Humanitext Reader

伊索克拉底 · 银行家 §33-40

同伙的不端行径与原告资金充足的证明

第 5 段,共 7 段 · 希腊语

内容简介

原告通过列举帕西温同伙的恶行来证明契约书被篡改的合理性,并以与斯特拉托克莱斯的交易及相关证人为依据,驳斥了帕西温关于他在雅典并无资金的指控。

§33ὅτι μὲν τοίνυν συνθήκας δʼ ἐποιησάμεθʼ οὐχ ὡς Πασίων ἐπιχειρήσει λέγειν, ἀλλʼ ὡς ἐγὼ πρὸς ὑμᾶς εἴρηκα, ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω.
因此,我认为我已经充分证明了,我们订立契约并不是出于帕西温企图声称的那种意图,而是正如我对你们所说的那样。
οὐκ ἄξιον δὲ θαυμάζειν, ὦ ἄνδρες δικασταί, εἰ τὸ γραμματεῖον διέφθειρεν, οὐ μόνον διὰ τοῦτο, ὅτι πολλὰ τοιαῦτʼ ἤδη γέγονεν, ἀλλʼ ὅτι καὶ τῶν χρωμένων τινὲς Πασίωνι πολὺ δεινότερα τούτων πεποιήκασι.
然而,诸位陪审员,如果他篡改了契约书,这并不值得惊讶,不仅是因为此类事情以前已经发生过多次,也是因为与帕西温交往的某些人做过比这严重得多的事情。
Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον, ὃς ὑπὲρ Πασίωνος ἅπαντα καὶ λέγει καὶ πράττει, τίς οὐκ οἶδεν ὑμῶν πέρυσιν ἀνοίξαντα τὰς ὑδρίας καὶ τοὺς κριτὰς ἐξελόντα τοὺς ὑπὸ τῆς βουλῆς εἰσβληθέντας;
因为你们中谁不知道那个被称为“舞台人”的皮托多罗斯——他为帕西温代言并做一切事情——在去年私自打开了票罐,并拿走了由议会投入的裁判员名单?
§34καίτοι ὅστις μικρων ἕνεκα καὶ περὶ τοῦ σώματος κινδυνεύων ταύτας ὑπανοίγειν ἐτόλμησεν, αἳ σεσημασμέναι μὲν ἦσαν ὑπὸ τῶν χορηγῶν, ἐφυλάττοντο δʼ ὑπὸ τῶν ταμιῶν, ἔκειντο δʼ ἐν ἀκροπόλει, τί δεῖ θαυμάζειν, εἰ γραμματείδιον παρʼ ἀνθρώπῳ ξένῳ κείμενον τοσαῦτα μέλλοντες χρήματα κερδαίνειν μετέγραψαν, ἢ τοὺς παῖδας αὐτοῦ πείσαντες ἢ ἄλλῳ τρόπῳ, ᾧ ἠδύναντο, μηχανησάμενοι;
然而,既然有人为了微小的利益且冒着生命的危险,竟敢私自打开这些由合唱班赞助人封印、由司库们监管并存放在卫城之上的票罐,那么当他们打算牟取如此巨额的财富时,通过说服那个外邦人的奴隶,或者用其他他们所能想到的办法,篡改了存放在外邦人那里的微不足道的契约书,这又有什么值得惊讶的呢?
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.
因此,关于这些事情,我不知道还有什么必要多说。
§35ἤδη δέ τινας Πασίων ἐπεχείρησε πείθειν, ὡς τὸ παράπαν οὐδʼ ἦν ἐνθάδε μοι χρήματα, λέγων ὡς παρὰ Στρατοκλέους ἐδανεισάμην τριακοσίους στατῆρας.
然而,帕西温已经企图让某些人相信,我在这里根本就没有任何资金,声称我是从斯特拉托克莱斯那里借了三百斯塔特。
ἄξιον οὖν καὶ περὶ τούτων ἀκοῦσαι, ἵνʼ ἐπίστησθʼ, οἵοις τεκμηρίοις ἐπαρθεὶς ἀποστερεῖ με τῶν χρημάτων.
因此,关于这些事情也有必要听一听,以便你们知道他是凭着什么样的证据才胆敢掠夺我的资金。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μέλλοντος Στρατοκλέους εἰσπλεῖν εἰς τὸν Πόντον, βουλόμενος ἐκεῖθεν ὡς πλεῖστʼ ἐκκομίσασθαι τῶν χρημάτων, ἐδεήθην Στρατοκλέους τὸ μὲν αὑτοῦ χρυσίον ἐμοὶ καταλιπεῖν, ἐν δὲ τῷ Πόντῳ παρὰ τοῦ πατρὸς τοὐμοῦ κομίσασθαι, §36νομίζων μεγάλα κερδαίνειν, εἰ κατὰ πλοῦν μὴ κινδυνεύοι τὰ χρήματα, ἄλλως τε καὶ Δακεδαιμονίων ἀρχόντων κατʼ ἐκεῖνον τὸν χρόνον τῆς θαλάττης.
因为,诸位陪审员,当斯特拉托克莱斯正要启航前往蓬托斯时,我希望从那里运出尽可能多的资金,于是我请求斯特拉托克莱斯把他自己的黄金留在这里给我,而在蓬托斯则从我的父亲那里收取,因为我认为,如果资金在航行中不冒风险,这将是一个巨大的好处,尤其是当时拉刻代蒙人正控制着海洋。
τούτῳ μὲν οὖν οὐδὲν ἡγοῦμαι τοῦτʼ εἶναι σημεῖον, ὡς οὐκ ἦν ἐνθάδε μοι χρήματα.
因此,我认为这绝不能成为他证明我在这里没有资金的证据。
ἐμοὶ δὲ μέγιστʼ ἔσται τεκμήρια τὰ πρὸς Στρατοκλέα πραχθέντα, ὡς ἦν μοι παρὰ τούτῳ χρυσίον.
但对我来说,与斯特拉托克莱斯所做的事,将成为证明我在他那里存有黄金的最大证据。
§37ἐρωτῶντος γὰρ Στρατοκλέους, ὅστις αὐτῷ ἀποδώσει τὰ χρήματα, ἐὰν ὁ πατὴρ οὑμὸς μὴ ποιήσῃ τὰ ἐπεσταλμένα, αὐτὸς δʼ ἐκπλεύσας ἐνθάδʼ ἐμὲ μὴ καταλάβῃ, Πασίωνʼ αὐτῷ συνέστησα, καὶ ὡμολόγησεν οὗτος αὐτῷ καὶ τὸ ἀρχαῖον καὶ τοὺς τόκους τοὺς γιγνομένους ἀποδώσειν. δώσειν.
因为当斯特拉托克莱斯询问,如果我的父亲没有按照指示去做,而他航行回来后在这里又找不到我,谁来偿还他这笔资金时,我把帕西温介绍给了他,而此人同意向他偿还并给予本金以及产生的利息。
καίτοι εἰ μηδὲν ἔκειτο παρʼ αὐτῷ τῶν ἐμῶν, οἴεσθʼ ἄν αὐτὸν οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἐγγυητήν μου γενέσθαι;
然而,如果我的财产没有任何东西存放在他那里,你们认为他会如此轻易地为我担保这么大一笔资金吗?
καί μοι ἀνάβητε, μάρτυρες.
证人们,请上台来。
"" §38ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τούτων ὑμῖν μάρτυρας παρέξεται, ὡς ἔξαρνος ἐγενόμην πρὸς τοὺς ὑπὲρ Σατύρου πράττοντας μηδὲν κεκτῆσθαι πλὴν ὧν ἐκείνοις παρεδίδουν, καὶ ὡς αὐτὸς ἐπελαμβάνετο τῶν χρημάτων τῶν ἐμῶν ὁμολογοῦντος ἐμοῦ ὀφείλειν τριακοσίας δραχμάς, καὶ ὅτι Ἱππολαΐδαν, ξένον ὄντʼ ἐμαυτοῦ καὶ ἐπιτήδειον, περιεώρων παρὰ τούτου δανειζόμενον.
"" 也许,诸位陪审员,他还会就这些事情向你们提供证人:证明我曾向那些为萨堤罗斯办事的人否认自己拥有任何财产(除了我移交给他们的那些以外),以及在我承认欠他三百德拉克马期间他亲自扣押了我的资金,以及我眼睁睁看着我自己的客卿和友人希波莱达斯向此人借钱。
§39ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, καταστὰς εἰς συμφορὰς οἵας ὑμῖν διηγησάμην, καὶ τῶν μὲν οἴκοι πάντων ἀπεστερημένος, τὰ δʼ ἐνθάδʼ ἀναγκαζόμενος παραδιδόναι τοῖς ἥκουσιν, ὑπολοίπου δʼ οὐδενὸς ὄντος μοι, πλὴν εἰ δυνηθείην λαθεῖν περιποιησάμενος τὸ χρυσίον τὸ παρὰ τούτῳ κείμενον, ὁμολογῶ καὶ τούτῳ προσομολογῆσαι τριακοσίας δραχμὰς καὶ περὶ τῶν ἄλλων τοιαῦτα πράττειν καὶ λέγειν ἐξ ὧν ἐκείνους μάλιστʼ ἄν πείθειν ὠόμην μηδὲν εἶναί μοι.
但是,诸位陪审员,我落入了向你们描述过的那种不幸之中,不仅家乡的一切财产被掠夺殆尽,而且被迫将这里的财产移交给那些到来的人,如果我无法设法暗中保住存放在此人那里的黄金,我将一无所有。 在这样的情况下,我承认我向此人额外承认了三百德拉克马的债务,并且在其他事情上也做出了那样的行为和言论,因为我认为通过这些最能让他们相信我一无所有。
§40καὶ ταῦθʼ ὡς οὐ διʼ ἀπορίαν ἐγίγνετο, ἀλλʼ ἵνα πιστευθείην ὑπʼ ἐκείνων, ῥᾳδίως γνώσεσθε.
而这些事情并非因为贫困而发生,而是为了让我得到他们的信任,这一点你们很容易理解。
πρῶτον μὲν γὰρ ὑμῖν μάρτυρας παρέξομαι τοὺς εἰδότας πολλά μοι χρήματʼ ἐκ τοῦ Πόντου κομισθέντα, ἔπειτα δὲ τοὺς ὁρῶντάς με τῇ τούτου τραπέζῃ χρώμενον, ἔτι δὲ παρʼ ὧν ἐχρυσώνησʼ ὑπʼ ἐκεῖνον τὸν χρόνον πλέον ἢ χιλίους στατῆρας.
因为首先,我将向你们提供那些知道有大量资金从蓬托斯运送给我的人作为证人,其次是那些看到我使用他的银行的人,再者是在那时我从他们那里购买了价值超过一千斯塔特黄金的人。

词汇与语法注释

  1. §33ἀνοίξαντα — 动词 οἶδα 接宾格(此处为 Πυθόδωρον)和分词(ἀνοίξαντα 与 ἐξελόντα),构成间接陈述句式,意为“知道某人做了某事”。
  2. §36ἄλλως τε καὶ — 意为“尤其是、特别是”的习惯用语。在此修饰其后的属格独立结构 Δακεδαιμονίων ἀρχόντων(拉刻代蒙人统治),强调了当时海上霸权的状况。
  3. §38ἔξαρνος ἐγενόμην ... μηδὲν κεκτῆσθαι — 表示“否认”的词组 ἔξαρνος γίγνομαι 后接不定式。根据希腊语的语法惯例,在含有否定意义的动词或表达之后,不定式会进一步带上否定词 μή(此处为 μηδέν)以增强否定语气。
  4. §39λαθεῖν περιποιησάμενος — 动词 λανθάνω(此处为不定式 λαθεῖν)接分词(περιποιησάμενος),构成表示“暗中、不为人知地做某事”的句式。

引用这一段

伊索克拉底, 银行家 §33-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:33-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。