Humanitext Reader

普鲁塔克 · 亚历山大里亚人使用的谚语 §1.66-1.100

第一首百条谚语及其起源(66-100)

第 4 段,共 6 段 · 希腊语

内容简介

收录了各种希腊谚语和成语(第66条至第100条),解释了它们的起源和比喻意义。

§1.66Ἀεὶ κολοιὸς πὰρ κολοιὸν ἱζάνει: διὰ τὸ φιλάλληλον τοῦ ζώου.
Ἀεὶ κολοιὸς πὰρ κολοιὸν ἱζάνει: 寒鸦总是落在寒鸦旁。 由于该动物对同类的关爱。
§1.67Κινήσω τὸν ἀφ’ ἱερᾶς: ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων τέτακται.
Κινήσω τὸν ἀφ’ ἱερᾶς: 我将移动神圣之线上的棋子。 用于诉诸最后手段的人。
* * δὲ ἀπὸ τῶν πεττευόντων· περὶ τούτοις κυκειόν † τις ψῆφος οἷον ἱερὴ καὶ ἀκίνητος τεῶν νομιζομένη.
该语源于下棋者;在他们中间,某种棋子被视为神圣且不可移动的。
§1.68Τιθωνοῦ γῆρας: ἐπὶ πολυχρονίων καὶ ὑπεργήρων.
Τιθωνοῦ γῆρας: 提托诺斯的衰老。 用于长寿和极度年老的人。
ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγάνετο.
因为提托诺斯根据愿望蜕去了衰老,变成了蝉。
§1.69Οἰταῖος δαίμων: οὗτος ὁ δαίμων ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.
Οἰταῖος δαίμων: 奥伊塔的神灵。 这位神灵极其憎恶傲慢和不逊。
§1.70Ἐπὶ βωμόν: εἴρηται ἀπὸ τῶν θυομένων πρὸς τοῖς βωμοῖς.
Ἐπὶ βωμόν: 前往祭坛。 源于在祭坛旁被献祭的牺牲。
§1.71Φωκαέων ἀρά: οἱ Φωκαεῖς τῆς αὑτῶν ἐκπεσόντες γῆς ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν.
Φωκαέων ἀρά: 福西亚人的诅咒。 福西亚人被驱逐出自己的土地时,发下诅咒绝不再回到那里。
§1.72Φασηλειτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων.
Φασηλειτῶν θῦμα: 法塞利斯人的祭品。 用于廉价且无血的祭品。
φασὶ γὰρ τοὺς Φασηλείτας ταρίχους τοῖς θεοῖς θύειν.
因为据说法塞利斯人用咸鱼向神明献祭。
§1.73Καρικὸν θῦμα: ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων.
Καρικόν θῦμα: 卡里亚人的祭品。 用于献祭没有肉的部位的人。
οἱ γὰρ Κᾶρες κύνας ἱερουργοῦσι.
因为卡里亚人以狗作为祭品。
§1.74Εὔρυμνος: οὗτος πειρώμενος διαβάλλειν Κάστορα πρὸς τὸν Πολυδεύκην, ἔδωκεν αὐτοῖς τὴν μεγίστην δίκην.
Εὔρυμνος: 欧留姆诺斯。 此人企图在波吕丢刻斯面前诽谤卡斯托尔,因而遭受了他们最严厉的惩罚。
§1.75Δειλαιότερος εἶ τοῦ παρακύπτοντος: φοβούμενός τις τὸν Ἡρακλέα κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανεν.
Δειλαιότερος εἶ τοῦ παρακύπτοντος: 你比窥视者还要胆小。 有人因为害怕赫拉克勒斯而躲进洞穴,并因胆怯而死。
ἐντετύπωται ἐν τῷ λίθῳ ἀνθρωποειδὴς εἰκὼν, καὶ τὴν κεφαλὴν ὑπερέχει τοῦ σπηλαίου· καλεῖται δὲ παρακύπτων.
石头上刻着一个呈人形的造像,其头部伸出洞穴之外;这被称为“窥视者”。
§1.76Ἐν πέντε κριτῶν γόνασι κεῖται: τὸ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς.
Ἐν πέντε κριτῶν γόνασι κεῖται: 置于五位裁判的膝上。 古时由五位裁判来评判喜剧诗人。
§1.77Βοιωτίων νόμος: ἐπὶ τῶν τὰς ἀρχὰς ἠρεμαίως ἐχόντων, αὖθις δὲ σφοδρῶς ἐπιγιγνομένων.
Βοιωτίων νόμος: 波奥蒂亚人的法则。 用于起初温和,随后变得猛烈的事物。
§1.78Ἁρπαγὰ Κοτυττίοις: Κοτύττια ἑορτή τις ἐστὶ Σικελικὴ, ἐν ᾗ περί τινας κλάδους ἐξάπτοντες πόπανα καὶ ἀκρόδρυα ἐπέτραπον ἁρπάζειν.
Ἁρπαγὰ Κοτυττίοις: 科蒂托节的抢夺。 科蒂托节是西西里的一种节日,人们在一些树枝周围挂上扁饼和硬壳果,并允许大家前去抢夺。
§1.79Μέγα στόμα ἐνιαυτοῦ: οἱονεὶ πολλὴ παῤῥησία πάντων, εὐφορίας γενομένης.
Μέγα στόμα ἐνιαυτοῦ: 一年的大口。 好比丰收来临时,所有人都有极大的言论自由。
§1.80Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀσυκοφαντήτως τὰ πράγματα ἐπιτελούντων, ἐπειδὴ ὁ Ἡρακλῆς ἦγε καὶ ἔφερε τὰ ἀλλότρια.
Εἰκῇ τῷ Ἡρακλεῖ: 像赫拉克勒斯那样任意。 用于毫无顾忌地成事的人,因为赫拉克勒斯总是掠夺他人的财物。
§1.81Οὐχ ἱππολέκτας † περισσὰς πλῶμες: ἐπὶ τῶν βραχέα κεκτημένων.
Οὐχ ἱππολέκτας πλῶμες: 我们不乘夸张的马鸡航行。 用于拥有极少财产的人。
§1.82Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.
Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις: 你在地上汲水,你在切碎扁豆。 用于尝试不可能之事的人。
§1.83Τίς τρόπος ἵππων: ἐπὶ τῶν παρηλλαγμένον τι καὶ ἀλλόκοτον ποιούντων.
Τίς τρόπος ἵππων: 马是什么行径? 用于做出反常且怪异举动的人。
§1.84Χαλκιδίζειν: ἐπὶ τῶν γλισχρευομένων.
Χαλκιδίζειν: 行如卡尔基斯人。 用于吝啬的人。
οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο.
因为优波亚的卡尔基斯人因贪财而在喜剧中备受嘲讽。
§1.85Πρόσω καὶ χελιδὼν ὁλοσχοίνους παρεῖται.
Πρόσω καὶ χελιδὼν ὁλοσχοίνους παρεῖται: 燕子也在更前方放开了整根灯心草。
§1.86Οὐκ ἐπαινεθείη οὐδὲ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων.
Οὐκ ἐπαινεθείη οὐδὲ ἐν περιδείπνῳ: 即便在丧宴上也不会受到称赞。 用于毫无价值的人。
εἰώθεσαν γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.
因为在丧宴上,人们习惯称赞死者,哪怕他是卑劣之人。
§1.87Σῦκον αἰτεῖς: κατὰ τῶν κολακευόντων.
Σῦκον αἰτεῖς: 你在讨要无花果。 用于斥责奉迎阿谀之人。
οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς βουλόμενοι λαμβάνειν τὰ πρώϊμα σῦκα.
因为雅典人想要得到早熟的无花果,便向农民阿谀奉承。
§1.88Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων.
Μυσὶ κανθαρίς: 米西亚人的斑蝥。 用于毫无价值的人。
§1.89Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν.
Κέρδος αἰσχύνης ἄμ意νον· ἕλκε μοιχὸν εἰς μυχόν: 利益胜于羞耻;把奸夫拉进内室。
§1.90Κύρνια ἄτη: Κύρνος νῆσος ἦν πάλαι ἄβατος τοῖς πλέουσι διὰ συνεχεῖς λῃστείας.
Κύρνια ἄτη: 科西嘉人的灾祸。 因海盗猖獗,科西嘉岛古时对航海者来说是一座不可企及的岛屿。
§1.91Κωφότερος τοῦ Τορωναίων λιμένος: λιμήν ἐστι καλούμενος περὶ Τορώνην τῆς Θρᾴκης·
Κωφότερος τοῦ Τορωναίων λιμένος: 比托罗奈人的港口还要安静。
οὗτος δὲ ἔχει ** καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους καθαιρέσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάσσης ἦχον.
在色雷斯的托罗奈附近有一个以此命名的港口;由于它有着……以及来自外海的漫长通道,以至于里面的人听不到大海的喧嚣。
§1.92Ἀκροκορινθία ἔοικας χοιροπωλήσειν: ἐπὶ τῶν παρ’ ὥραν θρυπτομένων γυναικῶν·
Ἀκροκορινθία ἔοικας χοιροπωλήσειν: 你看起来像个要在阿克罗科林斯卖猪的女人。
οἷον, ἔοικας μισθαρνήσειν ἐν Κορίνθῳ·
用于不合时宜地卖弄风情的女人;好比说,“你看起来要在科林斯出卖肉体”。
τὸ γὰρ γυναικεῖον μόριον χοῖρος λέγεται.
因为女性生殖器被称为“猪”。
§1.93Ἐκ παντὸς ξύλου: κατ’ ἔλλειψιν λέγεται·
Ἐκ παντὸς ξύλου: 任何木头。 省略表达。
τὸ γὰρ πλῆρες, ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο·
完整形式是:“任何木头都能做成颈枷。
ἐπὶ τῶν τὸ μὲν εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείαν ἀναγκαίαν πιπτόντων.
”用于外表虽然不起眼、却能派上必需用场的人或物。
§1.94Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν.
Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: 熊就在眼前,你却在寻找脚印。 用于胆怯的猎人。
§1.95Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων.
Σικελὸς ὀμφακίζεται: 西西里人偷青葡萄。 用于偷窃毫无价值之物的人。
§1.96Οὐδὲν ἦν ἄρα τὰ ἄλλα πλὴν ὁ χρυσός.
Οὐδὲν ἦν ἄρα τὰ ἄλλα πλὴν ὁ χρυσός: 原来除了黄金,其他一切都微不足道。
§1.97Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων·
Τὸ θερμὸν τοῦ ὀβελοῦ: 烤肉叉的热端。
ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ θερμὸν τῶν ὀβελίσκων.
用于选择较差之物而非较好之物的人;源于那些不熟练地抓握烤肉叉受热部位的人。
§1.98Ἀκεσίας ἰάσατο: Ἀκεσίας ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πρωκτόν τινος ἀλγοῦντος κακῶς ἰάσατο.
Ἀκεσίας ἰάσατο: 阿克西亚斯医治。 阿克西亚斯是个笨拙的医生,他把一个肛门疼痛的人治得一团糟。
§1.99Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλῳ: ἐπὶ τῶν ἀχθοφορούντων οὐ μόνον κατὰ τῶν ὤμων, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς.
Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλῳ: 用第三个脑袋和第三个大脑。 用于不仅用肩膀,还用头部来负重的人。
§1.100Ἐπὶ σπειρῶν σχοινίον: ἐπὶ τῶν ἐν τοῖς αὐτοῖς πλεοναζόντων.
Ἐπὶ σπειρῶν σχοινίον: 卷圈上的绳索。 用于过分重复相同事物的人。

词汇与语法注释

  1. 1.67τὸν ἀφ’ ἱερᾶς — 阴性单数属格形容词 ἱερᾶς 后省略了名词 γραμμῆς(线),而在阳性单数宾格冠词 τὸν 后则省略了如 ψῆφον(棋子)之类的名词。在棋盘游戏中,“移动神圣之线上的棋子”成为了诉诸最后手段的隐喻。
  2. 1.81πλῶμες — 多里斯方言中动词 πλέω(航行)的第一人称复数现在直说发主动态,相当于雅典方言的 πλέομεν。
  3. 1.93ἂν γένοιτο — 希求法动词加上 ἄν 且无连词,表示潜在或可能性(“能够成为”或“可以被制成”)。此处用以表述谚语完整形式的可能性。
  4. 1.97τὸ θερμὸν τοῦ ὀβελοῦ — 中性单数名词化形容词 τὸ θερμὸν(热的部分)与表示整体的属格 τοῦ ὀβελοῦ(烤肉叉的)呈部分与整体的关系,合指“烤肉叉的热端”。后半部分的 τῶν ὀβελίσκων 也是类似的属格。

引用这一段

普鲁塔克, 亚历山大里亚人使用的谚语 §1.66-1.100. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg146.humanitext-grc1:1.66-1.100

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。