← イソクラテス

デモニコスに与う

§19-26

知恵の追求と自己統制および交友の心得

この章では、財産よりも知恵を求めるべきことや、他者と交わる際の態度、四つの情欲(利益、怒り、快楽、悲しみ)に対する自己コントロールの重要性を説いている。さらに、秘密や誓いに対する厳格な姿勢、そして真の友人を選び抜き、誠実に付き合うための実践的な心得を述べている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19

ἡγοῦ τῶν ἀκουσμάτων πολλὰ πολλῶν εἶναι χρημάτων κρείττω· τὰ μὲν γὰρ ταχέως ἀπολείπει, τὰ δὲ πάντα τὸν χρόνον παραμένει· σοφία γὰρ μόνον τῶν κτημάτων ἀθάνατον. μὴ κατόκνει μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους· αἰσχρὸν γὰρ τοὺς μὲν ἐμπόρους τηλικαῦτα πελάγη διαπερᾶν ἕνεκα τοῦ πλείω1 ποιῆσαι τὴν ὑπάρχουσαν οὐσίαν, τοὺς δὲ νεωτέρους μηδὲ τὰς κατὰ γῆν πορείας ὑπομένειν ἐπὶ τῷ βελτίω καταστῆσαι τὴν αὑτῶν διάνοιαν.

多くの教えは多くの財産よりも優れていると考えなさい。後者はすぐに去っていくが、前者は常に留まるからである。富の中で知恵だけが不滅なのだから。有益な何かを教えると約束する人々のところへ、遠い道のりを行くことを躊躇してはならない。商人が手元の財産を増やすためにそれほど大きな海を渡る一方で、若者が自分の知性をより良くするために陸路の旅にさえ耐えないのは恥ずべきことだからである。

§20

τῷ μὲν τρόπῳ γίγνου φιλοπροσήγορος, τῷ δὲ λόγῳ εὐπροσήγορος. ἔστι δὲ φιλοπροσηγορίας μὲν τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, εὐπροσηγορίας δὲ τὸ τοῖς λόγοις αὐτοῖς οἰκείως ἐντυγχάνειν. ἡδέως μὲν ἔχε πρὸς ἅπαντας, χρῶ δὲ τοῖς βελτίστοις· οὕτω γὰρ τοῖς μὲν οὐκ ἀπεχθὴς ἔσει, τοῖς δὲ φίλος γενήσει. τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνὰς τοῖς αὐτοῖς, μηδὲ μακρὰς περὶ τῶν αὐτῶν· πλησμονὴ γὰρ ἁπάντων.

品性においては人懐っこくあり、言葉においては親しみやすくありなさい。人懐っこさとは出会った人々に挨拶することであり、親しみやすさとは言葉そのもので親しく接することである。すべての人に対して好意的に接しなさい、しかし最善の人々と交わりなさい。そうすれば、前者に対しては憎まれず、後者に対しては友人となるであろう。同じ人々に対して頻繁に会ったり、同じことについて長々と話したりしてはならない。すべてにおいて飽きが生じるからである。

§21

γύμναζε σεαυτὸν πόνοις ἑκουσίοις, ὅπως ἂν δύνῃ καὶ τοὺς ἀκουσίους ὑπομένειν. ὑφʼ ὧν κρατεῖσθαι τὴν ψυχὴν αἰσχρόν, τούτων ἐγκράτειαν ἄσκει πάντων, κέρδους, ὀργῆς, ἡδονῆς, λύπης. ἔσει δὲ τοιοῦτος, ἐὰν κέρδη μὲν εἶναι νομίζῃς διʼ ὧν εὐδοκιμήσεις ἀλλὰ μὴ διʼ ὧν εὐπορήσεις, τῇ δὲ ὀργῇ παραπλησίως ἔχῃς πρὸς τοὺς ἁμαρτάνοντας ὥσπερ ἂν πρὸς ἑαυτὸν ἁμαρτάνοντα καὶ τοὺς ἄλλους ἔχειν ἀξιώσειας,2 ἐν δὲ τοῖς τερπνοῖς, ἐὰν αἰσχρὸν ὑπολάβῃς τῶν μὲν οἰκετῶν ἄρχειν ταῖς δʼ ἡδοναῖς δουλεύειν,3 ἐν δὲ τοῖς πονηροῖς, ἐὰν τὰς τῶν ἄλλων ἀτυχίας ἐπιβλέπῃς καὶ αὑτὸν ὡς ἄνθρωπος ὢν ὑπομιμνήσκῃς.

自発的な労苦によって自分自身を訓練し、不本意な労苦にも耐えられるようになりなさい。魂がそれらによって支配されることが恥ずべきであるようなすべてのもの、すなわち利益、怒り、快楽、悲しみに対する自制を訓練しなさい。もしあなたが、それによって評判を高めることができるものを利益とみなし、富を得るだけのものはそう見なさないなら、また、過ちを犯す人々に対して、自分自身が過ちを犯したときに他人が自分に対して抱くであろうとあなたが期待するのと同じように怒りを抱くなら、また、楽しいことにおいては、召使たちを支配しながら快楽に奴隷となることを恥ずべきことと見なすなら、また、不幸なことにおいては、他人の不運に目を向けて自分も人間であることを思い起こすなら、あなたはそのような(自制できる)者となるであろう。

§22

μᾶλλον τήρει τὰς τῶν λόγων ἢ τὰς τῶν χρημάτων παρακαταθήκας· δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τρόπον ὅρκου πιστότερον φαίνεσθαι παρεχομένους. προσήκειν ἡγοῦ τοῖς πονηροῖς ἀπιστεῖν, ὥσπερ τοῖς χρηστοῖς πιστεύειν. περὶ τῶν ἀπορρήτων μηδενὶ λέγε, πλὴν ἐὰν ὁμοίως συμφέρῃ τὰς πράξεις σιωπᾶσθαι σοί τε τῷ λέγοντι κἀκείνοις τοῖς ἀκούουσιν.

金銭の預かり物よりも、言論の預かり物をより厳重に守りなさい。優れた人々は誓いよりも信頼できる品性を示さなければならないからである。善人を信頼するのと同様に、悪人を信用しないのがふさわしいと考えなさい。秘密のことについては誰にも話してはならない。ただし、話すあなたにとっても、それを聞く彼らにとっても、その事柄が伏せられていることが同様に有益である場合は別である。

§23

ὅρκον ἐπακτὸν προσδέχου διὰ δύο προφάσεις, ἢ σεαυτὸν αἰτίας αἰσχρᾶς ἀπολύων, ἢ φίλους ἐκ μεγάλων κινδύνων διασώζων. ἕνεκα δὲ χρημάτων μηδένα θεῶν ὀμόσῃς, μηδʼ ἂν εὐορκεῖν μέλλῃς· δόξεις γὰρ τοῖς μὲν ἐπιορκεῖν, τοῖς δὲ φιλοχρημάτως ἔχειν.

課せられた誓いを受け入れるのは二つの理由によるべきである。すなわち、自分自身を不名誉な非難から解放するため、あるいは友人を大きな危険から救い出すためである。しかし、金銭のためには神々に誓いを立ててはならない、たとえ誠実に誓うつもりであっても。ある人々には偽誓しているように見え、他の人々には金を愛しているように見えるであろうから。

§24

μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσῃς πῶς κέχρηται τοῖς πρότερον φίλοις· ἔλπιζε γὰρ αὐτὸν καὶ περὶ σὲ γενέσθαι τοιοῦτον, οἷος καὶ περὶ ἐκείνους γέγονε. βραδέως μὲν φίλος γίγνου, γενόμενος δὲ πειρῶ διαμένειν· ὁμοίως γὰρ αἰσχρὸν μηδένα φίλον ἔχειν καὶ πολλοὺς ἑταίρους μεταλλάττειν. μήτε μετὰ βλάβης πειρῶ τῶν φίλων, μήτʼ ἄπειρος εἶναι τῶν ἑταίρων θέλε.4 τοῦτο δὲ ποιήσεις, ἐὰν μὴ δεόμενος τὸ δεῖσθαι προσποιῇ.

その人が以前の友人たちをどのように扱ったかを調べるまでは、誰も友としてはならない。彼が彼らに対してそうであったような人に、あなたに対してもなるだろうと期待しなさい。ゆっくりと友人になり、友となったなら、長く留まるよう努めなさい。友を一人も持たないことと、多くの仲間を次々と取り替えることは同様に恥ずべきことだからである。損害を被りながら友人を試してはならず、仲間の本性を試さないままでいることを望んではならない。あなたが困っていないのに困っているふりをするなら、これを行うことができるだろう。

§25

περὶ τῶν ῥητῶν ὡς ἀπορρήτων ἀνακοινοῦ· μὴ τυχὼν μὲν γὰρ οὐδὲν βλαβήσει, τυχὼν δὲ μᾶλλον αὐτῶν τὸν τρόπον ἐπιστήσει. δοκίμαζε τοὺς φίλους ἔκ τε τῆς περὶ τὸν βίον ἀτυχίας καὶ τῆς ἐν τοῖς κινδύνοις κοινωνίας· τὸ μὲν γὰρ χρυσίον ἐν τῷ πυρὶ βασανίζομεν, τοὺς δὲ φίλους ἐν ταῖς ἀτυχίαις διαγιγνώσκομεν. οὕτως ἄριστα χρήσει τοῖς φίλοις, ἐὰν μὴ προσμένῃς τὰς παρʼ ἐκείνων δεήσεις, ἀλλʼ αὐτεπάγγελτος αὐτοῖς ἐν τοῖς καιροῖς βοηθῇς.

話してもよいことを秘密のこととして相談しなさい。失敗しても何も害はないが、成功すれば、より彼らの品性を知ることができるからである。生活における不運と、危険における連帯によって友人を試しなさい。金は火の中で検証するが、友人は不運の中で見分けるからである。彼らからの要請を待つのではなく、自発的に彼らの危急の際に助けるなら、友人に最も良く接することになるだろう。

§26

ὁμοίως αἰσχρὸν εἶναι νόμιζε τῶν ἐχθρῶν νικᾶσθαι ταῖς κακοποιίαις καὶ τῶν φίλων ἡττᾶσθαι ταῖς εὐεργεσίαις. ἀποδέχου τῶν ἑταίρων μὴ μόνον τοὺς ἐπὶ τοῖς κακοῖς δυσχεραίνοντας, ἀλλὰ καὶ τοὺς ἐπὶ τοῖς ἀγαθοῖς μὴ φθονοῦντας· πολλοὶ γὰρ ἀτυχοῦσι μὲν τοῖς φίλοις συνάχθονται, καλῶς δὲ πράττουσι φθονοῦσι. τῶν ἀπόντων φίλων μέμνησο πρὸς τοὺς παρόντας, ἵνα δοκῇς μηδὲ τούτων ἀπόντων ὀλιγωρεῖν.

敵の悪行に負けることと、友人の善行に劣ることは、同様に恥ずべきことと考えなさい。仲間としては、悪いことに憤慨する者だけでなく、良いことに嫉妬しない者も受け入れなさい。多くの人は、友人が不幸なときには共に悲しむが、順調なときには嫉妬するからである。その場にいない友人のことを、その場にいる人々の前で話題にしなさい。彼らがいないときにも軽視していないと思われるために。

構文注4 件
  1. 19πλείω

    女性名詞単数対格 οὐσίαν を修飾する比較級形容詞 πλείων の女性単数対格形であり、通常形 πλείονα から縮約されたものである。これは、前置詞 ἕνεκα が支配する冠詞付き不定詞(動名詞) τοῦ ... ποιῆσαι の目的語として機能している。

  2. 21ὥσπερ ἂν πρὸς ἑαυτὸν ἁμαρτάνοντα καὶ τοὺς ἄλλους ἔχειν ἀξιώσειας

    潜在の希求法(ἄν + 希求法過去 ἀξιώσειας)を用いた比較条件の表現。「(過ちを犯したあなたに対して)他人がどのような態度を取ることをあなたが期待するであろうかと同じように」という意味。ἔχειν は自動詞的に「(〜の態度で)ある、接する」を意味し、前置詞句 πρὸς ἑαυτὸν ἁμαρτάνοντα(過ちを犯している自分自身に対して)に係っている。

  3. 21τῶν μὲν οἰκετῶν ἄρχειν ταῖς δʼ ἡδοναῖς δουλεύειν

    対比される二つの不定詞句における格支配の非対称性を示している。支配や統治を意味する ἄρχειν は属格 τῶν οἰκετῶν を支配する一方、服従や隷属を意味する δουλεύειν は与格 ταῖς ἡδοναῖς を支配する。

  4. 24μήτε μετὰ βλάβης πειρῶ τῶν φίλων, μήτʼ ἄπειρος εἶναι τῶν ἑταίρων θέλε

    同一の語根(*peira-)を持つ能動的表現と受動・形容詞的表現を対比させた構文。πειρῶ(πειράομαι の命令法中動態現在2人称単数形)は「試す」として属格 τῶν φίλων を支配し、それに平行する形容詞 ἄπειρος(試していない、経験がない)も同じく属格 τῶν ἑταίρων を支配して、緊密な統語的対称性を生み出している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:19-26