§49ἀλλὰ γὰρ ἴσως περὶ τούτων μόνον ἀλλʼ οὐ καὶ περὶ τῶν ἄλλων ἐναντίʼ αὐτὸς αὑτῷ καὶ λέγων καὶ πράττων φανερός ἐστιν· ὃς τὸν μὲν παῖδα, ὃν αὐτὸς ἠφάνισεν, ὑφʼ ἡμῶν ἔφασκεν ἀνδραποδισθῆναι, τὸν αὐτὸν δὲ τοῦτον ἀπεγράψατο μὲν ἐν τοῖς τιμήμασιν ὡς δοῦλον μετὰ τῶν οἰκετῶν τῶν ἄλλων, ἐπεὶ δʼ αὐτὸν ἠξίου Μενέξενος βασανίζειν, ἀφῃρεῖθʼ ὡς ἐλεύθερον ὄντα.
但是,也许他不仅在这些事上,而且在其他事上也是言行前后矛盾的;他声称那个被他自己藏起来的奴隶是被我们拐骗的,但同时又把这同一个人作为奴隶与其他仆人一起登记在自家的财产评估中;然而,当梅内克塞诺斯要求对他进行审问时,他又以他是自由人为由予以阻拦。
§50πρὸς δὲ τούτοις ἀποστερῶν αὐτὸς τὴν παρακαταθήκην, ἐτόλμησεν ἡμῖν ἐγκαλεῖν ὡς ἔχομεν ἓξ τάλαντʼ ἀπὸ τῆς τούτου τραπέζης.
此外,他自己扣留着存款,却竟敢指控我们从他的银行里拿走了六个塔兰特。
καίτοι ὅστις περὶ πραγμάτων οὕτω φανερῶν ἐπεχείρει ψεύδεσθαι, πῶς χρὴ πιστεύειν αὐτῷ περὶ ὧν μόνος πρὸς μόνον ἔπραξεν;
然而,对于如此显而易见的事都企图撒谎的人,我们又怎能在他与人私下单独进行的交易上相信他呢?
§51τὸ τελευταῖον τοίνυν, ὦ ἄνδρες δικασταί, ὁμολογήσας ὡς Σάτυρον εἰσπλευσεῖσθαι καὶ ποιήσειν ἅττʼ ἂν ἐκεῖνος γνῷ, καὶ ταῦτʼ ἐξηπάτησε, καὶ αὐτὸς μὲν οὐκ ἤθελεν εἰσπλεῦσαι πολλάκις ἐμοῦ προκαλεσαμένου, εἰσέπεμψε δὲ τὸν Κίττον· ὃς ἐλθὼν ἐκεῖσʼ ἔλεγεν ὅτι ἐλεύθερος εἴη καὶ τὸ γένος Μιλήσιος, εἰσπέμψειε δʼ αὐτὸν Πασίων διδάξοντα περὶ τῶν χρημάτων.
诸位陪审员,最后,他虽然同意航行到萨堤罗斯那里,并履行萨堤罗斯所做出的任何决定,但在这一点上他也撒了谎;尽管我多次向他提出挑战,他自己却不愿航行,而是派去了奇托斯;奇托斯到达那里后声称,自己是自由人,出身于米利都,帕西温派他来是为了对资金的事情做出说明。
§52ἀκούσας δὲ Σάτυρος ἀμφοτέρων ἡμῶν δικάζειν μὲν οὐκ ἠξίου περὶ τῶν ἐνθάδε γενομένων συμβολαίων, ἄλλως τε καὶ μὴ παρόντος τούτου μηδὲ μέλλοντος ποιήσειν ἃ ἐκεῖνος δικάσειεν, οὕτω δὲ σφόδρʼ ἐνόμιζεν ἀδικεῖσθαί με, ὥστε συγκαλέσας τοὺς ναυκλήρους ἐδεῖτʼ αὐτῶν βοηθεῖν ἐμοὶ καὶ μὴ περιορᾶν ἀδικούμενον, καὶ πρὸς τὴν πόλιν συγγράψας ἐπιστολὴν ἔδωκε φέρειν Θενοτίμῳ τῷ Καρκίνου.
萨堤罗斯在听取了我们双方的陈述后,认为对在这里签署的契约进行裁判是不妥当的,尤其是因为帕西温不在场,也不打算履行萨堤罗斯可能做出的裁决;但他深信我受到了不公正的对待,以至于他召集了船主们,请求他们协助我,不要对我的冤屈视而不见,并且给城邦写了一封信,交给卡尔基诺斯之子塞诺提摩斯带去。
καί μοι ἀνάγνωθι αὐτοῖς. ""
请为他们宣读一下。
§53οὕτω τοίνυν, ὦ ἄνδρες δικασταί, πολλῶν μοι τῶν δικαίων ὑπαρχόντων, ἐκεῖνʼ ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον ὡς ἀποστερεῖ με Πασίων τῶν χρημάτων, ὅτι τὸν παῖδʼ οὐκ ἠθέλησε βασανίζειν ἐκδοῦναι τὸν συνειδότα περὶ τῆς παρακαταθήκης.
因此,诸位陪审员,尽管我拥有许多正当的论据,但我认为证明帕西温侵吞我资金的最大证据,是他在知晓该存款内情的那名奴隶的拷问问题上,拒绝将其交出。
καίτοι περὶ τῶν πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις συμβολαίων τίς ἂν ἔλεγχος ἰσχυρότερος τούτου γένοιτο;
然而,关于与银行家的契约,还有什么比这更强有力的证明呢?
οὐ γὰρ δὴ μάρτυράς γʼ αὐτῶν ποιούμεθα.
因为我们确实不会为这些契约设立证人。
§54ὁρῶ δὲ καὶ ὑμᾶς καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν δημοσίων οὐδὲν πιστότερον οὐδʼ ἀληθέστερον βασάνου νομίζοντας, καὶ μάρτυρας μὲν ἡγουμένους οἷόν τʼ εἶναι καὶ τῶν μὴ γενομένων παρασκευάσασθαι, τὰς δὲ βασάνους φανερῶς ἐπιδεικνύναι, ὁπότεροι τἀληθῆ λέγουσιν.
我也看到,无论是在私人还是公共事务中,你们都认为没有什么比拷问更可靠、更真实的了,你们认为证人即使对未曾发生的事也可能被伪造出来,而拷问则能清楚地表明哪一方在说真话。
ἃ οὗτος εἰδὼς ἠβουλήθη εἰκάζειν ὑμᾶς περὶ τοῦ πράγματος μᾶλλον ἢ σαφῶς εἰδέναι.
帕西温知道这一点,所以他希望你们对这件事进行猜测,而不是清楚地了解。
οὐ γὰρ δὴ τοῦτό γʼ ἂν εἰπεῖν ἔχοι, ὡς ἔλαττον ἔμελλεν ἕξειν ἐν τῇ βασάνῳ, καὶ διὰ τοῦτʼ οὐκ εἰκὸς ἦν αὐτὸν ἐκδοῦναι.
因为他绝不能说自己在拷问中会处于不利地位,并以此作为不交出奴隶的合理理由。
§55πάντες γὰρ ἐπίστασθʼ ὅτι κατειπὼν μὲν ἤμελλε τὸν ἐπίλοιπον χρόνον ὑπὸ τούτου κάκιστʼ ἀνθρώπων ἀπολεῖσθαι, διακαρτερήσας δὲ καὶ ἐλεύθερος ἔσεσθαι καὶ μεθέξειν ὧν οὗτός μʼ ἀπεστέρησεν.
因为你们大家都知道,如果奴隶告发,他余生将会被这个最恶劣的人彻底毁灭,但如果他坚忍过去,他就会获得自由,并能分享这个人在我这里侵吞的财产。
ἀλλʼ ὅμως τοσούτῳ μέλλων πλέον ἕξειν, συνειδὼς αὑτῷ τὰ πεπραγμένα, ὑπέμεινε καὶ δίκας φεύγειν καὶ τὰς ἄλλας αἰτίας ἔχειν, ὥστε μηδεμίαν βάσανον περὶ τοῦ πράγματος τούτου γενέσθαι.
然而,尽管帕西温会获得如此巨大的优势,但他深知自己所做的事情,宁可逃避诉讼、承担其他指责,也不愿让关于此事的任何拷问发生。
§56ἐγὼ οὖ ὑμῶν δέομαι μεμνημένους τούτων καταψηφίσασθαι Πασίωνος, καὶ μὴ τοσαύτην πονηρίαν ἐμοῦ καταγνῶναι, ὡς οἰκῶν ἐν τῷ Πόντῳ καὶ τοσαύτην οὐσίαν κεκτημένος ὥστε καὶ ἑτέρους εὖ ποιεῖν δύνασθαι, Πασίωνʼ ἦλθον συκοφαντήσων καὶ ψευδεῖς αὐτῷ παρακαταθήκας ἐγκαλῶν.
因此,我恳求你们记住这些,判决帕西温有罪,不要对我判下如此深重的恶行,仿佛我居住在蓬托斯,拥有多到甚至能够造福他人的财产,却跑来诬告帕西温,对他提出虚假的存款指控。
§57ἄξιον δὲ καὶ Σατύρου καὶ τοῦ πατρὸς ἐνθυμηθῆναι, οἳ πάντα τὸν χρόνον περὶ πλείστου τῶν Ἑλλήνων ὑμᾶς ποιοῦνται, καὶ πολλάκις ἤδη διὰ σπάνιν σίτου τὰς τῶν ἄλλων ἐμπόρων ναῦς κενὰς ἐκπέμποντες ὑμῖν ἐξαγωγὴν ἔδοσαν· καὶ ἐν τοῖς ἰδίοις συμβολαίοις, ὧν ἐκεῖνοι κριταὶ γίγνονται, οὐ μόνον ἴσον ἀλλὰ καὶ πλέον ἔχοντες ἀπέρχεσθε.
萨堤罗斯和我父亲也值得考虑,他们一直以来都将你们视为希腊人中最重要的人,并且已经多次在粮食短缺时,空着放行其他商人的船只,给你们以出口的权利;在他们作为裁判者的私人契约中,你们不仅得到了平等的待遇,甚至带着更多的利益离开。
§58ὥστʼ οὐκ ἂν εἰκότως περὶ ὀλίγου ποιήσαισθε τὰς ἐκείνων ἐπιστολάς.
因而,你们没有理由轻视他们的来信。
δέομαι οὖν ὑμῶν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ ἐκείνων τὰ δίκαια ψηφίσασθαι καὶ μὴ τοὺς Πασίωνος λόγους ψευδεῖς ὄντας πιστοτέρους ἡγεῖσθαι τῶν ἐμῶν.
所以,我为了我自己和他们,恳求你们做出公正的判决,不要认为帕西温虚假的话比我的话更可信。