- 底本
- Isocrates, Vol. 3. Van Hook, Larue, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1945 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg004.humanitext-grc2:28-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アルキビアデスが、ペリクレスによる後見のもとで育ち、軍功を立てて名家ヒッポニコスの娘と結婚したこと、そしてオリンピア祭の戦車競技で不滅の勝利を収め、他を圧倒する公共奉仕を行ったことが語られます。
τὴν μὲν οὖν φιλίαν τὴν πρὸς τὸν δῆμον οὕτω παλαιὰν καὶ γνησίαν καὶ διὰ τὰς μεγίστας εὐεργεσίας γεγενημένην παρὰ τῶν προγόνων παρέλαβεν· αὐτὸς δὲ κατελείφθη μὲν ὀρφανός, ὁ γὰρ πατὴρ αὐτοῦ μαχόμενος ἐν Κορωνείᾳ τοῖς πολεμίοις ἀπέθανεν, ἐπετροπεύθη δʼ ὑπὸ Περικλέους, ὃν πάντες ἂν ὁμολογήσειαν καὶ σωφρονέστατον καὶ δικαιότατον καὶ σοφώτατον γενέσθαι τῶν πολιτῶν. ἡγοῦμαι γὰρ καὶ τοῦτʼ εἶναι τῶν καλῶν,1 ἐκ τοιούτων γενόμενον ὑπὸ τοιούτοις ἤθεσιν ἐπιτροπευθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι.
それゆえ、民衆に対するこれほど古く、真実で、最大の恩恵に由来する友情を、彼は先祖から受け継ぎました。しかし、彼自身は孤児として遺されました。彼の父がコロネイアで敵と戦って死んだからです。そして彼はペリクレスによって後見されました。ペリクレスについては、市民の中で最も思慮深く、最も正義に満ち、最も賢明な人物であったと誰もが認めるでしょう。というのも、私は、そのような人々から生まれ、そのような人格のもとで後見され、養育され、教育されることも、名誉なことの一つであると考えるからです。
δοκιμασθεὶς δʼ οὐκ ἐνδεέστερος ἐγένετο τῶν προειρημένων, οὐδʼ ἠξίωσεν αὐτὸς μὲν ῥᾳθύμως ζῆν, σεμνύνεσθαι δʼ ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, ἀλλʼ εὐθὺς οὕτω μέγʼ ἐφρόνησεν, ὥστʼ ᾠήθη δεῖν διʼ αὑτὸν καὶ τἀκείνων ἔργα μνημονεύεσθαι. καὶ πρῶτον μέν, ὅτε Φορμίων ἐξήγαγεν ἐπὶ Θρᾴκης χιλίους Ἀθηναίων, ἐπιλεξάμενος τοὺς ἀρίστους, μετὰ τούτων στρατευσάμενος τοιοῦτος ἦν ἐν τοῖς κινδύνοις ὥστε στεφανωθῆναι καὶ πανοπλίαν λαβεῖν παρὰ τοῦ στρατηγοῦ.
そして、成人査定を受けると、彼は前述の人々に劣らない者となり、自分自身は怠惰に暮らしながら先祖たちの徳を誇ることをよしとせず、むしろ最初からきわめて高い志を抱いたため、彼らの業績も自分を通じて記憶されるべきだと考えたほどでした。そしてまず第一に、フォルミオンがアテナイ人のうち最も優れた者たちを選抜して、一千人の兵をトラキアへと率いたとき、彼らと共に従軍した彼は、危険の中で非常に優れた働きをしたため、将軍から冠を授けられ、鎧兜一式を授与されました。
καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον;2 οὐ μετὰ μὲν τῶν βελτίστων ἐκ τῆς πόλεως στρατευόμενον ἀριστείων ἀξιοῦσθαι, πρὸς δὲ τοὺς κρατίστους τῶν Ἑλλήνων ἀντιστρατηγοῦντʼ ἐν ἅπασι τοῖς κινδύνοις αὐτῶν φαίνεσθαι περιγιγνόμενον; ἐκεῖνος τοίνυν τῶν μὲν νέος ὢν ἔτυχε, τὰ δʼ ἐπειδὴ πρεσβύτερος ἦν ἔπραξεν.
ところで、最大の賞賛に値する者は何をなすべきでしょうか。国家から派遣された最も優れた者たちと共に従軍して武功抜群の誉れに値し、ギリシア人の中で最も強力な者たちを相手に将軍として戦い、あらゆる危険において彼らを凌駕しているのを示すことではないでしょうか。そして彼は、前者(武功の誉れ)を若いときに獲得し、後者(将軍としての勝利)を年長になってから成し遂げたのです。
μετὰ δὲ ταῦτα τὴν μητέρα τὴν ἐμὴν ἔγημεν· ἡγοῦμαι γὰρ καὶ ταύτην ἀριστεῖον αὐτὸν λαβεῖν. ὁ γὰρ πατὴρ αὐτῆς Ἱππόνικος, πλούτῳ μὲν πρῶτος ὢν τῶν Ἑλλήνων, γένει δʼ οὐδενὸς ὕστερος τῶν πολιτῶν, τιμώμενος δὲ καὶ θαυμαζόμενος μάλιστα τῶν ἐφʼ αὑτοῦ, μετὰ προικὸς δὲ πλείστης καὶ δόξης μεγίστης ἐκδιδοὺς τὴν θυγατέρα, καὶ τοῦ γάμου τυχεῖν εὐχομένων μὲν ἁπάντων, ἀξιούντων δὲ τῶν πρώτων,3 τὸν πατέρα τὸν ἐμὸν ἐξ ἁπάντων ἐκλεξάμενος κηδεστὴν ἐπεθύμησε ποιήσασθαι.
この後、彼は私の母を娶りました。私は、これもまた彼が武功の褒賞として獲得したものと考えています。というのも、彼女の父ヒッポニコスは、富においてはギリシア人で第一であり、家柄においては市民の誰にも劣らず、同時代の人々の中で最も尊敬され賛美されていましたが、最大の持参金と最大の栄誉を添えて娘を嫁がせるにあたり、すべての者がその結婚を願い、第一流の者たちが自らそれにふさわしいと主張した中で、私の父を全員の中から選び出して、彼と縁戚関係を結ぶことを望んだからです。
περὶ δὲ τοὺς αὐτοὺς χρόνους ὁρῶν τὴν ἐν Ὀλυμπίᾳ πανήγυριν ὑπὸ πάντων ἀνθρώπων ἀγαπωμένην καὶ θαυμαζομένην, καὶ τοὺς Ἕλληνας ἐπίδειξιν ἐν αὐτῇ ποιουμένους πλούτου καὶ ῥώμης καὶ παιδεύσεως, καὶ τούς τʼ ἀθλητὰς ζηλουμένους καὶ τὰς πόλεις ὀνομαστὰς γιγνομένας τὰς τῶν νικώντων, καὶ πρὸς τούτοις ἡγούμενος τὰς μὲν ἐνθάδε λῃτουργίας ὑπὲρ τῶν ἰδίων πρὸς τοὺς πολίτας εἶναι, τὰς δʼ εἰς ἐκείνην τὴν πανήγυριν ὑπὲρ τῆς πόλεως εἰς ἅπασαν τὴν Ἑλλάδα γίγνεσθαι, ταῦτα διανοηθείς, οὐδενὸς ἀφυέστερος οὐδʼ ἀρρωστότερος τῷ σώματι γενόμενος τοὺς μὲν γυμνικοὺς ἀγῶνας ὑπερεῖδεν, εἰδὼς ἐνίους τῶν ἀθλητῶν καὶ κακῶς γεγονότας καὶ μικρὰς πόλεις οἰκοῦντας καὶ ταπεινῶς πεπαιδευμένους, ἱπποτροφεῖν δʼ ἐπιχειρήσας, ὃ τῶν εὐδαιμονεστάτων ἔργον ἐστί, φαῦλος δʼ οὐδεὶς ἂν ποιήσειεν, οὐ μόνον τοὺς ἀνταγωνιστὰς ἀλλὰ καὶ τοὺς πώποτε νικήσαντας ὑπερεβάλετο.
また、ほぼ同じ頃、オリンピアの祝祭がすべての人々に愛され、賛美されていること、そしてギリシア人たちがそこで富と体力と教養を誇示していること、さらに、競技者たちが羨望され、勝者たちの都市が有名になること、それに加えて、アテナイにおける公共奉仕は同胞市民に対して個人の財産のために行われるものであるが、あの祝祭における奉仕は、国家のために、ギリシア全土に対して行われるものであると考え、このように考えた彼は、資質において誰にも劣らず、体力的にも虚弱ではなかったものの、体育競技は軽蔑しました。なぜなら、競技者の中には生まれも悪く、小さな都市に住み、卑しい教養しか身につけていない者もいることを知っていたからです。そこで、最も富裕な人々(幸福な人々)の仕事であり、いかなる卑しい者も行いえない、馬を飼育することに着手し、競争相手だけでなく、かつてのすべての勝者をも凌駕しました。
ζεύγη γὰρ καθῆκε τοσαῦτα μὲν τὸν ἀριθμὸν ὅσοις οὐδʼ αἱ μέγισται τῶν πόλεων ἠγωνίσαντο, τοιαῦτα δὲ τὴν ἀρετὴν ὥστε καὶ πρῶτος καὶ δεύτερος γενέσθαι καὶ τρίτος. χωρὶς δὲ τούτων ἐν ταῖς θυσίαις καὶ ταῖς ἄλλαις ταῖς περὶ τὴν ἑορτὴν δαπάναις οὕτως ἀφειδῶς διέκειτο καὶ μεγαλοπρεπῶς ὥστε φαίνεσθαι τὰ κοινὰ τὰ τῶν ἄλλων ἐλάττω τῶν ἰδίων τῶν ἐκείνου. κατέλυσε δὲ τὴν θεωρίαν,4 τὰς μὲν τῶν προτέρων εὐτυχίας μικρὰς πρὸς τὰς αὑτοῦ δόξαι ποιήσας, τοὺς δʼ ἐφʼ αὑτοῦ νικήσαντας παύσας ζηλουμένους, τοῖς δὲ μέλλουσιν ἱπποτροφεῖν οὐδεμίαν ὑπερβολὴν καταλιπών.
というのも、彼は、最大規模の都市でさえ競うことがなかったほどの、きわめて多数の馬車を出走させ、それらの優秀さは、1位、2位、そして3位を独占するほどであったからです。これとは別に、犠牲式や祝祭に関するその他の出費においても、彼は非常に気前よく、かつ壮大に振る舞ったため、他都市の共同の出費でさえ、彼の個人の出費より見劣りするように思われたほどでした。そして、前人たちの幸運を自らの幸運に比して小さなものと思わせ、同時代に勝利した人々が羨望されるのをやめさせ、将来馬を飼育しようとする人々に対してそれを超える余地を全く残さないことによって、彼はこれまでの使節団の基準を塗り替えたのです。
- 28τῶν καλῶν
部分属格。名詞化した中性複数形容詞の属格であり、「美しく名誉なこと」を意味する。後続の対格不定詞句 ἐκ τοιούτων γενόμενον ... παιδευθῆναι(文の主語)が、これら名誉なことの「うちの一つである」ことを表す。
- 30τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον;
不定詞の省略。非人称動詞 χρή は通常、対格不定詞構造(AcI)を要求するが、ここでは「なす、行う」を意味する不定詞(ποιεῖν や πράττειν など)が省略されている。対格の τὸν ... ἄξιον はその省略された不定詞の意味上の主語である。
- 31εὐχομένων μὲν ἁπάντων, ἀξιούντων δὲ τῶν πρώτων
属格独立構文。現在分詞 εὐχομένων と ἀξιούντων が、それぞれの意味上の主語である属格名詞 ἁπάντων と τῶν πρώτων を伴い、対比的な状況・背景を形成している(「全員が望み、第一流の者たちが自らふさわしいと主張する中で」)。
- 34κατέλυσε δὲ τὴν θεωρίαν
動詞 καταλύω(解散する、無効にする)の比喩的用法。アルキビアデスが派遣したオリンピア使節団(θεωρία)の規模と豪華さがあまりにも圧倒的であったため、「それまでの使節団の基準を無効にした、超克した」という並外れた偉業を強調している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
