§19μεταπεμψαμένων αὐτὸν τῶν στρατιωτῶν οὐκ ἐσεμνύνατʼ ἐπὶ τοῖς παροῦσιν, οὐδʼ ἐμέμψατο περὶ τῶν γεγενημένων, οὐδʼ ἐβουλεύσατο περὶ τῶν μελλόντων, ἀλλʼ εὐθὺς εἵλετο μετὰ τῆς πόλεως ὁτιοῦν πάσχειν μᾶλλον ἢ μετὰ Λακεδαιμονίων εὐτυχεῖν, καὶ πᾶσι φανερὸν ἐποίησεν ὅτι τοῖς ἐκβαλοῦσιν ἀλλʼ οὐχ ὑμῖν ἐπολέμει, καὶ ὅτι κατελθεῖν ἀλλʼ οὐκ ἀπολέσαι τὴν πόλιν ἐπεθύμει.
当士兵们召回他时,他既没有为眼前的境遇而自负,也没有对过去发生的事心怀怨言,更没有对未来的行动犹豫不决,而是立即选择宁愿与城邦共担任何苦难,也不愿与拉刻代蒙人共享荣华,并且向所有人表明,他所对抗的是那些驱逐他的人,而不是你们,他所渴望的是归国,而不是毁灭城邦。
§20γενόμενος δὲ μεθʼ ὑμῶν ἔπεισε μὲν Τισσαφέρνην μὴ παρέχειν χρήματα Λακεδαιμονίοις, ἔπαυσε δὲ τοὺς συμμάχους ὑμῶν ἀφισταμένους, διέδωκε δὲ παρʼ αὑτοῦ μισθὸν τοῖς στρατιώταις, ἀπέδωκε δὲ τῷ δήμῳ τὴν πολιτείαν, διήλλαξε δὲ τοὺς πολίτας, ἀπέστρεψε δὲ τὰς ναῦς τὰς Φοινίσσας.
在与你们会合之后,他劝说提萨斐尼不要向拉刻代蒙人提供资金,阻止了你们的盟友背叛,用自己的财产向士兵分发军饷,将政权归还给民众,使市民达成和解,并使腓尼基的船只折返。
§21καὶ μετὰ ταῦτα καθʼ ἕκαστον μέν, ὅσας τριήρεις ἔλαβεν ἢ μάχας ἐνίκησεν ἢ πόλεις κατὰ κράτος εἷλεν ἢ λόγῳ πείσας φίλας ὑμῖν ἐποίησε, πολὺ ἂν ἔργον εἴη λέγειν· πλείστων δὲ κινδύνων τῇ πόλει κατʼ ἐκεῖνον τὸν καιρὸν γενομένων οὐδεπώποτε τοῦ πατρὸς ἡγουμένου τρόπαιον ὑμῶν ἔστησαν οἱ πολέμιοι.
在这之后,若要逐一叙述他夺取了多少艘三段铎船、赢得了多少次战役、以武力攻占了多少座城邦,或通过言辞劝说使多少城邦与你们修好,那将是一件极其繁重的任务;但在那时城邦面临极多危险的情况下,只要我的父亲担任统帅,敌人就从未立起过战胜你们的纪念碑。
§22περὶ μὲν οὖν τῶν ἐστρατηγημένων οἶδα μὲν ὅτι πολλὰ παραλείπω, διὰ τοῦτο δʼ οὐκ ἀκριβῶς εἴρηκα περὶ αὐτῶν, ὅτι σχεδὸν ἅπαντες μνημονεύετε τὰ πραχθέντα.
关于他所指挥的战役,我知道自己省略了许多内容,而我之所以没有详细阐述,是因为你们几乎所有人都记得这些事迹。
λοιδοροῦσι δὲ λίαν ἀσελγῶς καὶ θρασέως καὶ τὸν ἄλλον βίον τὸν τοῦ πατρός, καὶ οὐκ αἰσχύνονται τοιαύτῃ παρρησίᾳ χρώμενοι περὶ τοῦ τεθνεῶτος, ἣν ἔδεισαν ἂν ποιήσασθαι περὶ ζῶντος, ἀλλʼ εἰς τοσοῦτον ἀνοίας ἐληλύθασιν, §23ὥστʼ οἴονται καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμήσειν, ἢν ὡς ἂν δύνωνται πλεῖστα περὶ αὐτοῦ βλασφημήσωσιν, ὥσπερ οὐ πάντας εἰδότας ὅτι καὶ τοῖς φαυλοτάτοις τῶν ἀνθρώπων ἔξεστιν οὐ μόνον περὶ τῶν ἀνδρῶν τῶν ἀρίστων ἀλλὰ καὶ περὶ τῶν θεῶν ὑβριστικοὺς λόγους εἰπεῖν.
然而,他们还极其下流且放肆地诽谤我父亲生命中的其他时期,毫不羞愧地对死者使用他们若对生者便不敢使用的放肆言辞;相反,他们已经愚蠢到了这种地步,竟然以为,只要尽可能多地对他进行诽谤,就能在你们和其他人面前赢得美誉,仿佛人们并不知道,即使是最卑劣的人,不仅能对最优秀的人,甚至能对神明说出侮辱之言。
§24ἴσως μὲν οὖν ἀνόητόν ἐστιν ἁπάντων τῶν εἰρημένων φροντίζειν· ὅμως δʼ οὐχ ἥκιστʼ ἐπιθυμῶ περὶ τῶν ἐπιτηδευμάτων τῶν τοῦ πατρὸς διελθεῖν πρὸς ὑμᾶς, μικρὸν προλαβὼν καὶ τῶν προγόνων ἐπιμνησθείς, ἵνʼ ἐπίστησθʼ ὅτι πόρρωθεν ἡμῖν ὑπάρχει μέγιστα καὶ κάλλιστα τῶν πολιτῶν.
也许,去在意所有这些言论是愚蠢的;然而,我依然最渴望向你们阐明我父亲的事业,稍微追溯并提及他的祖先,以便你们知晓,我们自古以来便拥有城邦中最伟大、最显赫的家世。
§25ὁ γὰρ πατὴρ πρὸς μὲν ἀνδρῶν ἦν Εὐπατριδῶν, ὧν τὴν εὐγένειαν ἐξ αὐτῆς τῆς ἐπωνυμίας ῥᾴδιον γνῶναι, πρὸς γυναικῶν δʼ Ἀλκμεωνιδῶν, οἳ τοῦ μὲν πλούτου μέγιστον μνημεῖον κατέλιπον, ἵππων γὰρ ζεύγει πρῶτος Ἀλκμέων τῶν πολιτῶν Ὀλυμπίασιν ἐνίκησε, τὴν δʼ εὔνοιαν ἣν εἶχον εἰς τὸ πλῆθος, ἐν τοῖς τυραννικοῖς ἐπεδείξαντο· συγγενεῖς γὰρ ὄντες Πεισιστράτου καὶ πρὶν εἰς τὴν ἀρχὴν καταστῆναι μάλιστʼ αὐτῷ χρώμενοι τῶν πολιτῶν, οὐκ ἠξίωσαν μετασχεῖν τῆς ἐκείνου τυραννίδος, ἀλλʼ εἵλοντο φυγεῖν μᾶλλον ἢ τοὺς πολίτας ἰδεῖν δουλεύοντας.
因为在父系方面,我的父亲属于尤帕特里代,其高贵的出身仅凭其名称本身就显而易见;在母系方面,他则属于阿尔克梅翁家族,他们留下了其财富的最大纪念碑,因为阿尔克梅翁是公民中第一个在奥林匹亚以两匹马的战车夺冠的人;而他们对民众所怀有的好意,则在僭主统治时期展现了出来:因为尽管他们是庇西特拉图的亲戚,且在他建立统治之前比其他任何公民都与他走得更近,但他们不愿参与他的僭主政治,而是宁愿选择流亡,也不愿看到公民们沦为奴隶。
§26τετταράκοντα δʼ ἔτη τῆς στάσεως γενομένης ὑπὸ μὲν τῶν τυράννων τοσούτῳ μᾶλλον τῶν ἄλλων ἐμισήθησαν, ὥσθʼ ὁπότε τἀκείνων κρατήσειεν, οὐ μόνον τὰς οἰκίας αὐτῶν κατέσκαπτον ἀλλὰ καὶ τοὺς τάφους ἀνώρυττον, ὑπὸ δὲ τῶν συμφυγάδων οὕτω σφόδρʼ ἐπιστεύθησαν, ὥσθʼ ἅπαντα τοῦτον τὸν χρόνον ἡγούμενοι τοῦ δήμου διετέλεσαν.
在长达四十年的党争中,他们比其他人更受到僭主们的痛恨,以至于每当后者的势力得势时,不仅拆毁他们的房屋,甚至还掘开他们的坟墓;另一方面,他们深受流亡同胞的信任,以至于在整个这段时期里一直担任民众的领袖。
καὶ τὸ τελευταῖον Ἀλκιβιάδης καὶ Κλεισθένης, ὁ μὲν πρὸς πατρός, ὁ δὲ πρὸς μητρὸς ὢν πρόπαππος τοῦ πατρὸς τοὐμοῦ, στρατηγήσαντες τῆς φυγῆς κατήγαγον τὸν δῆμον καὶ τοὺς τυράννους ἐξέβαλον, §27καὶ κατέστησαν ἐκείνην τὴν δημοκρατίαν, ἐξ ἧς οἱ πολῖται πρὸς μὲν ἀνδρίαν οὕτως ἐπαιδεύθησαν ὥστε τοὺς βαρβάρους τοὺς ἐπὶ πᾶσαν ἐλθόντας τὴν Ἑλλάδα μόνοι νικᾶν μαχόμενοι, περὶ δὲ δικαιοσύνης τοσαύτην δόξαν ἔλαβον ὥσθʼ ἑκόντας αὐτοῖς τοὺς Ἕλληνας ἐγχειρίσαι τὴν ἀρχὴν τῆς θαλάττης, τὴν δὲ πόλιν τηλικαύτην τὸ μέγεθος ἐποίησαν καὶ τῇ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς ὥστε τοὺς φάσκοντας αὐτὴν ἄστυ τῆς Ἑλλάδος εἶναι καὶ τοιαύταις ὑπερβολαῖς εἰθισμένους χρῆσθαι δοκεῖν ἀληθῆ λέγειν.
最后,阿尔西比亚德斯和克里斯提尼——前者是我父亲父系的曾祖父,后者是母系的曾祖父——率领流亡军队,迎回了民众并驱逐了僭主,并建立了那样的民主制度,使公民们在勇气方面得到了极好的培养,以至于能独自作战,击败了侵略整个希腊的蛮族;而在正义方面,他们赢得了如此高的声誉,以至于希腊人自愿将海上霸权交托给他们;他们还使这座城邦在规模、实力及其他建设上变得如此庞大,以至于那些称其为希腊之都、并习惯于使用此类夸张之词的人,看起来说的是真话。