§28τὴν μὲν οὖν φιλίαν τὴν πρὸς τὸν δῆμον οὕτω παλαιὰν καὶ γνησίαν καὶ διὰ τὰς μεγίστας εὐεργεσίας γεγενημένην παρὰ τῶν προγόνων παρέλαβεν·
因此,他从祖先那里继承了对民众如此古老、真挚且因最大恩惠而建立的友谊。
αὐτὸς δὲ κατελείφθη μὲν ὀρφανός, ὁ γὰρ πατὴρ αὐτοῦ μαχόμενος ἐν Κορωνείᾳ τοῖς πολεμίοις ἀπέθανεν, ἐπετροπεύθη δʼ ὑπὸ Περικλέους, ὃν πάντες ἂν ὁμολογήσειαν καὶ σωφρονέστατον καὶ δικαιότατον καὶ σοφώτατον γενέσθαι τῶν πολιτῶν.
但他自己却沦为孤儿,因为他的父亲在科罗内亚与敌人作战时牺牲了,而他则由伯里克利监护,所有人都会承认伯里克利是公民中最审慎、最公正、最睿智的人。
ἡγοῦμαι γὰρ καὶ τοῦτʼ εἶναι τῶν καλῶν, ἐκ τοιούτων γενόμενον ὑπὸ τοιούτοις ἤθεσιν ἐπιτροπευθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι.
因为我认为,出身于这样的祖先,并在这样的人格熏陶下接受监护、抚育和教育,也是一件光荣的事情。
§29δοκιμασθεὶς δʼ οὐκ ἐνδεέστερος ἐγένετο τῶν προειρημένων, οὐδʼ ἠξίωσεν αὐτὸς μὲν ῥᾳθύμως ζῆν, σεμνύνεσθαι δʼ ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, ἀλλʼ εὐθὺς οὕτω μέγʼ ἐφρόνησεν, ὥστʼ ᾠήθη δεῖν διʼ αὑτὸν καὶ τἀκείνων ἔργα μνημονεύεσθαι.
通过成年审查后,他没有显得逊色于前述之人,也不愿自己懒散度日而仅凭祖先的德行自傲,而是立刻抱有如此伟大的志向,以至于认为他们的功绩也应当通过他自己而被人们铭记。
καὶ πρῶτον μέν, ὅτε Φορμίων ἐξήγαγεν ἐπὶ Θρᾴκης χιλίους Ἀθηναίων, ἐπιλεξάμενος τοὺς ἀρίστους, μετὰ τούτων στρατευσάμενος τοιοῦτος ἦν ἐν τοῖς κινδύνοις ὥστε στεφανωθῆναι καὶ πανοπλίαν λαβεῖν παρὰ τοῦ στρατηγοῦ.
首先,当福尔米翁带领一千名精选的雅典人前往色雷斯时,与他们一同参军的他,在危险中表现得如此出色,以至于获得了将军授予的桂冠和一套盔甲。
§30καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον;
然而,一个配得上最大赞誉的人应当做什么呢?
οὐ μετὰ μὲν τῶν βελτίστων ἐκ τῆς πόλεως στρατευόμενον ἀριστείων ἀξιοῦσθαι, πρὸς δὲ τοὺς κρατίστους τῶν Ἑλλήνων ἀντιστρατηγοῦντʼ ἐν ἅπασι τοῖς κινδύνοις αὐτῶν φαίνεσθαι περιγιγνόμενον;
难道不应当在与城邦中最优秀的人一同出征时赢得最高武功奖,并在作为将军对抗希腊最强之敌时,在一切危险中都显现出超越他们吗?
ἐκεῖνος τοίνυν τῶν μὲν νέος ὢν ἔτυχε, τὰ δʼ ἐπειδὴ πρεσβύτερος ἦν ἔπραξεν.
因此,他在年轻时获得了前者,而在年长时做到了后者。
§31μετὰ δὲ ταῦτα τὴν μητέρα τὴν ἐμὴν ἔγημεν· ἡγοῦμαι γὰρ καὶ ταύτην ἀριστεῖον αὐτὸν λαβεῖν.
在这之后,他娶了我的母亲;因为我认为,这也是他作为武功奖赏而获得的。
ὁ γὰρ πατὴρ αὐτῆς Ἱππόνικος, πλούτῳ μὲν πρῶτος ὢν τῶν Ἑλλήνων, γένει δʼ οὐδενὸς ὕστερος τῶν πολιτῶν, τιμώμενος δὲ καὶ θαυμαζόμενος μάλιστα τῶν ἐφʼ αὑτοῦ, μετὰ προικὸς δὲ πλείστης καὶ δόξης μεγίστης ἐκδιδοὺς τὴν θυγατέρα, καὶ τοῦ γάμου τυχεῖν εὐχομένων μὲν ἁπάντων, ἀξιούντων δὲ τῶν πρώτων, τὸν πατέρα τὸν ἐμὸν ἐξ ἁπάντων ἐκλεξάμενος κηδεστὴν ἐπεθύμησε ποιήσασθαι.
因为她的父亲希波尼库斯,在财富上是希腊第一,在出身上一不亚于任何公民,且最受同时代人的尊敬和赞美,在以最丰厚的嫁妆和极高的名望嫁出女儿时——尽管所有人都祈求获得这门亲事,而最显赫的人也自认为配得上——他却从所有人中选中了我的父亲,渴望与他结为姻亲。
§32περὶ δὲ τοὺς αὐτοὺς χρόνους ὁρῶν τὴν ἐν Ὀλυμπίᾳ πανήγυριν ὑπὸ πάντων ἀνθρώπων ἀγαπωμένην καὶ θαυμαζομένην, καὶ τοὺς Ἕλληνας ἐπίδειξιν ἐν αὐτῇ ποιουμένους πλούτου καὶ ῥώμης καὶ παιδεύσεως, καὶ τούς τʼ ἀθλητὰς ζηλουμένους καὶ τὰς πόλεις ὀνομαστὰς γιγνομένας τὰς τῶν νικώντων, καὶ πρὸς τούτοις ἡγούμενος τὰς μὲν ἐνθάδε λῃτουργίας ὑπὲρ τῶν ἰδίων πρὸς τοὺς πολίτας εἶναι, τὰς δʼ εἰς ἐκείνην τὴν πανήγυριν ὑπὲρ τῆς πόλεως εἰς ἅπασαν τὴν Ἑλλάδα γίγνεσθαι, §33ταῦτα διανοηθείς, οὐδενὸς ἀφυέστερος οὐδʼ ἀρρωστότερος τῷ σώματι γενόμενος τοὺς μὲν γυμνικοὺς ἀγῶνας ὑπερεῖδεν, εἰδὼς ἐνίους τῶν ἀθλητῶν καὶ κακῶς γεγονότας καὶ μικρὰς πόλεις οἰκοῦντας καὶ ταπεινῶς πεπαιδευμένους, ἱπποτροφεῖν δʼ ἐπιχειρήσας, ὃ τῶν εὐδαιμονεστάτων ἔργον ἐστί, φαῦλος δʼ οὐδεὶς ἂν ποιήσειεν, οὐ μόνον τοὺς ἀνταγωνιστὰς ἀλλὰ καὶ τοὺς πώποτε νικήσαντας ὑπερεβάλετο.
就在同一时期,他看到奥林匹亚的盛会受到全人类的喜爱和赞美,希腊人在那里展示财富、体魄和教养,竞技者们备受羡慕,获胜者的城邦也名扬天下,此外,他认为,在本地的公共奉仕只是为了公民个人的利益,而在那场盛会上的奉仕则是为了城邦而在全希腊人面前进行的,考虑到这些,他虽然在天赋和体魄上不亚于任何人,却轻视了体育竞技,因为他知道有些竞技者出身低微,居住在小城邦,且教养浅薄;但他致力于饲养赛马——这是最富裕之人的事业,任何平庸之辈都无法做到——他不仅超越了竞争对手,也超越了以往所有的获胜者。
§34ζεύγη γὰρ καθῆκε τοσαῦτα μὲν τὸν ἀριθμὸν ὅσοις οὐδʼ αἱ μέγισται τῶν πόλεων ἠγωνίσαντο, τοιαῦτα δὲ τὴν ἀρετὴν ὥστε καὶ πρῶτος καὶ δεύτερος γενέσθαι καὶ τρίτος.
因为他派出的马车数量之多,连最强大的城邦都不曾以此规模参赛,而且其品质之优,以至于同时荣获了第一名、第二名和第三名。
χωρὶς δὲ τούτων ἐν ταῖς θυσίαις καὶ ταῖς ἄλλαις ταῖς περὶ τὴν ἑορτὴν δαπάναις οὕτως ἀφειδῶς διέκειτο καὶ μεγαλοπρεπῶς ὥστε φαίνεσθαι τὰ κοινὰ τὰ τῶν ἄλλων ἐλάττω τῶν ἰδίων τῶν ἐκείνου.
除此以外,在祭祀和与节日相关的其他开支上,他是如此大方而华丽,以至于其他人的公共展示在他个人的开支面前都显得逊色。
κατέλυσε δὲ τὴν θεωρίαν, τὰς μὲν τῶν προτέρων εὐτυχίας μικρὰς πρὸς τὰς αὑτοῦ δόξαι ποιήσας, τοὺς δʼ ἐφʼ αὑτοῦ νικήσαντας παύσας ζηλουμένους, τοῖς δὲ μέλλουσιν ἱπποτροφεῖν οὐδεμίαν ὑπερβολὴν καταλιπών.
他改变了使节团的既定标准,使前人的好运相比之下显得微不足道,使同时代获胜的人不再受人羡慕,并为未来想要饲养赛马的人没有留下任何超越的余地。