Humanitext Reader

伊索克拉底 · 寄德莫尼科斯 §1-9

美德的价值与父亲希波尼科斯的典范

第 1 段,共 6 段 · 希腊语

内容简介

作者致信德莫尼科斯,对比了高尚之人与卑劣之人的交往及生活方式,强调了美德的价值,并以其已故父亲希波尼科斯的高尚一生作为榜样。

§1ἐν πολλοῖς μέν, ὦ Δημόνικε, πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις·
德莫尼科斯啊,在许多事情上,我们会发现高尚之人的思想与卑劣之人的心智相去甚远;而他们在彼此的交往中,展现出了最大的差异。
οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι· καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδʼ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν.
因为后者仅在朋友在场时才予以尊重,而前者即使朋友身处远方也依然挚爱;此外,卑劣之人的交往在短时间内就会瓦解,而高尚之人的友谊即使经历永恒的时间也无法被抹去。
§2ἡγούμενος οὖν πρέπειν τοὺς δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, σημεῖον δὲ τῆς πρὸς Ἱππόνικον συνηθείας· πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας, οὕτω καὶ τῆς φιλίας τῆς πατρικῆς κληρονομεῖν.
因此,我认为凡是追求名誉、向往教养的人,都应当模仿高尚之人,而非卑劣之人,所以我将这篇演说作为礼物送给你,作为我对你们好意的凭证,也是与希波尼科斯深厚交情的标志;因为正如继承财产一样,子女也应当继承父亲的友谊。
§3ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον· σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ παιδεύειν ἄλλους ἐπιχειρῶ, καὶ σοὶ μὲν ἀκμὴ φιλοσοφεῖν, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ.
我还看到命运在协助我们,当前的契机也在与我们共同奋斗;因为你渴望受教,而我正尝试教育他人,且正是你致力于哲学的黄金时期,而我则在引导那些追求哲学的人。
ὅσοι μὲν οὖν πρὸς τοὺς ἑαυτῶν φίλους τοὺς προτρεπτικοὺς λόγους συγγράφουσι, καλὸν μὲν ἔργον ἐπιχειροῦσιν, §4οὐ μὴν περί γε τὸ κράτιστον τῆς φιλοσοφίας διατρίβουσιν·
那些为自己的朋友撰写劝勉辞的人,虽然尝试了一件高尚的工作,但他们并没有把时间花在哲学最优秀的部分。
ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται μὴ διʼ ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, ἀλλʼ ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι, τοσούτῳ μᾶλλον ἐκείνων τοὺς ἀκούοντας ὠφελοῦσιν, ὅσον οἱ μὲν ἐπὶ λόγον παρακαλοῦσιν, οἱ δὲ τὸν τρόπον αὐτῶν ἐπανορθοῦσι.
相反,那些向青年人提出建议的人,不是通过让他们训练言辞上的巧妙,而是通过让他们在品格习惯上显现出优秀,从而比前者更能造福听众,其程度正如前者只是催促人们去言说,而后者却在端正他们的品德。
§5διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες ἀλλὰ παραίνεσιν γράψαντες, μέλλομέν σοι συμβουλεύειν ὧν χρὴ τοὺς νεωτέρους ὀρέγεσθαι καὶ τίνων ἔργων ἀπέχεσθαι καὶ ποίοις τισὶν ἀνθρώποις ὁμιλεῖν καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν.
因此,我们并非寻找鼓励,而是写下劝诫,打算建议你年轻人应当追求什么,应当远离哪些行为,应当与什么样的人交往,以及如何管理自己的生活。
ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν, ἧς οὐδὲν κτῆμα σεμνότερον οὐδὲ βεβαιότερόν ἐστι.
因为凡是走过这条生活道路的人,唯有他们才能真正获得美德,而在所有财产中,没有比美德更高贵、更稳固的了。
§6κάλλος μὲν γὰρ ἢ χρόνος ἀνήλωσεν ἢ νόσος ἐμάρανε· πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκαγαθίας ὑπηρέτης ἐστίν, ἐξουσίαν μὲν τῇ ῥᾳθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν· ῥώμη δὲ μετὰ μὲν φρονήσεως ὠφέλησεν, ἄνευ δὲ ταύτης πλείω τοὺς ἔχοντας ἔβλαψε, καὶ τὰ μὲν σώματα τῶν ἀσκούντων ἐκόσμησε, ταῖς δὲ τῆς ψυχῆς ἐπιμελείαις ἐπεσκότησεν.
因为美貌或被时间消耗,或被疾病摧残;财富更是恶德而非美德的仆役,它为怠惰提供放纵的便利,并诱导年轻人走向享乐;而力量若伴随智慧则有益,但若失去智慧,则对拥有者危害更大,它虽装饰了锻炼者的身体,却遮蔽了对灵魂的关照。
§7ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἀκιβδήλως ταῖς διανοίαις συναυξηθῇ, μόνη μὲν συγγηράσκει, πλούτου δὲ κρείττων, χρησιμωτέρα δὲ εὐγενείας ἐστί, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστᾶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλέως ὑπομένουσα, καὶ τὸν μὲν ὄκνον ψόγον, τὸν δὲ πόνον ἔπαινον ἡγουμένη.
然而,对于那些在其心灵中真挚地与之共同成长的人来说,美德的获得是唯一与他们共度晚年的财富,它比财富更优秀,比高贵的门第更有用,它使对他人而言不可能的事成为可能,勇敢地忍受大众所畏惧的事,并视犹豫为耻辱,视劳苦为荣耀。
§8ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν ἐστιν ἔκ τε τῶν Ἡρακλέους ἄθλων καὶ τῶν Θησέως ἔργων, οἷς ἡ τῶν τρόπων ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα τοῖς ἔργοις ἐπέβαλεν, ὥστε μηδὲ τὸν ἅπαντα χρόνον δύνασθαι λήθην ἐμποιῆσαι τῶν ἐκείνοις πεπραγμένων.
这一点从赫拉克勒斯的伟绩和忒修斯的功勋中很容易理解,他们的品德在他们的功绩上盖上了如此巨大的声誉印记,以至于连无穷的时间也无法使人们忘却他们所成就的一切。
§9οὐ μὴν ἀλλὰ καὶ τὰς τοῦ πατρὸς προαιρέσεις ἀναμνησθεὶς οἰκεῖον καὶ καλὸν ἕξεις παράδειγμα τῶν ὑπʼ ἐμοῦ σοι λεγομένων.
不仅如此,如果你回想起你父亲的志向,你就会为我所说的话找到一个切近而高尚的榜样。
οὐ γὰρ ὀλιγωρῶν τῆς ἀρετῆς οὐδὲ ῥᾳθυμῶν διετέλεσε τὸν βίον, ἀλλὰ τὸ μὲν σῶμα τοῖς πόνοις ἐγύμναζε, τῇ δὲ ψυχῇ τοὺς κινδύνους ὑπέμενεν.
因为他在度过一生时,既不轻视美德,也不松懈怠惰,而是用劳苦锻炼身体,用灵魂承受危险。
οὐδὲ τὸν πλοῦτον παρακαίρως ἠγάπα, ἀλλʼ ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος.
他既不非分地贪恋财富,而是作为凡人享受眼前的福泽,又作为不死者管理既有的产业。

词汇与语法注释

  1. §1ὀλίγος χρόνος διέλυσε — 不定过去时 `διέλυσε` 是表示普遍真理的“格言式不定过去时”(gnomic aorist),应理解为一般现在时(“瓦解”)。这与下一句中带有 `ἂν` 的过去虚拟式(潜在语气)`ἐξαλείψειεν`(“无法抹去”)形成对比。
  2. §2τοὺς δόξης ὀρεγομένους καὶ παιδείας ἀντιποιουμένους τῶν σπουδαίων ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς — 由无人称动词 `πρέπει` 引导的带对格的不定式结构(accusative with infinitive)。不定式 `εἶναι` 的逻辑主语是对格的 `τοὺς ὀρεγομένους...`(分词短语),而表语(谓语名词)是 `μιμητάς`。属格 `τῶν σπουδαίων...` 修饰 `μιμητάς`(“高尚之人的模仿者”)。
  3. §4μὴ διʼ ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, ἀλλʼ ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι — 动词 `εἰσηγοῦνται`(建议)的内容由两个对比的结构表示。前半句中的 `διʼ ὧν` 包含关系代词 `ὧν` 所隐指的先行词,表示“不通过那些让他们借以训练言辞巧妙的手段”。后半句的 `ὅπως` 引导一个表示方式或努力的从句(“而是如何使他们显得……”)。
  4. §7οἷς ἂν ἀκιβδήλως ταῖς διανοίαις συναυξηθῇ — 关系代词 `οἷς`(与格复数)与动词 `συναυξηθῇ`(其主语为主句中的 `ἡ τῆς ἀρετῆς κτῆσις`)连用,表示利益或所属的与格(“在那些……人的心中共同成长”)。`ἂν` 结合虚拟式表示泛指的条件关系从句。

引用这一段

伊索克拉底, 寄德莫尼科斯 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。