Humanitext Reader

伊索克拉底 · 银行家 §1-8

诉讼的重要性与帕西翁侵吞存款的缘起

第 1 段,共 7 段 · 希腊语

内容简介

原告强调了这场诉讼涉及其财产与名誉的重大性,以及与银行家帕西翁争讼的困难。随后,他叙述了自己的背景,以及因受到萨堤罗斯的政治迫害而不得不隐匿财产的经过,而帕西翁正是利用这一处境企图吞并他的财产。

§1ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί.
诸位陪审员,这场诉讼对我来说非同小可。
οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι.
因为我不仅面临失去巨额财产的危险,而且还面临被认为不义地觊觎他人财产的坏名声的危险;这正是我看得最重的。
οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι· εἰ δὲ δόξαιμι μηδὲν προσῆκον τοσαῦτα χρήματʼ ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον.
因为即使我被剥夺了这些财产,我仍将留下足够的资产;但如果我被认为在毫无正当权利的情况下索要如此巨额的资金,我将终生蒙受诽谤。
§2ἔστι δʼ, ὦ ἄνδρες δικασταί, πάντων χαλεπώτατον τοιούτων ἀντιδίκων τυχεῖν.
诸位陪审员,遇到这样的对手是所有事情中最困难的。
τὰ μὲν γὰρ συμβόλαια τὰ πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίγνεται, τοῖς ἀδικουμένοις δὲ πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν, οἳ καὶ φίλους πολλοὺς κέκτηνται καὶ χρήματα πολλὰ διαχειρίζουσι καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι.
因为与银行家们的交易是在没有证人的情况下进行的,而被侵害的人必须冒着危险与这样的人斗争,他们拥有许多朋友,掌控着巨额资金,并因其职业而显得值得信赖。
ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν ὅτι ἀποστεροῦμαι τῶν χρημάτων ὑπὸ Πασίωνος.
然而,即使在这些情况下,我相信我也能向所有人证明,我的财产正在被帕シ온侵占。
§3ἐξ ἀρχῆς οὖν ὑμῖν, ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα.
因此,我将尽我所能,从头向你们叙述事情的经过。
ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, πατὴρ μέν ἐστι Σωπαῖος, ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον, ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου.
诸位陪审员,我的父亲是索派奥斯,所有航行到蓬托斯的人都知道他与萨堤罗斯关系如此亲密,以至于他统治着辽阔的国土,并总管其全部军队。
§4πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησʼ ἀποδημῆσαι.
在听闻了这座城市以及希腊其他地方的情况后,我渴望出国旅行。
γεμίσας οὖς ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατʼ ἐμπορίαν καὶ κατὰ θεωρίαν·
我的父亲便把两艘船装满粮食,并给了我资金,派我一同去进行贸易和游历。
συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασιωνα ἐχρώμην τῇ τούτου τραπέζῃ.
由于腓尼基人皮托多罗斯向我引荐了帕シ온,我便使用了他的银行。
§5χρόνῳ δʼ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ, κἀγὼ τοῖς φυγάσι συγγιγνοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδʼ ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου τά τε χρήματα παρʼ ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν· ἐὰν δὲ τούτων μηδὲν ποιῶ, §6παρʼ ὑμῶν ἐξαιτεῖν.
后来,有人向萨堤罗斯进谗言,说我父亲在阴谋反对他的统治,且我也在与流亡者来往,于是他逮捕了我父亲,并向从蓬托斯留居此地的人们发出指示,要他们从我这里接管财产,并命令我自己乘船回去;如果我对此不予执行,就向你们要求引渡我。
ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς· οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην ὥστε μὴ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν.
诸位陪审员,处在如此重大的灾难之中,我把自己的不幸告诉了帕シ온;因为我和他的关系如此亲密,以至于不仅在金钱上,在其他事情上我也最信任他。
ἡγούμην δʼ εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ʼκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι· εἰ δʼ ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον.
我想,如果我交出所有的财产,万一我父亲遭遇不测,我将同时失去这里和那里的财产,从而变得一无所有;但如果我在萨堤罗斯发出指示后,承认拥有财产却不交出,我将会使我自己和父亲在萨堤罗斯面前陷入极大的嫌疑。
§7βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν ἐκεῖνοι μάλιστʼ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα.
因此,在我们商议之后,似乎最好的办法是,表态同意执行萨堤罗斯所命令的一切,并交出表面上的财产,但关于存在此人处的资金,不仅要予以否认,而且还要表现出向他和其他人借了带息贷款的样子,并采取一切最能让他们相信我没有钱的手段。
§8τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐνόμιζόν μοι Πασίωνα διʼ εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν· ἐπειδὴ δὲ πρὸς τοὺς παρὰ Σατύρου διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς.
诸位陪审员,在当时,我还以为帕シ온是出于好意才向我提出这一切建议的;但是,当我与萨堤罗斯派来的人交涉完毕后,我才发现他在觊觎我的财产。
βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντοιν, ἡγησάμενος οὗτος κάλλιστον αὑτῷ καιρὸν παραπεπτωκέναι -- τὰ μὲν γὰρ χρήματα πόλλʼ εἶναι τὰ παρʼ αὑτῷ κείμενα καὶ ἄξιʼ ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι, πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις προσομολογοῦντα ὀφείλειν—
因为当我想要收回自己的财产并启航前往拜占庭时,他认为一个对他而言极好的机会已经来临——因为存在他那里的资金数额巨大,值得他厚颜无耻地据为己有,而我已经在许多人听得到的情况下否认拥有一切,并且显而易见地被催债,并向其他人承认自己欠债——

词汇与语法注释

  1. 1ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι — 关系代词 `ὃ` 的先行词是指前句的整个不定式短语 `τὸ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν`(不被认为是不义地觊觎他人财产)。
  2. 1μηδὲν προσῆκον — 非人称动词 `προσήκει` 的分词中性单数形式,作绝对宾格(或副词性宾格),表示“在毫无正当关系(权利)的情况下”。
  3. 6ἐξαιτεῖν — 此不定式受§5中的 `ἐπιστέλλει`(发出指示/命令)支配,表示在条件从句(`ἐὰν δὲ...`)满足时,萨堤罗斯所下达的进一步指令。
  4. 8βουλομένου γὰρ ἐμοῦ — 句子以属格绝对结构(`βουλομένου... ἐμοῦ`)开始,接着是与主语 `οὗτος` 一致的分词 `ἡγησάμενος`,但此后由于破折号(--)引入的长不定式短语(`τά τε χρήματα... ἐμὲ δὲ...`),主句的限定动词被省略,导致句子在结构上未完成(破格/句法中断)。

引用这一段

伊索克拉底, 银行家 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。