὺς ἐπικίνδυνον τὸν βίον τοῖς ἄλλοις καθιστάντας αὐτοὺς περιδεῶς ζῶντας, καὶ πολεμεῖν ἀναγκαζομένους μετὰ μὲν τῶν πολιτῶν πρὸς τοὺς ἐπιστρατευομένους, μετὰ δʼ ἄλλων τινῶν πρὸς τοὺς συμπολιτευομένους, §33ἔτι δὲ συλῶντας μὲν τὰ τῶν θεῶν, ἀποκτείνοντας δὲ τοὺς βελτίστους τῶν πολιτῶν, ἀπιστοῦντας δὲ τοῖς οἰκειοτάτοις, οὐδὲν δὲ ῥᾳθυμότερον ζῶντας τῶν ἐπὶ θανάτῳ συνειλημμένων, ἀλλὰ τὰ μὲν ἔξω ζηλουμένους, αὐτοὺς δὲ παρʼ αὑτοῖς μᾶλλον τῶν ἄλλων λυπουμένους·
因为他看到,那些企图违背公民意愿进行强权统治的人自己却在奴役于他人,而那些让别人的生活充满危险的人自己也生活在极度恐惧之中,他们被迫与公民们一起对抗入侵者,又被迫与某些外人一起对抗自己的同胞,甚至还在掠夺神庙,杀害公民中最优秀的人,不信任最亲近的人,过着比被判死刑而逮捕的人好不到哪去的生活,尽管外表被人羡慕,但在自己内心深处却比其他人遭受更多的痛苦。
§34τί γάρ ἐστιν ἄλγιον ἢ ζῆν ἀεὶ δεδιότα μή τις αὑτὸν τῶν παρεστώτων ἀποκτείνῃ, καὶ μηδὲν ἧττον φοβούμενον τοὺς φυλάττοντας ἢ τοὺς ἐπιβουλεύοντας;
毕竟,还有什么比整天提心吊胆、生怕身边的人杀害自己,对护卫的恐惧不亚于对图谋不轨者的恐惧更为痛苦呢?
τούτων ἁπάντων καταφρονήσας καὶ νομίσας οὐκ ἄρχοντας ἀλλὰ νοσήματα τῶν πόλεων εἶναι τοὺς τοιούτους, ἐπέδειξεν ὅτι ῥᾴδιόν ἐστιν ἅμα τυραννεῖν καὶ μηδὲν χεῖρον διακεῖσθαι τῶν ἐξ ἴσου πολιτευομένων.
忒修斯对这一切不屑一顾,认为这样的人根本不是统治者,而是城邦的毒瘤,他证明了既能执掌绝对权力,同时又过得不比那些平等参与国政的公民差,是很容易做到的。
§35καὶ πρῶτον μὲν τὴν πόλιν σποράδην καὶ κατὰ κώμας οἰκοῦσαν εἰς ταὐτὸν συναγαγὼν τηλικαύτην ἐποίησεν ὥστʼ ἔτι καὶ νῦν ἀπʼ ἐκείνου τοῦ χρόνου μεγίστην τῶν Ἑλληνίδων εἶναι·
首先,他将原本分散居住在各个村落中的城邦合并到一处,使其变得如此伟大,以至于从那时起直到今天,它依然是希腊最大的城邦。
μετὰ δὲ ταῦτα κοινὴν τὴν πατρίδα καταστήσας καὶ τὰς ψυχὰς τῶν συμπολιτευομένων ἐλευθερώσας ἐξ ἴσου τὴν ἅμιλλαν αὐτοῖς περὶ τῆς ἀρετῆς ἐποίησε, πιστεύων μὲν ὁμοίως αὐτῶν προέξειν ἀσκούντων ὥσπερ ἀμελούντων, εἰδὼς δὲ τὰς τιμὰς ἡδίους οὔσας τὰς παρὰ τῶν μέγα φρονούντων ἢ τὰς παρὰ τῶν δουλευόντων.
在此之后,他将祖国变为所有人共有的家园,解放了同胞们的心灵,使他们在美德方面的竞争变得平等。 因为他深信,无论他们是磨炼自己还是懈怠,自己都将同样超越他们,并且他深知,来自高尚者的尊崇要比来自奴役者的奉迎更加令人愉快。
§36τοσούτου δʼ ἐδέησεν ἀκόντων τι ποιεῖν τῶν πολιτῶν ὥσθʼ ὁ μὲν τὸν δῆμον καθίστη κύριον τῆς πολιτείας, οἱ δὲ μόνον αὐτὸν ἄρχειν ἠξίουν, ἡγούμενοι πιστοτέραν καὶ κοινοτέραν εἶναι τὴν ἐκείνου μοναρχίαν τῆς αὑτῶν δημοκρατίας.
他绝非违背公民的意愿行事,以至于当他使人民成为政权的主宰时,他们反而认为唯独他配得上统治,认为他的君主政体比他们自己的民主政体更可靠、更公平。
οὐ γὰρ ὥσπερ ἕτεροι τοὺς μὲν πόνους ἄλλοις προσέταττε, τῶν δʼ ἡδονῶν αὐτὸς μόνος ἀπέλαυεν, ἀλλὰ τοὺς μὲν κινδύνους ἰδίους ἐποιεῖτο, τὰς δʼ ὠφελείας ἅπασιν εἰς τὸ κοινὸν ἀπεδίδου.
因为他并不像其他统治者那样,将劳苦强加给他人而自己独享享乐,而是把危险当作自己分内的事,而把利益归于所有人共同享有的公器。
§37καὶ γάρ τοι διετέλεσε τὸν βίον οὐκ ἐπιβουλευόμενος ἀλλʼ ἀγαπώμενος, οὐδʼ ἐπακτῷ δυνάμει τὴν ἀρχὴν διαφυλάττων, ἀλλὰ τῇ τῶν πολιτῶν εὐνοίᾳ δορυφορούμενος, τῇ μὲν ἐξουσίᾳ τυραννῶν, ταῖς δʼ εὐεργεσίαις δημαγωγῶν·
正因如此,他终其一生都没有遭遇阴谋,而是深受爱戴,他守护统治并非依靠引进的武力,而是靠公民的善意来护卫,在权力上他是绝对的主宰,但在恩惠上他是人民的领袖。
οὕτω γὰρ νομίμως καὶ καλῶς διῴκει τὴν πόλιν ὥστʼ ἔτι καὶ νῦν ἴχνος τῆς ἐκείνου πραότητος ἐν τοῖς ἤθεσιν ἡμῶν καταλελεῖφθαι.
他治理城邦如此合乎法度且尽善尽美,以至于直到今天,他的温和的痕迹依然留存在我们的品性之中。
§38τὴν δὴ γεννηθεῖσαν μὲν ὑπὸ Διός, κρατήσασαν δὲ τοιαύτης ἀρετῆς καὶ σωφροσύνης, πῶς οὐκ ἐπαινεῖν χρὴ καὶ τιμᾶν καὶ νομίζειν πολὺ τῶν πώποτε γενομένων διενεγκεῖν;
既然如此,对于这位由宙斯所生、且征服了如此美德和节制之士的人,我们怎能不加以赞美、尊崇,并认为她远超以往的所有人呢?
οὐ γὰρ δὴ μάρτυρά γε πιστότερον οὐδὲ κριτὴν ἱκανώτερον ἕξομεν ἐπαγαγέσθαι περὶ τῶν Ἑλένῃ προσόντων ἀγαθῶν τῆς Θησέως διανοίας.
因为关于海伦所具有的优良品质,我们绝不可能找到比忒修斯的见解更可靠的见证人,也找不到更称职的裁判者。
ἵνα δὲ μὴ δοκῶ διʼ ἀπορίαν περὶ τὸν αὐτὸν τόπον διατρίβειν, μηδʼ ἀνδρὸς ἑνὸς δόξῃ καταχρώμενος ἐπαινεῖν αὐτήν, βούλομαι καὶ περὶ τῶν ἐχομένων διελθεῖν.
然而,为了不让人觉得我因为无话可说而在同一个话题上磨蹭,也不让人觉得我是靠滥用一个人的名声来赞美她,我也想论述接下来的事情。
§39μετὰ γὰρ τὴν Θησέως εἰς Ἅιδου κατάβασιν ἐπανελθούσης αὖθις εἰς Λακεδαίμονα καὶ πρὸς τὸ μνηστεύεσθαι λαβούσης ἡλικίαν ἅπαντες οἱ τότε βασιλεύοντες καὶ δυναστεύοντες τὴν αὐτὴν γνώμην ἔσχον περὶ αὐτῆς· ἐξὸν γὰρ αὐτοῖς λαμβάνειν ἐν ταῖς αὑτῶν πόλεσι γυναῖκας τὰς πρωτευούσας, ὑπεριδόντες τοὺς οἴκοι γάμους ἦλθον ἐκείνην μνηστεύσοντες.
因为在忒修斯下到冥府之后,当她再次回到拉刻代蒙并达到适婚年龄时,当时所有执政和掌权的人对她都抱着相同的看法:尽管他们本可以在自己的城邦娶到地位最高贵的女性,但他们却看不上家乡的婚事,纷纷前来向她求婚。