← イソクラテス

デモニコスに与う

§10-18

敬虔と身心の鍛錬に関する具体的教訓

著者は、ヒッポニコスの品性を手本として若者が徳を高めるための具体的な教訓を提示し始める。神々への敬虔、親や友人への態度、身体や精神の鍛錬、および言論を熱心に学ぶことの重要性を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10

οὐδὲ ταπεινῶς διῴκει τὸν αὑτοῦ βίον, ἀλλὰ φιλόκαλος ἦν καὶ μεγαλοπρεπὴς καὶ τοῖς φίλοις κοινός, καὶ μᾶλλον ἐθαύμαζε τοὺς περὶ αὑτὸν σπουδάζοντας ἢ τοὺς γένει προσήκοντας· ἡγεῖτο γὰρ εἶναι πρὸς ἑταιρίαν πολλῷ κρείττω1 φύσιν νόμου καὶ τρόπον γένους καὶ προαίρεσιν ἀνάγκης.

また、彼は自らの生活を卑屈に送ることはなく、美を愛し、気高くて、友人に寛大であり、自分の周りで尽くしてくれる人々を、血縁の親族よりも重んじた。なぜなら、交友においては、自然が法よりも、品性が血統よりも、自発的選択が強制よりも、はるかに優れていると考えていたからである。

§11

ἐπιλίποι δʼ ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα.2 ἀλλὰ τὸ μὲν ἀκριβὲς αὐτῶν ἐν ἑτέροις καιροῖς δηλώσομεν, δεῖγμα δὲ τῆς Ἱππονίκου φύσεως νῦν ἐξενηνόχαμεν, πρὸς ὃν δεῖ ζῆν σε ὥσπερ πρὸς παράδειγμα, νόμον μὲν τὸν ἐκείνου τρόπον ἡγησάμενον, μιμητὴν δὲ καὶ ζηλωτὴν τῆς πατρῴας ἀρετῆς γιγνόμενον· αἰσχρὸν γὰρ τοὺς μὲν γραφεῖς ἀπεικάζειν τὰ καλὰ τῶν ζῴων, τοὺς δὲ παῖδας μὴ μιμεῖσθαι τοὺς σπουδαίους τῶν γονέων.

もし私たちが彼のすべての行いを数え上げるなら、すべての時間が足りなくなるだろう。しかし、それらの詳細については別の機会に明らかにするとして、今はヒッポニコスの天性の見本を提示した。あなたは彼を手本として生きるべきであり、彼の品性を法とみなし、父の徳の模倣者、追随者となるべきである。画家が動物の美しい姿を模写する一方で、子供たちが優れた親を模倣しないのは恥ずべきことだからである。

§12

ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ἐπὶ τοὺς ἀνταγωνιστὰς ἀσκεῖν, ὡς σοὶ σκοπεῖν3 ὅπως ἐφάμιλλος γενήσει τοῖς τοῦ πατρὸς ἐπιτηδεύμασιν. οὕτω δὲ τὴν γνώμην οὐ δυνατὸν διατεθῆναι τὸν μὴ πολλῶν καὶ καλῶν ἀκουσμάτων πεπληρωμένον· τὰ μὲν γὰρ σώματα τοῖς συμμέτροις πόνοις, ἡ δὲ ψυχὴ τοῖς σπουδαίοις λόγοις αὔξεσθαι πέφυκε. διόπερ ἐγώ σοι πειράσομαι συντόμως ὑποθέσθαι, διʼ ὧν ἄν μοι δοκεῖς ἐπιτηδευμάτων πλεῖστον πρὸς ἀρετὴν ἐπιδοῦναι καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις εὐδοκιμῆσαι.

競技者の誰にとっても対戦相手に立ち向かうために訓練することが、あなたにとって父親の行いに匹敵する者となるよう努めることほどには、ふさわしくないと考えなさい。しかし、多くの、そして優れた教えで満たされていない者は、そのように精神を整えることはできない。体は適度な労苦によって、魂は優れた言論によって成長するよう生まれついているからである。それゆえ、私はどのような修養によってあなたが徳に向かって最も進歩し、他のすべての人々の間で評判を高めることができるか、手短に助言することを試みよう。

§13

πρῶτον μὲν οὖν εὐσέβει τὰ πρὸς τοὺς θεούς, μὴ μόνον θύων, ἀλλὰ καὶ τοῖς ὅρκοις ἐμμένων· ἐκεῖνο μὲν γὰρ τῆς τῶν χρημάτων εὐπορίας σημεῖον, τοῦτο δὲ τῆς τῶν τρόπων καλοκαγαθίας τεκμήριον. τίμα τὸ δαιμόνιον ἀεὶ μέν, μάλιστα δὲ μετὰ τῆς πόλεως· οὕτω γὰρ δόξεις ἅμα τε τοῖς θεοῖς θύειν καὶ τοῖς νόμοις ἐμμένειν.

まず第一に、神々に対する敬虔を示しなさい。単に犠牲を捧げるだけでなく、誓いを守ることによって。前者は富の豊かさの印であるが、後者は品性の高潔さの証拠だからである。神性を常に敬いなさい。とりわけ国家とともに。そうすれば、神々に犠牲を捧げることと、法律を守ることの両方を行っていると見なされるからである。

§14

τοιοῦτος γίγνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σεαυτοῦ παῖδας. ἄσκει τῶν περὶ τὸ σῶμα γυμνασίων μὴ τὰ πρὸς τὴν ῥώμην ἀλλὰ τὰ πρὸς τὴν ὑγίειαν· τούτου δʼ ἂν ἐπιτύχοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.

あなたの親に対しては、自分の子供たちが自分に対してそうあってほしいと願うような態度で接しなさい。 身体の鍛錬においては、強さのためのものではなく、健康のためのものを訓練しなさい。これは、まだ運動できるうちに労苦をやめるなら、達成できるであろう。

§15

μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου· τὸ μὲν γὰρ ἀνόητον, τὸ δὲ μανικόν. ἃ ποιεῖν αἰσχρόν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν. ἔθιζε σεαυτὸν εἶναι μὴ σκυθρωπὸν ἀλλὰ σύννουν· διʼ ἐκεῖνο μὲν γὰρ αὐθάδης, διὰ δὲ τοῦτο φρόνιμος εἶναι δόξεις. ἡγοῦ μάλιστα σεαυτῷ πρέπειν κόσμον, αἰσχύνην δικαιοσύνην σωφροσύνην· τούτοις γὰρ ἅπασι δοκεῖ κρατεῖσθαι τὸ τῶν νεωτέρων ἦθος.

軽率な笑いを好んではならず、不遜な言葉を受け入れてはならない。前者は愚かであり、後者は狂気じみているからである。 行うのが恥ずべきことは、語るのも美しくないと見なしなさい。自分を陰気ではなく、思慮深くあるよう習慣づけなさい。前者のために傲慢に見え、後者のために賢明に見えるであろうから。規律、羞恥心、正義、節制こそが、自分に最もふさわしいと考えなさい。これらすべてによって、若者の品性は統制されると考えられるからである。

§16

μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν· καὶ γὰρ ἂν τοὺς ἄλλους λάθῃς, σεαυτῷ συνειδήσεις. τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου, τοῖς δὲ νόμοις πείθου. τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης· τέρψις γὰρ σὺν τῷ καλῷ μὲν ἄριστον, ἄνευ δὲ τούτου κάκιστον.

恥ずべきことを行っておきながら、それが隠し通せると決して期待してはならない。たとえ他者を欺くことができても、自分自身に対してはそれを自覚しているからである。 神々を恐れ、親を敬い、友人を重んじ、法律に従いなさい。 名声を伴う快楽を追い求めなさい。美しさを伴う喜びは最上のものであるが、それを欠いたものは最悪のものだからである。

§17

εὐλαβοῦ τὰς διαβολάς, κἂν ψευδεῖς ὦσιν· οἱ γὰρ πολλοὶ τὴν μὲν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀποβλέπουσιν. ἅπαντα δόκει ποιεῖν ὡς μηδένα λήσων· καὶ γὰρ ἃ παραυτίκα κρύψῃς, ὕστερον ὀφθήσει. μάλιστα δʼ ἂν εὐδοκιμοίης, εἰ φαίνοιο ταῦτα μὴ πράττων, ἃ τοῖς ἄλλοις ἂν πράττουσιν ἐπιτιμῴης.

たとえ偽りであっても、中傷を警戒しなさい。大衆は真実を知らず、評判に目を向けるからである。誰にも知られないことはないと思って、すべてのことを行いなさい。なぜなら、その場では隠していることも、後で知られることになるからである。他の人々がそれを行っているときにあなたが非難するようなことを、あなた自身は行っていないと見なされるとき、あなたは最も評判を高めるだろう。

§18

ἐὰν ᾖς φιλομαθής, ἔσει πολυμαθής. ἃ μὲν ἐπίστασαι, ταῦτα διαφύλαττε ταῖς μελέταις, ἃ δὲ μὴ μεμάθηκας, προσλάμβανε ταῖς ἐπιστήμαις· ὁμοίως γὰρ αἰσχρὸν ἀκούσαντα χρήσιμον λόγον μὴ μαθεῖν καὶ διδόμενόν τι ἀγαθὸν παρὰ τῶν φίλων μὴ λαβεῖν. κατανάλισκε τὴν ἐν τῷ βίῳ σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν· οὕτω γὰρ τὰ τοῖς ἄλλοις χαλεπῶς εὑρημένα συμβήσεταί σοι ῥᾳδίως μανθάνειν.

学ぶことを愛するなら、多くのことを知るようになるだろう。知っていることは訓練によって維持し、学んでいないことは知識によって付け加えなさい。有益な話を聞きながら学ばないことは、友人から与えられる良いものを受け取らないのと同様に恥ずべきことだからである。人生の余暇を、言論を熱心に聞くことに費やしなさい。そうすれば、他の人々が苦労して発見したことを、あなたは容易に学ぶことができるようになるだろう。

構文注3 件
  1. 10κρείττω

    比較級 κρείττων の女性単数対格形 κρείττονα の縮約。不定詞 εἶναι の意味上の主語である φύσιν, τρόπον, προαίρεσιν(τρόπον は男性、φύσιν と προαίρεσιν は女性)を修飾する述語的な比較級。比較の対象はそれぞれ属格(νόμου, γένους, ἀνάγκης)で示されている(「自然は法よりも、品性は血統よりも、選択は強制よりも優れている」)。

  2. 11ἐπιλίποι δʼ ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα

    希求法+小辞 ἄν(帰結節)と εἰ+希求法(条件節)による、いわゆる「潜在(future less vivid / potential)」の条件文。実現可能性が低い、または仮定の話として「もし仮に〜とするなら、〜となるだろう」という不確定な推量を示す。

  3. 12ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ... ὡς σοὶ σκοπεῖν

    οὕτω... ὡς...(〜ほど〜ない)の相関構造。動詞 ἡγοῦ(命令法)の目的語となる対格不定詞句。最初の節は μηδενὶ τῶν ἀθλητῶν... προσήκειν ἀσκεῖν (アスリートの誰にとっても、訓練することはこれほどふさわしくない)であり、対比される ὡς 以降は [προσήκει] σοὶ σκοπεῖν (あなたにとって、努めることがふさわしいのと同様には)と、非人称動詞 προσήκει の省略を補って解釈する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:10-18