Humanitext Reader

伊索克拉底 · 银行家 §24-32

帕西温辩解的矛盾与阿居里奥斯的作证

第 4 段,共 7 段 · 希腊语

内容简介

诉讼人论证了帕西温辩解中的逻辑矛盾,指出如果帕西温已经免责,他们便不会吩咐在未和解时将契约交给萨堤罗斯。为了证明帕西温在篡改契约之前曾谋求废除该契约,诉讼人传唤阿居里奥斯出庭作证。

§24τὰ μὲν οὖν γεγενημένα, ὡς ἀκριβέστατα οἶός τʼ ἦν, ἅπανθʼ ὑμῖν εἴρηκα.
因此,所发生的一切事情,我已经尽可能精确地全部告诉你们了。
ἡγοῦμαι δὲ Πασίωνʼ, ὦ ἄνδρες δικασταί, ἐκ τοῦ διεφθαρμένου γραμματείου τὴν ἀπολογίαν ποιήσεσθαι καὶ τοὺτοις ἰσχυριεῖσθαι μάλιστα.
然而,诸位陪审员,我认为帕西温将根据那份被篡改的契约进行辩解,并主要以此为据进行强硬的主张。
ὑμεῖς οὖν μοι τὸν νοῦν προσέχετε· οἶμαι γὰρ ἐξ αὐτῶν τούτων φανερὰν ὑμῖν ποιήσειν τὴν τούτου πονηρίαν.
因此,请诸位注意听我说;因为我认为,正是通过这些事实,我能向你们揭示他的奸诈。
§25πρῶτον δʼ ἐκ τούτου σκοπεῖσθε.
首先,请从这一点来考虑。
ὅτε γὰρ ἐδίδομεν τῷ ξένῳ τὴν συνθήκην, καθʼ ἣν οὗτος μὲν ἀφεῖσθαί φησι τῶν ἐγκλημάτων, ἐγὼ δʼ ὡς ἔδει με παρὰ τοὺτου κομίσασθαι τὸ χρυσίον, ἐκελεύομεν τὸν ξένον, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτούς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μή, Σατύρῳ ἀποδοῦναι· καὶ ταῦτα ῥηθῆναι ὑπʼ ἀμφοτέρων ἡμῶν ὁμολογεῖται.
因为当我们把契约交给外邦人时——根据这份契约,他声称自己已被免除控诉,而我则声称我本应向他收回黄金——我们吩咐那名外邦人,如果我们在彼此之间和解,就烧毁这份契约书;否则,就将其交给萨堤罗斯;而且,这些话是由我们双方共同说出的,这一点也是被公认的。
§26καίτοι τί μαθόντες, ὦ ἄνδρες δικασταί, προσετάττομεν ἀποδοῦναι Σατύρω τὸ γραμματεῖον, ἂν μὴ διαλλαγῶμεν, εἴπερ ἀπηλλαγμένος ἤδη Πασίων ἦν ἐγκλημάτων καὶ τέλος εἶχεν ἡμῖν τὸ πρᾶγμα;
然而,诸位陪审员,如果帕西温确实已经摆脱了控诉,且我们的事情已经了结,我们究竟是出于什么意图,竟然吩咐他在我们不和解的情况下将契约交给萨堤罗斯呢?
ἀλλὰ δῆλον ὅτι ταύτας τὰς συνθήκας ἐποιησάμεθʼ ὡς ὑπολοίπων ὄντων ἡμῖν ἔτι πραγμάτων, περί ὦν ἔδει τοῦτον πρὸς ἐμὲ κατὰ τὸ γραμματεῖον διαλύσασθαι.
显而易见,我们之所以订立这些契约,是因为我们之间还有未了的事项,而根据这份契约书,他必须向我解决这些问题。
§27ἔπειτʼ ἐγὼ μέν, ὦ ἄνδρες δικασταί ἔχω τὰς αἰτίας εἰπεῖν διʼ ἃς οὗτος ὡμολόγησεν ἀποδώσειν τὸ χρυσίον· ἐπεὶ γὰρ ἡμεῖς τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγημεν καὶ τὸν Κιττον οὐχ οἶός τʼ ἐγένετʼ ἀφανίσαι, τὸν συνειδότα περὶ τῆς παρακαταθήκης, ἡγησάμενος, εἰ μὲν ἐκδοίη τὸν παῖδα βασανίσαι, §28φανερός γενήσεσθαι πανουργῶν, εἰ δὲ μὴ ποιήσειε ταῦτʼ, ὀφλήσειν τὴν δίκην, ἐβουλήθη πρὸς ἐμὲ ἀπαλλαγὴν ποιήσασθαι.
其次,诸位陪审员,我能够说明他之所以同意归还黄金的原因;因为当我们洗清了在萨堤罗斯面前遭受的诽谤,而他又无法使那个知晓存款情况的基托斯失踪时,他认为,如果交出那个奴隶接受拷问,他作恶的行为就会败露;如果不这样做,他又会输掉官司,因此他希望能与我和解。
τοῦτον δὲ κελεύσατʼ ἀποδεῖξαι, τι κερδαίνων ἤ τίνα κίνδυνον φοβηθεὶς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων;
而请你们要求此人证明,我是图了什么利益,或者是害怕什么危险,才免除他这些控诉的?
ἐάν δὲ μηδὲν ἔχῃ τούτων ὑμῖν ἀποφαίνειν, πῶς οὐκ ἄν δικαίως ἐμοὶ μᾶλλον ἢ τούτῳ περὶ τοῦ γραμματείου πιστεύοιτε;
如果他无法向你们出示任何这类证据,那么对于这份契约书,你们理所当然应该相信我,而不是相信他,难道不是吗?
§29καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ τόδε ῥᾴδιον πᾶσι γνῶναι, ὅτι ἐμοὶ μέν, ὃς ἐνεκάλουν, εἰ τοὺς ἐλέγχους ἐφοβούμην, ἐξῆν καὶ μηδεμίαν συνθήκην ποιησάμενον χαίρειν ἐᾶν τὸ πρᾶγμα· τούτῳ δὲ διά τε τὴν βάσανον καὶ τοὺς ἀγῶνας τοὺς ἐν ὑμῖν οὐχ οἶόν τʼ ἦν ὁπότε βούλοιτʼ ἀπηλλάχθαι τῶν κινδύνων, εἰ μὴ πείσειεν ἐμὲ τὸν ἐγκαλοῦντα.
此外,诸位陪审员,下面这件事也是显而易见的:作为起诉人的我,如果害怕验证,大可不必订立任何契约而直接放弃此案;然而,对于他而言,由于拷问以及在你们面前面临的审判,除非他能说服我这个起诉人,否则他不可能在任何他想脱身的时候摆脱危险。
ὥστʼ οὐκ ἐμὲ περὶ τῆς ἀφέσεως ἀλλὰ τοῦτον περὶ τῆς ἀποδόσεως τῶν χρημάτων ἔδει τὰς συνθήκας ποιεῖσθαι.
因此,需要订立契约的并不是为了免责的我,而是为了还钱的他。
ἔτι δὲ κἀκεῖνʼ ὑπερφυές, §30εἰ πρὶν μὲν συγγράψασθαι τὸ γραμματεῖον οὕτω σφόδρʼ ἠπίστησα τοῖς πράγμασιν ὥστε μὴ μόνον ἀφεῖναι Πασίωνα τῶν ἐγκλημάτων ἀλλὰ καὶ συνθήκας περὶ αὐτῶν ποιήσασθαι ἐπειδὴ δὲ τοιοῦτον ἔλεγχον κατʼ ἐμαυτοῦ συνεγραψάμην, τηνικαῦτʼ ἐπεθύμησʼ εἰς ὑμᾶς εἰσελθεῖν.
此外,还有一点极其荒谬:如果说在起草契约书之前,我对自己的处境极其没有信心,以至于不仅免除了帕西温的控诉,甚至还为此订立了契约,但在写下这样一份对自己不利的证物之后,我却偏偏在那时渴望出庭受审。
καίτοι τίς ἄν οὕτω περί τῶν αὑτοῦ πραγμάτων βουλεύσαιτο;
然而,谁会对自己身边的事务做出如此荒谬的筹划呢?
§31ὃ δὲ πάντων μέγιστον τεκμήριον ὡς οὐκ ἀφειμὲνος ἦν Πασίων ἐν ταῖς συνθήκαις ἀλλʼ ὡμολογηκὼς ἀποδώσειν τὸ χρυσίον· ὅτε γὰρ Μενέξενος ἔλαχεν αὑτῷ τὴν δίκην, οὔπω διεφθαρμένου τοῦ γραμματείου, προσπέμπων Ἀγύρριον, ὄντʼ ἀμφοτέροις ἡμῖν ἐπιτήδειον, ἠξίου μʼ ἤ Μενέξενον ἀπαλλάττειν ἢ τὰς συνθήκας τὰς γεγενημένας πρὸς αὑτὸν ἀναιρεῖν.
而证明帕西温在契约中并未被免责,反而是同意了要归还黄金的最大证据如下:因为当梅内克塞诺斯对他提起诉讼时,契约书还未被篡改,他派了我们双方的友人阿居里奥斯来,要求我要么让梅内克塞诺斯撤诉,要么废除与他订立的契约。
§32καίτοι, ὦ ἄνδρες δικασταί, οἴεσθʼ ἂν αὐτὸν ἐπιθυμεῖν ἀναιρεθῆναι ταύτας τὰς συνθήκας, ἐξ ὧν ψευδομένους ἡμᾶς ἔμελλεν ἐξελέγξειν;
然而,诸位陪审员,如果这份契约原本可以揭穿我们的谎言,你们认为他会渴望将其废除吗?
οὔκουν ἐπειδή γε μετεγράφησαν, τούτους ἔλεγε τοὺς λόγους, ἀλλὰ περὶ ἁπάντων εἰς ἐκείνας κατέφευγε καὶ ἀνοίγειν ἐκέλευε τὸ γραμματεῖον.
的确,自契约被篡改之后,他就再也不说这样的话了,反而一切都以契约为挡箭牌,并要求打开契约书。
ὡς οὖν τὸ πρῶτον ἀναιρεῖν ἐζήτει τὰς συνθήκας, αὐτὸν Ἀγύρριον μαρτυροῦντα παρέξομαι.
因此,为了证明他起初曾谋求废除契约,我将提供阿居里奥斯本人作为证人。
καί μοι ἀνάβηθι. ""
请上台来。

词汇与语法注释

  1. §26τί μαθόντες — 疑问代词与动词 μανθάνω(学习、了解)的无定过去时主动分词相结合的惯用表达,表示“出于什么意图”、“究竟为什么”,带有惊讶或谴责的语气。
  2. §27ἡγησάμενος — 此分词引导其后两个条件句的间接引语。对于条件从句(εἰ μὲν ἐκδοίη 和 εἰ δὲ μὴ ποιήσειε,均为希求语气),其对应的归结从句使用不定式(γενήσεσθαι 和 ὀφλήσειν)。此外,φανερὸς γενήσεσθαι 带有补充性分词 πανουργῶν(暴露其作恶)。
  3. §29ἐξῆν — 违背事实虚拟条件句(条件从句为 εἰ ... ἐφοβούμην)的归结从句。当表示义务、可能或必要的非人称动词(此处为 ἐξῆν,“本来可以”)作为违背事实条件句的归结时,通常使用直陈语气过去时,而不加助词 ἄν。此外,不定式短语中的 χαίρειν ἐᾶν 是一个惯用表达,意为“听之任之”、“置之不理”。
  4. §30ἠπίστησα — 动词 ἀπιστέω(不相信、缺乏信心)的无定过去时。此处意为对自己的起诉前景“没有信心”或“怀疑”。由表示惊讶或不合常理的 εἰ(如果说……)引导,突出了过去缺乏信心与现在渴望出庭受审之间的矛盾。

引用这一段

伊索克拉底, 银行家 §24-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:24-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。