Humanitext Reader

伊索克拉底 · 寄德莫尼科斯 §10-18

关于敬神与修身立德的具体诫命

第 2 段,共 6 段 · 希腊语

内容简介

作者开始以希波尼科斯的品格为榜样,向青年提出修身立德的具体诫命,涵盖对神虔敬、孝敬父母、善待朋友、锻炼身心以及乐于学习有益言论的重要性。

§10οὐδὲ ταπεινῶς διῴκει τὸν αὑτοῦ βίον, ἀλλὰ φιλόκαλος ἦν καὶ μεγαλοπρεπὴς καὶ τοῖς φίλοις κοινός, καὶ μᾶλλον ἐθαύμαζε τοὺς περὶ αὑτὸν σπουδάζοντας ἢ τοὺς γένει προσήκοντας· ἡγεῖτο γὰρ εἶναι πρὸς ἑταιρίαν πολλῷ κρείττω φύσιν νόμου καὶ τρόπον γένους καὶ προαίρεσιν ἀνάγκης.
他也未曾卑微地度过一生,而是热爱美好、慷慨大方、对朋友一视同仁,并且比起血亲,他更器重身边那些忠于他的人;因为他认为,在交友方面,天性远胜于法律,品格远胜于血统,自由的选择远胜于被迫的无奈。
§11ἐπιλίποι δʼ ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα.
如果我们一一列举他的所有行径,哪怕是全部的时间也不够用。
ἀλλὰ τὸ μὲν ἀκριβὲς αὐτῶν ἐν ἑτέροις καιροῖς δηλώσομεν, δεῖγμα δὲ τῆς Ἱππονίκου φύσεως νῦν ἐξενηνόχαμεν, πρὸς ὃν δεῖ ζῆν σε ὥσπερ πρὸς παράδειγμα, νόμον μὲν τὸν ἐκείνου τρόπον ἡγησάμενον, μιμητὴν δὲ καὶ ζηλωτὴν τῆς πατρῴας ἀρετῆς γιγνόμενον· αἰσχρὸν γὰρ τοὺς μὲν γραφεῖς ἀπεικάζειν τὰ καλὰ τῶν ζῴων, τοὺς δὲ παῖδας μὴ μιμεῖσθαι τοὺς σπουδαίους τῶν γονέων.
但我们将在其他机会中阐明这些细节,现在我们展示了希波尼科斯天性的一个范例,你必须以他为榜样来生活,将他的品格视为法律,并成为父亲美德的模仿者和追求者;因为,画家摹写动物的美丽形态,而子女却不模仿优秀的父母,这是令人羞耻的。
§12ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ἐπὶ τοὺς ἀνταγωνιστὰς ἀσκεῖν, ὡς σοὶ σκοπεῖν ὅπως ἐφάμιλλος γενήσει τοῖς τοῦ πατρὸς ἐπιτηδεύμασιν.
你应当认为,任何运动员针对竞争对手进行训练,都不如你关注自己如何能与父亲的行谊并驾齐驱那般切要。
οὕτω δὲ τὴν γνώμην οὐ δυνατὸν διατεθῆναι τὸν μὴ πολλῶν καὶ καλῶν ἀκουσμάτων πεπληρωμένον· τὰ μὲν γὰρ σώματα τοῖς συμμέτροις πόνοις, ἡ δὲ ψυχὴ τοῖς σπουδαίοις λόγοις αὔξεσθαι πέφυκε.
然而,若不充实许多高尚的教诲,心灵便不可能具备这样的境界;因为身体天生靠适度的锻炼而成长,灵魂则靠优秀的言辞而壮大。
διόπερ ἐγώ σοι πειράσομαι συντόμως ὑποθέσθαι, διʼ ὧν ἄν μοι δοκεῖς ἐπιτηδευμάτων πλεῖστον πρὸς ἀρετὴν ἐπιδοῦναι καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις εὐδοκιμῆσαι.
因此,我将尝试向你简要提出建议,通过哪些修养,在我看来你最能在美德上取得进步,并在其他所有人中赢得极高的声誉。
§13πρῶτον μὲν οὖν εὐσέβει τὰ πρὸς τοὺς θεούς, μὴ μόνον θύων, ἀλλὰ καὶ τοῖς ὅρκοις ἐμμένων· ἐκεῖνο μὲν γὰρ τῆς τῶν χρημάτων εὐπορίας σημεῖον, τοῦτο δὲ τῆς τῶν τρόπων καλοκαγαθίας τεκμήριον.
首先,在对待神明的事情上要保持虔敬,不仅要献祭,还要坚守誓言;因为前者是财富充裕的标志,而后者则是品格高尚的凭证。
τίμα τὸ δαιμόνιον ἀεὶ μέν, μάλιστα δὲ μετὰ τῆς πόλεως· οὕτω γὰρ δόξεις ἅμα τε τοῖς θεοῖς θύειν καὶ τοῖς νόμοις ἐμμένειν.
你要时刻敬畏神明,尤其是要顺从城邦的礼法;因为这样你就会显现出既在向神献祭,又在遵守法律。
§14τοιοῦτος γίγνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σεαυτοῦ παῖδας.
对待父母要像你期盼自己的子女对待你那样。
ἄσκει τῶν περὶ τὸ σῶμα γυμνασίων μὴ τὰ πρὸς τὴν ῥώμην ἀλλὰ τὰ πρὸς τὴν ὑγίειαν· τούτου δʼ ἂν ἐπιτύχοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.
在身体锻炼中,不要训练那些为了蛮力的,而要训练那些为了健康的;如果你在还能继续运动时就停止劳苦,你就能达到这个目的。
§15μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου· τὸ μὲν γὰρ ἀνόητον, τὸ δὲ μανικόν.
既不要喜爱轻率的笑,也不要采纳傲慢的言论;因为前者愚蠢,后者狂妄。
ἃ ποιεῖν αἰσχρόν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν.
凡是做起来可耻的事,要认为说出来也并不高雅。
ἔθιζε σεαυτὸν εἶναι μὴ σκυθρωπὸν ἀλλὰ σύννουν· διʼ ἐκεῖνο μὲν γὰρ αὐθάδης, διὰ δὲ τοῦτο φρόνιμος εἶναι δόξεις.
要习惯于让自己不显阴沉而是深思熟慮;因为前者会让你显得傲慢,后者则显得睿智。
ἡγοῦ μάλιστα σεαυτῷ πρέπειν κόσμον, αἰσχύνην δικαιοσύνην σωφροσύνην· τούτοις γὰρ ἅπασι δοκεῖ κρατεῖσθαι τὸ τῶν νεωτέρων ἦθος.
要认为秩序、羞耻心、正义和自制是最适合你的装饰;因为年轻人的品行似乎正是由所有这些所约束的。
§16μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν· καὶ γὰρ ἂν τοὺς ἄλλους λάθῃς, σεαυτῷ συνειδήσεις.
绝不要指望做了可耻的事能瞒过别人;因为即使你瞒得过别人,你也会对自己心知肚明。
τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου, τοῖς δὲ νόμοις πείθου.
敬畏神明,尊敬父母,敬重朋友,服从法律。
τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης· τέρψις γὰρ σὺν τῷ καλῷ μὲν ἄριστον, ἄνευ δὲ τούτου κάκιστον.
要追求伴随美名的享乐;因为伴随高尚的快乐是最好的,而失去高尚的快乐则是最坏的。
§17εὐλαβοῦ τὰς διαβολάς, κἂν ψευδεῖς ὦσιν· οἱ γὰρ πολλοὶ τὴν μὲν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀποβλέπουσιν.
要防范诽谤,即使它们是虚假的;因为大众不了解真相,只看重声誉。
ἅπαντα δόκει ποιεῖν ὡς μηδένα λήσων· καὶ γὰρ ἃ παραυτίκα κρύψῃς, ὕστερον ὀφθήσει.
做一切事情都要表现得像是无法瞒过任何人;因为即使你眼前隐瞒了的事,日后也会暴露。
μάλιστα δʼ ἂν εὐδοκιμοίης, εἰ φαίνοιο ταῦτα μὴ πράττων, ἃ τοῖς ἄλλοις ἂν πράττουσιν ἐπιτιμῴης.
如果你显现出不去做出那些在别人做时你会去谴责的事,你将获得最大的声誉。
§18ἐὰν ᾖς φιλομαθής, ἔσει πολυμαθής.
如果你乐于学习,你将会博学。
ἃ μὲν ἐπίστασαι, ταῦτα διαφύλαττε ταῖς μελέταις, ἃ δὲ μὴ μεμάθηκας, προσλάμβανε ταῖς ἐπιστήμαις· ὁμοίως γὰρ αἰσχρὸν ἀκούσαντα χρήσιμον λόγον μὴ μαθεῖν καὶ διδόμενόν τι ἀγαθὸν παρὰ τῶν φίλων μὴ λαβεῖν.
对于你已掌握的知识,要通过温习来加以保存;对于你尚未学到的知识,要通过求知来加以增益;因为听到有益的话却不去学习,与朋友赠予好东西却不去接受,是同样可耻的。
κατανάλισκε τὴν ἐν τῷ βίῳ σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν· οὕτω γὰρ τὰ τοῖς ἄλλοις χαλεπῶς εὑρημένα συμβήσεταί σοι ῥᾳδίως μανθάνειν.
把你生活中的闲暇花在乐于听取言论上;因为这样一来,别人历经艰辛才发现的道理,你便能轻而易举地掌握。

词汇与语法注释

  1. §10κρείττω — 比较级 κρείττων(较好的)的阴性单数宾格形 κρείττονα 的缩约。它是修饰不定式 εἶναι 的逻辑主语 φύσιν、τρόπον 和 προαίρεσιν(均为阴性单数宾格)的表语性比较级。比较的对象分别由属格 νόμου、γένους 和 ἀνάγκης 表示。
  2. §11ἐπιλίποι δʼ ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα — 由从句中的 εἰ + 愿望式(εἰ... καταριθμησαίμεθα)与主句中的 ἄν + 愿望式(ἐπιλίποι δʼ ἂν)构成的潜在条件句(未来较不确定条件句),表示一种假设性推测(“如果我们一一列举……时间将会不敷使用”)。
  3. §12ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ... ὡς σοὶ σκοπεῖν — 由 οὕτω... ὡς...(不像……那样)构成的关联结构,作为命令式 ἡγοῦ 的宾语(对格与不定式结构)。前半句中,不定式 προσήκειν 取与格 μηδενὶ τῶν ἀθλητῶν,并以不定式 ἀσκεῖν 为主语。在 ὡς 之后,省略了非人称动词 προσήκει,结构应补足为:‘正如你(σοί)去关注(σκοπεῖν)是[应当的]一样’。

引用这一段

伊索克拉底, 寄德莫尼科斯 §10-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:10-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。