Humanitext Reader

伊索克拉底 · 寄德莫尼科斯 §19-26

求智自制与交友处世之道

第 3 段,共 6 段 · 希腊语

内容简介

本段落劝诫年轻人追求智慧甚于财富,保持热情与平易近人的态度,并在利益、愤怒、享乐和悲伤上实行自制。此外,它还就保守秘密、起誓的原则以及如何考验和真诚对待朋友提供了实用的建议。

§19ἡγοῦ τῶν ἀκουσμάτων πολλὰ πολλῶν εἶναι χρημάτων κρείττω· τὰ μὲν γὰρ ταχέως ἀπολείπει, τὰ δὲ πάντα τὸν χρόνον παραμένει· σοφία γὰρ μόνον τῶν κτημάτων ἀθάνατον.
要认为许多教诲比许多财富更宝贵;因为前者很快会流逝,而后者却永远留存;因为在所有的财产中,唯有智慧是不朽的。
μὴ κατόκνει μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους· αἰσχρὸν γὰρ τοὺς μὲν ἐμπόρους τηλικαῦτα πελάγη διαπερᾶν ἕνεκα τοῦ πλείω ποιῆσαι τὴν ὑπάρχουσαν οὐσίαν, τοὺς δὲ νεωτέρους μηδὲ τὰς κατὰ γῆν πορείας ὑπομένειν ἐπὶ τῷ βελτίω καταστῆσαι τὴν αὑτῶν διάνοιαν.
不要犹豫去向那些承诺传授有益知识的人长途跋涉;因为商人们为了增加现有财产而跨越如此广阔的海洋,而年轻人却连为了让自己的心智变得更好而承受陆路旅途都不愿意,这是令人羞耻的。
§20τῷ μὲν τρόπῳ γίγνου φιλοπροσήγορος, τῷ δὲ λόγῳ εὐπροσήγορος.
在待人接物上要热情,在言谈上要平易近人。
ἔστι δὲ φιλοπροσηγορίας μὲν τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, εὐπροσηγορίας δὲ τὸ τοῖς λόγοις αὐτοῖς οἰκείως ἐντυγχάνειν.
热情的表现是向相遇的人打招呼,而平易近人则是用言语本身与他们亲切交谈。
ἡδέως μὲν ἔχε πρὸς ἅπαντας, χρῶ δὲ τοῖς βελτίστοις· οὕτω γὰρ τοῖς μὲν οὐκ ἀπεχθὴς ἔσει, τοῖς δὲ φίλος γενήσει.
对所有人都要态度和善,但要与最优秀的人交往;因为这样你既不会被前者讨厌,又会成为后者的朋友。
τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνὰς τοῖς αὐτοῖς, μηδὲ μακρὰς περὶ τῶν αὐτῶν· πλησμονὴ γὰρ ἁπάντων.
不要与同样的人频繁会面,也不要就同样的事情长篇大论;因为凡事皆有厌倦。
§21γύμναζε σεαυτὸν πόνοις ἑκουσίοις, ὅπως ἂν δύνῃ καὶ τοὺς ἀκουσίους ὑπομένειν.
要用自愿的劳苦来锻炼自己,以便你也能忍受那些非自愿的劳苦。
ὑφʼ ὧν κρατεῖσθαι τὴν ψυχὴν αἰσχρόν, τούτων ἐγκράτειαν ἄσκει πάντων, κέρδους, ὀργῆς, ἡδονῆς, λύπης.
对于那些统治灵魂会令人感到羞耻的事物,要在所有这些事上克制自己,即利益、愤怒、享乐和悲伤。
ἔσει δὲ τοιοῦτος, ἐὰν κέρδη μὲν εἶναι νομίζῃς διʼ ὧν εὐδοκιμήσεις ἀλλὰ μὴ διʼ ὧν εὐπορήσεις, τῇ δὲ ὀργῇ παραπλησίως ἔχῃς πρὸς τοὺς ἁμαρτάνοντας ὥσπερ ἂν πρὸς ἑαυτὸν ἁμαρτάνοντα καὶ τοὺς ἄλλους ἔχειν ἀξιώσειας, ἐν δὲ τοῖς τερπνοῖς, ἐὰν αἰσχρὸν ὑπολάβῃς τῶν μὲν οἰκετῶν ἄρχειν ταῖς δʼ ἡδοναῖς δουλεύειν, ἐν δὲ τοῖς πονηροῖς, ἐὰν τὰς τῶν ἄλλων ἀτυχίας ἐπιβλέπῃς καὶ αὑτὸν ὡς ἄνθρωπος ὢν ὑπομιμνήσκῃς.
你将成为这样的人:如果你把那些能让你赢得名望的事物视为利益,而不是那些能让你富有财富的事物;如果你对待犯错的人的态度,就像你希望别人在你犯错时对待你那样;在令人愉悦的事物中,如果你认为统治仆人却沦为享乐的奴隶是可耻的;在不幸的事物中,如果你注视他人的不幸并提醒自己也是凡人。
§22μᾶλλον τήρει τὰς τῶν λόγων ἢ τὰς τῶν χρημάτων παρακαταθήκας· δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τρόπον ὅρκου πιστότερον φαίνεσθαι παρεχομένους.
保护言语的受托物要甚于保护金钱的受托物;因为好人必须表现出提供比誓言更可靠的品格。
προσήκειν ἡγοῦ τοῖς πονηροῖς ἀπιστεῖν, ὥσπερ τοῖς χρηστοῖς πιστεύειν.
要认为怀疑恶人是合宜的,正如信任善人是合宜的一样。
περὶ τῶν ἀπορρήτων μηδενὶ λέγε, πλὴν ἐὰν ὁμοίως συμφέρῃ τὰς πράξεις σιωπᾶσθαι σοί τε τῷ λέγοντι κἀκείνοις τοῖς ἀκούουσιν.
关于秘密,不要对任何人说,除非对说话的你和听话的他们来说,对这些事情保持沉默是同样有利的。
§23ὅρκον ἐπακτὸν προσδέχου διὰ δύο προφάσεις, ἢ σεαυτὸν αἰτίας αἰσχρᾶς ἀπολύων, ἢ φίλους ἐκ μεγάλων κινδύνων διασώζων.
接受被强加的誓言应基于两个原因:要么免除自己的耻辱指控,要么将朋友从巨大的危险中解救出来。
ἕνεκα δὲ χρημάτων μηδένα θεῶν ὀμόσῃς, μηδʼ ἂν εὐορκεῖν μέλλῃς· δόξεις γὰρ τοῖς μὲν ἐπιορκεῖν, τοῖς δὲ φιλοχρημάτως ἔχειν.
但是,为了金钱的缘故,绝不要指着任何神明起誓,即使你打算诚实地起誓;因为在一些人看来你是在发假誓,而在另一些人看来你则是贪图钱财。
§24μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσῃς πῶς κέχρηται τοῖς πρότερον φίλοις· ἔλπιζε γὰρ αὐτὸν καὶ περὶ σὲ γενέσθαι τοιοῦτον, οἷος καὶ περὶ ἐκείνους γέγονε.
在未审视一个人如何对待先前的友人之前,不要与他做朋友;因为要期望他对待你也会像对待他们那样。
βραδέως μὲν φίλος γίγνου, γενόμενος δὲ πειρῶ διαμένειν· ὁμοίως γὰρ αἰσχρὸν μηδένα φίλον ἔχειν καὶ πολλοὺς ἑταίρους μεταλλάττειν.
要慢条斯理地与人建交,但一旦成为朋友,就要努力维持;因为没有朋友与频繁更换众多同伴是同样可耻的。
μήτε μετὰ βλάβης πειρῶ τῶν φίλων, μήτʼ ἄπειρος εἶναι τῶν ἑταίρων θέλε.
既不要用损失去试验朋友,也不要对同伴毫无试验。
τοῦτο δὲ ποιήσεις, ἐὰν μὴ δεόμενος τὸ δεῖσθαι προσποιῇ.
如果你在不匮乏的时候假装匮乏,你就能做到这一点。
§25περὶ τῶν ῥητῶν ὡς ἀπορρήτων ἀνακοινοῦ· μὴ τυχὼν μὲν γὰρ οὐδὲν βλαβήσει, τυχὼν δὲ μᾶλλον αὐτῶν τὸν τρόπον ἐπιστήσει.
要把可以公开的事当作秘密来商量;因为如果失败,你不会受到任何伤害,而如果成功,你将更能了解他们的品格。
δοκίμαζε τοὺς φίλους ἔκ τε τῆς περὶ τὸν βίον ἀτυχίας καὶ τῆς ἐν τοῖς κινδύνοις κοινωνίας· τὸ μὲν γὰρ χρυσίον ἐν τῷ πυρὶ βασανίζομεν, τοὺς δὲ φίλους ἐν ταῖς ἀτυχίαις διαγιγνώσκομεν.
要通过生活中的不幸和危险中的共处来考验朋友;因为我们在火中检验黄金,而在不幸中辨别朋友。
οὕτως ἄριστα χρήσει τοῖς φίλοις, ἐὰν μὴ προσμένῃς τὰς παρʼ ἐκείνων δεήσεις, ἀλλʼ αὐτεπάγγελτος αὐτοῖς ἐν τοῖς καιροῖς βοηθῇς.
如果你不等待他们的请求,而是在他们需要的时候主动提供帮助,你将最能善待朋友。
§26ὁμοίως αἰσχρὸν εἶναι νόμιζε τῶν ἐχθρῶν νικᾶσθαι ταῖς κακοποιίαις καὶ τῶν φίλων ἡττᾶσθαι ταῖς εὐεργεσίαις.
要认为,被敌人的恶行击败与在善行上输给朋友是同样可耻的。
ἀποδέχου τῶν ἑταίρων μὴ μόνον τοὺς ἐπὶ τοῖς κακοῖς δυσχεραίνοντας, ἀλλὰ καὶ τοὺς ἐπὶ τοῖς ἀγαθοῖς μὴ φθονοῦντας· πολλοὶ γὰρ ἀτυχοῦσι μὲν τοῖς φίλοις συνάχθονται, καλῶς δὲ πράττουσι φθονοῦσι.
不仅要接纳那些对你的不幸感到难过的人做你的同伴,还要接纳那些对你的幸运不怀嫉妒的人;因为许多人在朋友不幸时一同悲伤,但在朋友顺利时却心怀嫉妒。
τῶν ἀπόντων φίλων μέμνησο πρὸς τοὺς παρόντας, ἵνα δοκῇς μηδὲ τούτων ἀπόντων ὀλιγωρεῖν.
要在在场的人面前提及不在场的朋友,好让人觉得你即使在他们不在场时也未尝怠慢他们。

词汇与语法注释

  1. §19πλείω — 修饰女性单数宾格名词 `οὐσίαν` 的比较级形容词 `πλείων` 的女性单数宾格形式,由常规形式 `πλείονα` 缩简而来。它在由介词 `ἕνεκα` 所支配的冠词不定式短语 `τοῦ ... ποιῆσαι` 中充当宾语。
  2. §21ὥσπερ ἂν πρὸς ἑαυτὸν ἁμαρτάνοντα καὶ τοὺς ἄλλους ἔχειν ἀξιώσειας — 一个使用带 `ἄν` 的希求法(`ἀξιώσειας`,`ἀξιόω` 的第二人称单数不定过去时希求法)的条件潜在表达。动词 `ἔχειν` 在此作为不及物动词使用,意为“(以某种态度)对待、相处”,并与介词短语 `πρὸς ἑαυτὸν ἁμαρτάνοντα`(“对待犯错的自己”)相关联。
  3. §21τῶν μὲν οἰκετῶν ἄρχειν ταῖς δʼ ἡδοναῖς δουλεύειν — 此结构展现了具有不对称格支配的平行对立关系:不定式 `ἄρχειν`(“统治”)支配属格 `τῶν οἰκετῶν`,而 `δουλεύειν`(“奴役于”)支配与格 `ταῖς ἡδοναῖς`。
  4. §24μήτε μετὰ βλάβης πειρῶ τῶν φίλων, μήτʼ ἄπειρος εἶναι τῶν ἑταίρων θέλε — 使用相同词根(*peira-)的词汇,在主动测试与保持未测试之间形成平行对比。`πειρῶ`(`πειράομαι` “试验” 的第二人称单数现在时中动命令式)支配属格 `τῶν φίλων`,而与其平行的形容词 `ἄπειρος`(“未加试验的”)也同样支配属格 `τῶν ἑταίρων`,从而创造了紧密的句法对称性。

引用这一段

伊索克拉底, 寄德莫尼科斯 §19-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:19-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。