§1εἰσί τινες οἳ μέγα φρονοῦσιν, ἢν ὑπόθεσιν ἄτοπον καὶ παράδοξον ποιησάμενοι περὶ ταύτης ἀνεκτῶς εἰπεῖν δυνηθῶσι· καὶ καταγεγηράκασιν οἱ μὲν οὐ φάσκοντες οἷόν τʼ εἶναι ψευδῆ λέγειν οὐδʼ ἀντιλέγειν οὐδὲ δύω λόγω περὶ τῶν αὐτῶν πραγμάτων ἀντειπεῖν, οἱ δὲ διεξιόντες ὡς ἀνδρία καὶ σοφία καὶ δικαιοσύνη ταὐτόν ἐστι, καὶ φύσει μὲν οὐδὲν αὐτῶν ἔχομεν, μία δʼ ἐπιστήμη καθʼ ἁπάντων ἐστίν· ἄλλοι δὲ περὶ τὰς ἔριδας διατρίβουσι τὰς οὐδὲν μὲν ὠφελούσας, πράγματα δὲ παρέχειν τοῖς πλησιάζουσι δυναμένας.
有一些人,如果他们提出了一个荒谬且反常的假设,并能够对其进行还算得体的主张,便会大为自得;有一些人声称不可能说谎,也不可能反驳,更不可能对同一事物发表两种相反的言论,并以此终老;另一些人则详细论述勇气、智慧与正义是同一回事,而且我们在自然上并不拥有它们中的任何一个,而是存在一门针对所有这些事物的统一知识;还有一些人则消磨时间于论争之中,这些论争毫无益处,却能给接近他们的人带来麻烦。
§2ἐγὼ δʼ εἰ μὲν ἑώρων νεωστὶ τὴν περιεργίαν ταύτην ἐν τοῖς λόγοις ἐγγεγενημένην καὶ τούτους ἐπὶ τῇ καινότητι τῶν εὑρημένων φιλοτιμουμένους, οὐκ ἂν ὁμοίως ἐθαύμαζον αὐτῶν· νῦν δὲ τίς ἐστιν οὕτως ὀψιμαθής, ὅστις οὐκ οἶδε Πρωταγόραν καὶ τοὺς κατʼ ἐκεῖνον τὸν χρόνον γενομένους σοφιστάς, ὅτι καὶ τοιαῦτα καὶ πολὺ τούτων πραγματωδέστερα συγγράμματα κατέλιπον ἡμῖν;
如果我看到言辞中的这种多余巧饰是最近才产生的,并且这些人正因其发明的创新而自豪,我便不会如此惊讶于他们;但在今天,谁会如此孤陋寡闻,以至于不知道普罗泰戈拉以及同时代的智者们,给我们留下了这样的以及比这繁琐得多的著作?
§3πῶς γὰρ ἄν τις ὑπερβάλοιτο Γοργίαν τὸν τολμήσαντα λέγειν ὡς οὐδὲν τῶν ὄντων ἔστιν, ἢ Ζήνωνα τὸν ταὐτὰ δυνατὰ καὶ πάλιν ἀδύνατα πειρώμενον ἀποφαίνειν, ἢ Μέλισσον ὃς ἀπείρων τὸ πλῆθος πεφυκότων τῶν πραγμάτων ὡς ἑνὸς ὄντος τοῦ παντὸς ἐπεχείρησεν ἀποδείξεις εὑρίσκειν;
事实上,谁能超越那竟敢声称万物皆不存在的高尔吉亚,或是企图论证同一事物既可能又不可能的芝诺,又或是尽管事物的数量在自然上是无限的,却企图寻找论证来证明宇宙为一的美里索斯?
§4ἄλλʼ ὅμως οὕτω φανερῶς ἐκείνων ἐπιδειξάντων ὅτι ῥᾴδιόν ἐστι, περὶ ὧν ἄν τις πρόθηται, ψευδῆ μηχανήσασθαι λόγον, ἔτι περὶ τὸν τόπον τοῦτον διατρίβουσιν· οὓς ἐχρῆν ἀφεμένους ταύτης τῆς τερθρείας, τῆς ἐν μὲν τοῖς λόγοις ἐξελέγχειν προσποιουμένης, ἐν δὲ τοῖς ἔργοις πολὺν ἤδη χρόνον ἐξεληλεγμένης, τὴν ἀλήθειαν διώκειν, καὶ περὶ τὰς πράξεις ἐν αἷς πολιτευόμεθα,
然而,尽管那些人已经如此清楚地证明,对于任何人提出的任何主题,编造虚假的言论都是轻而易举的,他们却依然在这个领域里消磨时间;他们本应当放弃这种在言辞中装作在驳斥、但在实际行动中早已被驳倒的诡辩,去追求真理,并且围绕着我们参与政治生活的实践活动,教育他们的学生,并让他们在这些经验中得到锻炼。
§5τοὺς συνόντας παιδεύειν, καὶ περὶ τὴν ἐμπειρίαν τὴν τούτων γυμνάζειν, ἐνθυμουμένους ὅτι πολὺ κρεῖττόν ἐστι περὶ τῶν χρησίμων ἐπιεικῶς δοξάζειν ἢ περὶ τῶν ἀχρήστων ἀκριβῶς ἐπίστασθαι, καὶ μικρὸν προέχειν ἐν τοῖς μεγάλοις μᾶλλον ἢ πολὺ διαφέρειν ἐν τοῖς μικροῖς καὶ τοῖς μηδὲν πρὸς τὸν βίον ὠφελοῦσιν.
他们应当牢记,对有用的事物抱有合理的意见,远比对无用的事物拥有精确的知识要好得多,在重大的事情上稍有领先,也远比在渺小且对生活毫无益处的事情上大显身手要好。
§6ἀλλὰ γὰρ οὐδενὸς αὐτοῖς ἄλλου μέλει πλὴν τοῦ χρηματίζεσθαι παρὰ τῶν νεωτέρων.
但实际上,他们除了从年轻人身上赚钱之外,什么都不关心。
ἔστι δʼ ἡ περὶ τὰς ἔριδας φιλοσοφία δυναμένη τοῦτο ποιεῖν· οἱ γὰρ μήτε τῶν ἰδίων πω μήτε τῶν κοινῶν φροντίζοντες τούτοις μάλιστα χαίρουσι τῶν λόγων οἳ μηδὲ πρὸς ἓν χρήσιμοι τυγχάνουσιν ὄντες.
而关于论争的哲学正能够做到这一点;因为那些既不关心私人事务、也不关心公共事务的人,最喜欢那些对任何事情都毫无用处的言辞。
§7τοῖς μὲν οὖν τηλικούτοις πολλὴ συγγνώμη ταύτην ἔχειν τὴν διάνοιαν· ἐπὶ γὰρ ἁπάντων τῶν πραγμάτων πρὸς τὰς περιττότητας καὶ τὰς θαυματοποιίας οὕτω διακείμενοι διατελοῦσι· τοῖς δὲ παιδεύειν προσποιουμένοις ἄξιον ἐπιτιμᾶν, ὅτι κατηγοροῦσι μὲν τῶν ἐπὶ τοῖς ἰδίοις συμβολαίοις ἐξαπατώντων καὶ μὴ δικαίως τοῖς λόγοις χρωμένων, αὐτοὶ δʼ ἐκείνων δεινότερα ποιοῦσιν· οἱ μὲν γὰρ ἄλλους τινὰς ἐζημίωσαν, οὗτοι δὲ τοὺς συνόντας μάλιστα βλάπτουσιν.
因此,对于如此年纪的人,抱有这种想法是很值得谅解的;因为在所有事情上,他们总是倾向于那些新奇和令人称奇的事物;但那些假装教育他人的人却应该受到谴责,因为他们一方面指责那些在私人契约中进行欺诈、不正当地使用言辞的人,另一方面自己却做着比那些人更恶劣的事;因为前者只是损害了其他某些人,而后者却对自己的学生造成了最大的伤害。
§8τοσοῦτον δʼ ἐπιδεδωκέναι πεποιήκασι τὸ ψευδολογεῖν ὥστʼ ἤδη τινές, ὁρῶντες τούτους ἐκ τῶν τοιούτων ὠφελουμένους, τολμῶσι γράφειν ὡς ἔστιν ὁ τῶν πτωχευόντων καὶ φευγόντων βίος ζηλωτότερος ἢ τῶν ἄλλων ἀνθρώπων, καὶ ποιοῦνται τεκμήριον, ὡς εἰ περὶ πονηρῶν πραγμάτων ἔχουσί τι λέγειν, περί γε τῶν καλῶν κἀγαθῶν ῥᾳδίως εὐπορήσουσιν.
他们使得说谎的风气发展到如此地步,以至于有些人看到他们因这些事而获利,现在竟敢写文章声称乞丐和流亡者的生活比其他人的生活更令人羡慕,并以此为凭据:如果他们对糟糕的事物尚且能说出些什么,那么对于美好和高尚的事物,他们自然会更容易地言之有物。
§9ἐμοὶ δὲ δοκεῖ πάντων εἶναι καταγελαστότατον τὸ διὰ τούτων τῶν λόγων ζητεῖν πείθειν ὡς περὶ τῶν πολιτικῶν ἐπιστήμην ἔχουσιν, ἐξὸν ἐν αὐτοῖς οἷς ἐπαγγέλλονται τὴν ἐπίδειξιν ποιεῖσθαι· τοὺς γὰρ ἀμφισβητοῦντας τοῦ φρονεῖν καὶ φάσκοντας εἶναι σοφιστὰς οὐκ ἐν τοῖς ἠμελημένοις ὑπὸ τῶν ἄλλων, ἀλλʼ ἐν οἷς ἅπαντές εἰσιν ἀνταγωνισταί, προσήκει διαφέρειν καὶ κρείττους εἶναι τῶν ἰδιωτῶν.
但在我看来,最荒谬的是,他们试图通过这些言辞来使人相信他们拥有关于政治事务的知识,尽管他们本可以在他们声称擅长的那些事情上进行展示;因为那些争论智慧并自称为智者的人,不应当在被他人忽视的事物上,而应当在众人竞争的事物上胜过常人,并优于外行。
§10νῦν δὲ παραπλήσιον ποιοῦσιν. ὥσπερ ἂν εἴ τις προσποιοῖτο κράτιστος εἶναι τῶν ἀθλητῶν ἐνταῦθα καταβαίνων, οὗ μηδεὶς ἂν ἄλλος ἀξιώσειεν.
但如今他们的做法与之类似;这就好比有人假装自己是最优秀的运动员,却步入了一个没有任何人屑于踏足的场地。
τίς γὰρ ἂν τῶν εὖ φρονούντων συμφορὰς ἐπαινεῖν ἐπιχειρήσειεν;
因为在心智健全的人中,谁会企图去称赞不幸?
ἀλλὰ δῆλον, ὅτι διʼ ἀσθένειαν ἐνταῦθα καταφεύγουσιν.
显然,他们是因为软弱才逃到那里的。