§42τὰ δʼ ὑπὲρ ὑμῶν, τὰ δὲ μεθʼ ὑμῶν, ἀνόμοιος πολίτης Χαρικλεῖ τῷ τούτου κηδεστῇ γεγενημένος, ὃς τοῖς μὲν πολεμίοις δουλεύειν ἐπεθύμει, τῶν δὲ πολιτῶν ἄρχειν ἠξίου, καὶ φεύγων μὲν ἡσυχίαν εἶχε, κατελθὼν δὲ κακῶς ἐποίει τὴν πόλιν.
(他有时)为了你们的利益,有时又与你们并肩作战,这表明他作为一个公民,与这个人的岳父卡里克勒斯截然不同。 卡里克勒斯渴望向敌人奴颜卑膝,却妄图统治自己的同胞市民;在流亡时他保持安静,但一回到城邦便作恶多端。
καίτοι πῶς ἂν γένοιτʼ ἢ φίλος πονηρότερος ἢ ἐχθρὸς ἐλάττονος ἄξιος;
然而,世上怎会有比这更奸诈的朋友,或是更微不足道的敌人呢?
§43εἶτα σὺ κηδεστὴς μὲν ὢν ἐκείνου, βεβουλευκὼς δʼ ἐπὶ τῶν τριάκοντα τολμᾷς ἑτέροις μνησικακεῖν, καὶ οὐκ αἰσχύνει τὰς συνθήκας παραβαίνων διʼ ἃς αὐτὸς οἰκεῖς τὴν πόλιν, οὐδʼ ἐνθυμεῖ διότι, ὁπόταν δόξῃ τῶν παρεληλυθότων τιμωρίαν ποιεῖσθαι, σοὶ καὶ προτέρῳ καὶ μᾶλλον ἢ ʼμοὶ κινδυνεύειν ὑπάρχει;
然而你,作为那个人的女婿,并且在三十人僭主统治时期担任过评议员,竟然敢对他人怀恨在心(进行控告),而且你公然违反让你得以居住在这个城邦的和解条约,难道不感到羞耻吗? 你难道没有想到,一旦决定对过去的所作所为进行清算,你将比我更早、也更深地陷入危险之中吗?
§44οὐ γὰρ δήπου παρʼ ἐμοῦ μὲν ὑπὲρ ὧν ὁ πατὴρ ἔπραξε δίκην λήψονται, σοὶ δὲ καὶ ὧν αὐτὸς ἡμάρτηκας συγγνώμην ἕξουσιν.
因为他们绝不会向我追讨我父亲所做之事的责任,却对你自己所犯下的罪行予以宽恕。
ἀλλὰ μὴν οὐδʼ ὁμοίας ἐκείνῳ φανήσει τὰς προφάσεις ἔχων· οὐ γὰρ ἐκπεσὼν ἐκ τῆς πατρίδος ἀλλὰ συμπολιτευόμενος, οὐδʼ ἀναγκασθεὶς ἀλλʼ ἑκών, οὐδʼ ἀμυνόμενος ἀλλʼ ὑπάρχων ἠδίκεις αὐτούς, ὥστʼ οὐδʼ ἀπολογίας σοι προσήκει τυχεῖν παρʼ αὐτῶν.
况且,你显然无法拥有像他那样相似的辩解口实;因为你伤害他们,并不是因为你被驱逐出祖国,而是在参与国家管理之时;并非被迫,而是自愿;并非出于自卫,而是主动挑衅。 因此,你甚至不配从他们那里得到任何辩解的机会。
§45ἀλλὰ γὰρ περὶ μὲν τῶν Τεισίᾳ πεπολιτευμένων ἴσως πότʼ ἐν τοῖς τούτου κινδύνοις ἐγγενήσεται καὶ διὰ μακροτέρων εἰπεῖν·
不过,关于提西亚斯的政治恶行,或许在未来他自己面临审判的危险时,会有机会进行更详细的控诉。
ὑμᾶς δʼ ἀξιῶ μὴ προέσθαι με τοῖς ἐχθροῖς μηδʼ ἀνηκέστοις συμφοραῖς περιβαλεῖν.
但我请求你们不要把我遗弃给敌人,也不要让我陷入不可挽回的灾难。
ἱκανῶς γὰρ καὶ νῦν πεπείραμαι κακῶν, ὃς εὐθὺς μὲν γενόμενος ὀρφανὸς κατελείφθην, τοῦ μὲν πατρὸς φυγόντος, τῆς δὲ μητρὸς τελευτησάσης, οὔπω δὲ τέτταρʼ ἔτη γεγονὼς διὰ τὴν τοῦ πατρὸς φυγὴν περὶ τοῦ σώματος εἰς κίνδυνον κατέστην,
因为我至今已经尝够了苦头:我一出生便成了孤儿,父亲流亡,母亲去世;在我还满四岁的时候,就因为父亲的流亡而面临着生命危险。
§46ἔτι δὲ παῖς ὢν ὑπὸ τῶν τριάκοντʼ ἐκ τῆς πόλεως ἐξέπεσον.
在我还是个孩子的时候,我又被三十人僭主驱逐出城邦。
κατελθόντων δὲ τῶν ἐκ Πειραιῶς καὶ τῶν ἄλλων κομιζομένων τὰς οὐσίας ἐγὼ μόνος τὴν γῆν, ἣν ἡμῖν ἀπέδωκεν ὁ δῆμος ἀντὶ τῶν δημευθέντων χρημάτων, διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἀπεστερήθην.
当来自比雷埃夫斯的人们重返家园、其他人都在收回自己的财产时,唯独我,因为敌人的权势,被剥夺了民众为了补偿我们被没收的财产而拨给我们的土地。
τοσαῦτα δὲ προδεδυστυχηκὼς καὶ δὶς τὴν οὐσίαν ἀπολωλεκὼς νυνὶ πέντε ταλάντων φεύγω δίκην.
在经历了如此多的不幸并两次失去财产之后,如今我却成了一桩涉及五打兰特诉讼的被告。
καὶ τὸ μὲν ἔγκλημʼ ἐστὶ περὶ χρημάτων, ἀγωνίζομαι δʼ εἰ χρὴ μετεῖναί μοι τῆς πόλεως.
虽然指控的内容关乎金钱,但我所争夺的,却是我是否还应当在这个城邦拥有一席之地。
§47τῶν γὰρ αὐτῶν τιμημάτων ἐπιγεγραμμένων οὐ περὶ τῶν αὐτῶν ἅπασιν ὁ κίνδυνός ἐστιν, ἀλλὰ τοῖς μὲν χρήματα κεκτημένοις περὶ ζημίας, τοῖς δʼ ἀπόρως ὥσπερ ἐγὼ διακειμένοις περὶ ἀτιμίας, ἣν ἐγὼ φυγῆς μείζω συμφορὰν νομίζω·
因为即使起诉书上写着相同的罚金数额,所有人的危险却并不相同。 对于拥有财富的人来说,这关乎金钱的损失;但对于像我这样处于困境中的人来说,这关乎公民权的剥夺。 我认为这比流放是更大的不幸。
πολὺ γὰρ ἀθλιώτερον παρὰ τοῖς αὑτοῦ πολίταις ἠτιμωμένον οἰκεῖν ἢ παρʼ ἑτέροις μετοικεῖν.
因为在自己的同胞市民中作为失去尊严的人生活,比起在异国他乡作为侨民生活,要悲惨得多。
§48δέομαι δʼ οὖν ὑμῶν βοηθῆσαί μοι καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ὑβρισθέντα μηδὲ τῆς πατρίδος στερηθέντα μηδʼ ἐπὶ τοιαύταις τύχαις περίβλεπτον γενόμενον.
因此,我恳求你们帮助我,不要坐视我被敌人凌辱,不要让我被剥夺祖国,也不要让我在这样的命运中成为众人瞩目的可怜对象。
δικαίως δʼ ἂν ὑφʼ ὑμῶν ἐξ αὐτῶν τῶν ἔργων ἐλεηθείην, εἰ καὶ τῷ λόγῳ τυγχάνω μὴ δυνάμενος ἐπὶ τοῦθʼ ὑμᾶς ἄγειν, εἴπερ χρὴ τούτους ἐλεεῖν, τοὺς ἀδίκως μὲν κινδυνεύοντας, περὶ δὲ τῶν μεγίστων ἀγωνιζομένους, ἀναξίως δʼ αὑτῶν καὶ τῶν προγόνων πράττοντας, πλείστων δὲ χρημάτων ἀπεστερημένους καὶ μεγίστῃ μεταβολῇ τοῦ βίου κεχρημένους.
即使我在言语上无法引导你们产生同情,你们也理应从我的实际遭遇中怜悯我。 如果确实应当怜悯那些无辜遭受危险、为最重大的生存权利而抗争、处境配不上自身及祖先、被剥夺了巨额财产并经历了人生最大变故的人,那我正是这样的人。
§49πολλὰ δʼ ἔχων ἐμαυτὸν ὀδύρασθαι μάλιστʼ ἐπὶ τούτοις ἀγανακτῶ, πρῶτον μὲν εἰ τούτῳ δώσω δίκην παρʼ οὗ λαβεῖν μοι προσήκει, δεύτερον δʼ εἰ διὰ τὴν τοῦ πατρὸς νίκην τὴν Ὀλυμπίασιν ἀτιμωθήσομαι, διʼ ἣν τοὺς ἄλλους ὁρῶ δωρεὰς λαμβάνοντας, §50πρὸς δὲ τούτοις εἰ Τεισίας μὲν μηδὲν ἀγαθὸν ποιήσας τὴν πόλιν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ μέγα δυνήσεται, ἐγὼ δʼ εἰ μηδετέρους ἀδικήσας ὑπʼ ἀμφοτέρων κακῶς πείσομαι, καὶ περὶ μὲν τῶν ἄλλων τἀναντία τοῖς τριάκοντα πράξετε, περὶ δʼ ἐμοῦ τὴν αὐτὴν ἐκείνοις γνώμην ἕξετε, καὶ τότε μὲν μεθʼ ὑμῶν, νῦν δʼ ὑφʼ ὑμῶν τῆς πόλεως στερήσομαι.
虽然我有许多事情可以为自己哀悼,但我对以下几点最为愤慨:第一,我竟然要向一个我本该向其索取赔偿的人支付罚金;第二,我竟然会因为父亲在奥林匹亚的胜利而失去公民权,而我明明看到其他人因为这种胜利而获得赏赐;除此以外,提西亚斯没有为城邦做过任何好事,却无论在民主制还是寡头制下都能拥有巨大的权势,而我没有伤害过任何一方,却要遭受双方的迫害;而且你们在对待其他人时,做着与三十人僭主相反的事,唯独对待我,却持有与他们相同的态度;过去我是与你们一同被剥夺城邦,而现在我却要被你们剥夺城邦。