§9καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, ἐνόμιζεν, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαι, μʼ ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δʼ ἄλλοσέ ποι τραποίμην, οὐδὲν μελήσειν αὑτῷ τῶν ἐμῶν λόγων, εἰ δʼ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός·
此外,诸位陪审员,他认为:如果我企图留在这里,我就会被城邦引渡给萨堤罗斯;如果我逃往别处,他根本不会在乎我的言论;如果我乘船回到蓬托斯,我就会和父亲一起送命。
ταῦτα διαλογιζόμενος διενοεῖτό μʼ ἀποστερεῖν τὰ χρήματα.
经过这些盘算,他图谋剥夺我的财产。
καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτʼ ἀπορεῖν ἐν τῷ παρόντι καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι· ἐπειδὴ δὲ βουλόμενος εἰδέναι σαφῶς τὸ πρᾶγμα προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίγνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν.
而对我,他假装眼下资金困难、无法偿还;然而,当我为了确切了解情况而派菲洛梅洛斯和梅内克塞诺斯去要求偿还时,他却向他们否认占有我的任何财产。
§10πανταχόθεν δέ μοι τοσούτων κακῶν προσπεπτωκότων τίνʼ οἴεσθέ με γνώμην ἔχειν, ᾧ γʼ ὑπῆρχε σιγῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δʼ εἰς τὴν μεγίστην διαβολὴν καὶ ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι;
当我四面八方落入如此重大的灾难之中时,你们认为我当时是怎样的心情? 因为对我而言,保持沉默就会被此人夺走财产,而开口申诉不仅不能收回财产,还会使我自己和父亲在萨堤罗斯面前陷入极大的嫌疑。
κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν.
因此,我认为保持沉默是最好的选择。
§11μετὰ δὲ ταῦτʼ, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι οἱ ἀπαγγέλλοντες ὅτι ὁ πατὴρ ἀφεῖται, καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη, καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν εἰληφὼς γυναῖκα τῷ αὑτοῦ υἱεῖ.
在这些事情之后,诸位陪审员,有人来向我报告说,我父亲已被释放,而且萨堤罗斯对自己所做的一切深表悔意,以至于给了他极大的信任保证,并使他统治的领地比以前更大,还娶了我的姐妹作他儿子的妻子。
πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει Κίττον τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων.
帕西温得知这些后,知道我现在会公开发起收回财产的行动,于是便将知道这笔钱情况的奴隶基托斯藏匿了起来。
§12ἐπειδὴ δʼ ἐγὼ προσελθὼν ἐξῄτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον πάντων δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες αὐτὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντʼ ἀργυρίου λάβοιμεν παρʼ αὐτοῦ· ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδʼ ἀντεγκαλεῖν αὑτῷ καὶ ἐξαιτεῖν τοῦτον, ὃν αὐτοὶ ἠφανίσαμεν.
当我去向他要求交出这个奴隶时(因为我认为这将是关于我所指控之事最清晰的证据),他却说出了所有人中最可怕的谎言:声称我和梅内克塞诺斯收买并说服了那个奴隶,在奴隶坐在银行里时,从他那里拿走了六个塔兰同的银子;为了不对此事进行任何检验或拷问,他声称我们把奴隶藏了起来,反而对他提出反诉,并要求交出那个被我们自己藏起来的奴隶。
καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησʼ ἓξ ταλάντῶν ἐγγυητάς.
他一边说着这些,一边愤怒且哭泣着,把我拉到战争执政官那里,要求我提供担保人,直到我为他提供了六个塔兰同的担保人,他才放了我。
καί μοι κάλει τούτων μάρτυρας. ""
请为我传唤这些事情的证人。
§13τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί·
诸位陪审员,你们已经听取了证人们的证言。
ἐγὼ δὲ τὰ μὲν ἀπολωλεκὼς ἤδη, περὶ δὲ τῶν αἰσχίστας αἰτίας ἔχων, αὐτὸς μὲν εἰς Πελοπόννησον ᾠχόμην ζητήσων, Μενέξενος δʼ εὑρίσκει τὸν παῖδʼ ἐνθάδε, καὶ ἐπιλαβόμενος ἠξίου αὐτὸν βασανίζεσθαι καὶ περὶ τῆς παρακαταθήκης καὶ περὶ ὧν οὗτος ἡμᾶς ᾐτιάσατο.
而我此时已经失去了财产,且背负着最可耻的指控,于是我亲自前往伯罗奔尼撒去寻找那个奴隶;而梅内克塞诺斯则在这里找到了他,并扣留了他,要求就寄存的资金以及此人对我们的指控两方面对他进行拷问。
§14Πασίων δʼ εἰς τοῦτο τόλμης ἀφίκεθʼ ὥστʼ ἀφῃρεῖτʼ αὐτὸν ὡς ἐλεύθερον ὄντα, καὶ οὐκ ᾐσχύνετʼ οὐδʼ ἐδεδοίκει, ὃν ἔφασκεν ὑφʼ ἡμῶν ἠνδραποδίσθαι καὶ παρʼ οὗ τοσαῦτα χρήμαθʼ ἡμᾶς ἔχειν, τοῦτον ἐξαιρούμενος εἰς ἐλευθερίαν καὶ κωλύων βασανίζεσθαι. ὃ δὲ πάντων δεινότατον·
然而帕西温竟然胆大妄行到如此地步,竟以他是自由人为由将他强行带走,而且他毫不羞耻也不害怕,居然把那个他声称被我们绑架、且我们从其身上获得了如此巨额资金的奴隶,以自由人的身份保释出来,并阻止对其进行拷问。
κατεγγυῶντος γὰρ Μενεξένου πρὸς τὸν πολέμαρχον τὸν παῖδα, Πασίων αὐτὸν ἑπτὰ ταλάντων διηγγυήσατο.
而最可怕的是:当梅内克塞诺斯向战争执政官申请扣留该奴隶时,帕西温以七个塔兰同的保释金将其保释。
καί μοι τούτων ἀνάβητε μάρτυρες. ""
请为我登上法庭,作为这些事情的证人。
§15τούτων τοίνυν αὐτῷ πεπραγμένων, ὦ ἄνδρες δικασταί, ἡγούμενος περὶ μὲν τῶν παρεληλυθότων φανερῶς ἡμαρτηκέναι, οἰόμενος δʼ ἐκ τῶν λοιπῶν ἐπανορθώσεσθαι, προσῆλθεν ἡμῖν φάσκων ἕτοιμος εἶναι παραδοῦναι βασανίζειν τὸν παῖδα.
诸位陪审员,在他做了这些事情之后,他认为自己在过去的事情上显然犯了错,并以为能通过剩下的事情来挽回,于是来到我们这里,声称他准备好交出奴隶接受拷问。
ἑλόμενοι δὲ βασανιστὰς ἀπηντήσαμεν εἰς τὸ Ἡφαιστεῖον.
我们选定了拷问人,并在赫菲斯托斯神庙会合。
κἀγὼ μὲν ἠξίουν αὐτοὺς μαστιγοῦν τὸν ἐκδοθέντα καὶ στρεβλοῦν, ἕως τἀληθῆ δόξειεν αὐτοῖς λέγειν· Πασίων δʼ οὑτοσὶ οὐ δημοκοίνους ἔφασκεν αὐτοὺς ἑλέσθαι, ἀλλʼ ἐκέλευε λόγῳ πυνθάνεσθαι παρὰ τοῦ παιδός, §16εἴ τι βούλοιντο.
我要求他们对交出来的奴隶进行鞭打和严刑拷打,直到他们认为他说了真话为止;但帕西温却声称,我们选定他们并不是作为公家刑吏,而是命令他们用言语向奴隶查问,如果他们想知道什么的话。
διαφερομένων δʼ ἡμῶν οἱ βασανισταὶ αὐτοὶ μὲν οὐκ ἔφασαν βασανιεῖν, ἔγνωσαν δὲ Πασίωνʼ ἐμοὶ παραδοῦναι τὸν παῖδα.
由于我们的意见不合,拷问人自己表示不进行拷问,但判定帕西温应当把奴隶交给我。
οὗτος δʼ οὕτω σφόδρʼ ἔφευγε τὴν βάσανον, ὥστε περὶ μὲν τῆς παραδόσεως οὐκ ἤθελεν αὐτοῖς πείθεσθαι, τὸ δʼ ἀργύριον ἕτοιμος ἦν ἀποτίνειν, εἰ καταγνοῖεν αὐτοῦ.
然而,此人极其极力逃避拷问,以至于不愿在移交奴隶一事上服从他们的决定,反而表示如果他们裁定他有罪,他愿意赔偿这笔钱。
καί μοι κάλει τούτων μάρτυρας.
请为我传唤这些事情的证人。
""