§35ὅταν ὑπὲρ σεαυτοῦ μέλλῃς τινὶ συμβούλῳ χρῆσθαι, σκόπει πρῶτον πῶς τὰ ἑαυτοῦ διῴκησεν· ὁ γὰρ κακῶς διανοηθεὶς περὶ τῶν οἰκείων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων.
当你想让某人担任你自己的顾问时,首先要看他是如何管理他自己的事务的;因为一个对自己家事考虑不周的人,绝不会对别人的事务提出好的建议。
οὕτω δʼ ἂν μάλιστα βουλεύεσθαι παροξυνθείης, εἰ τὰς συμφορὰς τὰς ἐκ τῆς ἀβουλίας ἐπιβλέψειας· καὶ γὰρ τῆς ὑγιείας πλείστην ἐπιμέλειαν ἔχομεν, ὅταν τὰς λύπας τὰς ἐκ τῆς ἀρρωστίας ἀναμνησθῶμεν.
如果你能注视因缺乏深思熟虑而导致的灾祸,你就会最强烈地被激发去深思熟虑;因为当我们想起因疾病而产生的痛苦时,我们才会对健康给予最大的关注。
§36μιμοῦ τὰ τῶν βασιλέων ἤθη καὶ δίωκε τὰ ἐκείνων ἐπιτηδεύματα· δόξεις γὰρ αὐτοὺς ἀποδέχεσθαι καὶ ζηλοῦν, ὥστε σοι συμβήσεται παρά τε τῷ πλήθει μᾶλλον εὐδοκιμεῖν καὶ τὴν παρʼ ἐκείνων εὔνοιαν βεβαιοτέραν ἔχειν.
效仿君王的品德,追求他们的行为方式;因为这样你就会显得在接纳并效法他们,结果你将在民众中享有更高的声望,并且能更牢固地获得他们的好意。
πείθου μὲν καὶ τοῖς νόμοις τοῖς ὑπὸ τῶν βασιλέων κειμένοις, ἰσχυρότατον μέντοι νόμον ἡγοῦ τὸν ἐκείνων τρόπον.
也要服从君王所制定的法律,但要把他们的作风视为最强有力的法律。
ὥσπερ γὰρ τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.
因为正如生活在民主制度下的人必须讨好民众一样,生活在君主制下的人也应当崇敬君王。
§37εἰς ἀρχὴν κατασταθεὶς μηδενὶ χρῶ πονηρῷ πρὸς τὰς διοικήσεις· ὧν γὰρ ἂν ἐκεῖνος ἁμάρτῃ, σοὶ τὰς αἰτίας ἀναθήσουσιν.
一旦身处官职,在管理事务时就不要任用任何恶人;因为他所犯的任何错误,人们都会把责任归咎于你。
ἐκ τῶν κοινῶν ἐπιμελειῶν ἀπαλλάττου μὴ πλουσιώτερος ἀλλʼ ἐνδοξότερος· πολλῶν γὰρ χρημάτων κρείττων ὁ παρὰ τοῦ πλήθους ἔπαινος.
从公共事务中抽身退隐时,不要变得更富裕,而要变得更有声望;因为来自民众的赞美胜过丰厚的财富。
μηδενὶ πονηρῷ πράγματι μήτε παρίστασο μήτε συνηγόρει· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν, οἷά περ ἂν τοῖς ἄλλοις πράττουσι βοηθῇς.
对于任何邪恶的勾当,你既不要参与,也不要为其辩护;因为你若帮助别人做这些事,你自己也会被认为在做同样的事。
§38παρασκεύαζε σεαυτὸν πλεονεκτεῖν μὲν δύνασθαι, ἀνέχου δὲ τὸ ἴσον ἔχων, ἵνα δοκῇς ὀρέγεσθαι τῆς δικαιοσύνης μὴ διʼ ἀσθένειαν ἀλλὰ διʼ ἐπιείκειαν.
要使自己有能力获取优势,但要甘于享有平等的份额,以便让人们觉得你渴望正义不是因为软弱,而是因为宽容。
μᾶλλον ἀποδέχου δικαίαν πενίαν ἢ πλοῦτον ἄδικον· τοσούτῳ γὰρ κρείττων δικαιοσύνη χρημάτων, ὅσῳ τὰ μὲν ζῶντας μόνον ὠφελεῖ, τὸ δὲ καὶ τελευτήσασι δόξαν παρασκευάζει, κἀκείνων μὲν τοῖς φαύλοις μέτεστι, τούτου δὲ τοῖς μοχθηροῖς ἀδύνατον μεταλαβεῖν.
宁可接受正义的贫穷,也不要不正当的财富;因为正义之于财富是如此高贵,以至于后者仅在生前有益,而前者甚至能为死者带来荣耀,且恶人也能分得财富,而邪恶之人绝不可能染指正义。
§39μηδένα ζήλου τῶν ἐξ ἀδικίας κερδαινόντων, ἀλλὰ μᾶλλον ἀποδέχου τοὺς μετὰ δικαιοσύνης ζημιωθέντας· οἱ γὰρ δίκαιοι τῶν ἀδίκων εἰ μηδὲν ἄλλο πλεονεκτοῦσιν, ἀλλʼ οὖν ἐλπίσι γε σπουδαίαις ὑπερέχουσιν.
不要嫉妒任何通过不义谋利的人,而要更器重那些为了正义而遭受损失的人;因为正义之人即便在其他方面不占优势,至少在美好的希望上胜过不义之人。
§40πάντων μὲν ἐπιμελοῦ τῶν περὶ τὸν βίον, μάλιστα δὲ τὴν σαυτοῦ φρόνησιν ἄσκει· μέγιστον γὰρ ἐν ἐλαχίστῳ νοῦς ἀγαθὸς ἐν ἀνθρώπου σώματι.
要关怀生活中的一切事物,但最要磨炼你自己的智慧;因为在人的身体里,一颗善良的心灵是微小之中的最大之物。
πειρῶ τῷ μὲν σώματι εἶναι φιλόπονος, τῇ δὲ ψυχῇ φιλόσοφος, ἵνα τῷ μὲν ἐπιτελεῖν δύνῃ τὰ δόξαντα, τῇ δὲ προορᾶν ἐπίστῃ τὰ συμφέροντα.
在身体上要努力做到勤劳,在灵魂上要做到热爱智慧,以便你能用身体去执行已经决定的事,用灵魂去预见有利的事。
§41πᾶν ὅ τι ἂν μέλλῃς ἐρεῖν, πρότερον ἐπισκόπει τῇ γνώμῃ· πολλοῖς γὰρ ἡ γλῶττα προτρέχει τῆς διανοίας.
凡是你将要说出口的话,先在心中仔细审查;因为对许多人来说,舌头往往跑在思想的前面。
δύο ποιοῦ καιροὺς τοῦ λέγειν, ἢ περὶ ὧν οἶσθα σαφῶς, ἢ περὶ ὧν ἀναγκαῖον εἰπεῖν.
只在两种情况下说话:要么是关于你清清楚楚知道的事,要么是关于不得不说的事。
ἐν τούτοις γὰρ μόνοις ὁ λόγος τῆς σιγῆς κρείττων, ἐν δὲ τοῖς ἄλλοις ἄμεινον σιγᾶν ἢ λέγειν.
因为只有在这些情况下,言语才优于沉默,而在其他情况下,保持沉默比说话更好。
§42νόμιζε μηδὲν εἶναι τῶν ἀνθρωπίνων βέβαιον· οὕτω γὰρ οὔτʼ εὐτυχῶν ἔσει περιχαρὴς οὔτε δυστυχῶν περίλυπος.
应当认为人事无常;因为这样你在顺境中既不会得意忘形,在逆境中也不会悲痛欲绝。
χαῖρε μὲν ἐπὶ τοῖς συμβαίνουσι τῶν ἀγαθῶν, λυποῦ δὲ μετρίως ἐπὶ τοῖς γιγνομένοις τῶν κακῶν, γίγνου δὲ τοῖς ἄλλοις μηδʼ ἐν ἑτέροις ὢν κατάδηλος· ἄτοπον γὰρ τὴν μὲν οὐσίαν ἐν ταῖς οἰκίαις ἀποκρύπτειν, τὴν δὲ διάνοιαν φανερὰν ἔχοντα περιπατεῖν.
对降临的善事要感到高兴,对发生的恶事要适度悲伤,并且不要让别人看出你处于任何一种状态中;因为把财产藏在屋里、却带着显露无遗的思想四处走动,是十分荒谬的。
§43μᾶλλον εὐλαβοῦ ψόγον ἢ κίνδυνον· δεῖ γὰρ εἶναι φοβερὰν τοῖς μὲν φαύλοις τὴν τοῦ βίου τελευτήν, τοῖς δὲ σπουδαίοις τὴν ἐν τῷ ζῆν ἀδοξίαν.
宁可防范指责,也不要害怕危险;因为生命的终结对卑劣之人来说应当是可怕的,而生前的恶名对优秀之人来说才应当是可怕的。
μάλιστα μὲν πειρῶ ζῆν κατὰ τὴν ἀσφάλειαν· ἐὰν δέ ποτέ σοι συμβῇ κινδυνεύειν, ζήτει τὴν ἐκ τοῦ πολέμου σωτηρίαν μετὰ καλῆς δόξης, ἀλλὰ μὴ μετʼ αἰσχρᾶς φήμης· τὸ μὲν γὰρ τελευτῆσαι πάντων ἡ πεπρωμένη κατέκρινε, τὸ δὲ καλῶς ἀποθανεῖν ἴδιον τοῖς σπουδαίοις ἀπένειμεν.
最重要的是,要努力安全地生活;但如果你碰巧面临危险,要在享有美好声誉的同时,而不是在背负丑恶名声的情况下,寻求从战争中生存下来;因为死亡是命运对所有人的判决,而体面地死去则是命运分派给优秀之人的特权。