§1.23Βούνας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων.
布纳斯判决:用于总是拖延和搁置裁决的人。
Βούνας γὰρ Ἀθηναῖος ἐγένετο· τούτῳ Ἠλεῖοι πρὸς Καλλιωναίους † διαφερόμενοι ἐπέτρεψαν δίκας νομίσαντες ἀναμένειν, ἕως ἂν ἀποφήναι· γνοὺς δὲ ὁ Βούνας τοῦτο ἀνεβάλλετο μέχρι τελευτῆς τὴν ἀπόφασιν.
因为布纳斯是雅典人;伊利斯人与卡利翁人争执时,将诉讼托付给他,以为会等到他做出判决;但布纳斯察觉到了这一点,便将判决一直拖延到去世。
§1.24Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν.
洛克里斯的雄牛:用于廉价粗俗之物。
οἱ Λοκροὶ· γὰρ ἀποροῦντες βοῶν πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, τούτῳ τὸ θεῖον ἐθεράπευσαν.
因为洛克里斯人缺乏用于公共祭祀的雄牛,便在黄瓜下插上小木条,做成雄牛的形状,以此祭祀神明。
§1.25Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν διὰ τὴν ἀναισχυντίαν ὠφελουμένων.
无耻是神:用于因厚颜无耻而获利的人。
§1.26Κάκιον Βάβυς αὐλεῖ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων.
巴比斯吹笛更差:用于越练习越差的人。
§1.27Ἄειδε τοὺς Τέλληνος: ὁ Τέλλης ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής.
歌唱泰勒斯之歌:泰勒斯是一位长笛演奏者,也是无拘无束的歌曲的作者。
§1.28Ὕδωρ παραῤῥέει: ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον.
流水旁过:用于承诺不择手段完成眼前任务的人。
μετῆκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς καὶ εἰς ῥέοντα πλοῖα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ.
这由那些因急迫而登上流动的船只、让自己暴露于危险之中的人比喻而来。
§1.29Μιχθοφορῶν: αὕτη λέγεται ἐπὶ τῶν ἐρασμίων διδάσκαλος καὶ ὑπερηφάνων, ὥς φασι καὶ τὴν Σαπφὼ ἐρασθῆναι· μὴ φέρουσαν δὲ τὸ πάθος ῥῖψαι αὑτὴν κατὰ τῶν ἐν Λευκαδίᾳ πετρῶν.
弥克托福隆:这用于可爱而傲慢的教师,据说萨福也曾爱上他,因无法忍受这痛苦而从莱夫卡斯悬崖上跳下。
§1.30Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων.
饥荒之原:用于遭受饥荒压迫的城市。
τόπος γάρ ἐστιν οὕτω καλούμενος Λιμοῦ πεδίον.
因为有一个地方就叫作“饥荒之原”。
§1.31Πεύκης τρόπον: ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται.
如松树般:用于彻底毁灭的人;因为松树一旦被砍断,就再也不会生长。
§1.32Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν.
我不是那些英雄之一:用于想要行善的人。
οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ ὠφελεῖν.
因为英雄们更倾向于带来危害,而不是施予恩惠。
§1.33Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου καλουμένου.
布托斯徘徊:用于愚笨迟钝的人,源于一个名叫布托斯的皮提亚比赛获胜者。
§1.34Λιμοδωριεῖς: σιτοδείας ποτὲ γενομένης ἐν Πελοποννήσῳ ἐφόδια τινὲς λαβόντες ἀπῆραν· πλανωμένους δὲ αὐτοὺς ἀπεδέξατο ἡ ἐν Ῥόδῳ Τρίπολις· ἐκλήθησαν δὲ διὰ τοῦτο Λιμοδωριεῖς.
饥荒多利安人:过去伯罗奔尼撒发生粮食短缺时,一些人带着干粮离开;罗得斯的特里波利斯接纳了四处流浪的他们;他们因此被称为“饥荒多利安人”。
§1.35Μερὶς οὐ πνίγει: φασὶ περὶ τὴν Ἑλλάδα μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδωδίμων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι.
份儿不噎人:据说在希腊,古人并不习惯分发份额;但由于某些原因,当食物匮乏时,分发份额的习俗便流行起来,因此人们说了这句谚语。
§1.36Ἡράκλειος νόσος: τὴν ἱερὰν νόσον Ἡράκλειον ὠνόμαζον· εἰς ταύτην γὰρ ἐκ μακρῶν πόνων ἐμπεσεῖν Ἡρακλέα.
赫拉克勒斯之病:人们将“神圣之病”称为“赫拉克勒斯之病”;因为据说赫拉克勒斯因长期的劳苦而患上了这种病。
§1.37Τάδε Μῆδος οὐ φυλάξει: μελλούσης γενέσθαι τῆς Ξέρξου στρατείας, οἱ Ἕλληνες ἀπογνόντες τὴν σωτηρίαν, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες· Τά δε Μῆδος οὐ φυλάξει.
波斯人不会看守这些:在薛西斯的远征即将发生时,希腊人对得救感到绝望,便耗尽了自己的财产,并说道:“波斯人不会看守这些。
§1.38Ἐκκεκόφθ’ ἡ μουσική: τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπειςήγαγον, ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.
” 音乐已被斩断:古人在宴会上进行学术探讨,而后人却引入了女乐师、女竖琴手和女舞者,因此有些人谴责这种新奇的做法,并使用了这句谚语。
§1.39Λευκὴ στάθμη: αὕτη κατ’ ἔλλειψιν εἴρηται ἐπὶ τῶν μὴ ἀκριβῶς τι διακρινόντων.
白色基准线:这是一种省略表达,用于无法精确区分事物的人。
ἐν γὰρ λευκῷ λίθῳ λευκὴ στάθμη λέγεται· ἥκιστα γὰρ διὰ τὸ ὁμοειδὲς σαφής ἐστιν.
因为指的是白石上的白线;由于同色同类,它最不清晰。
§1.40Μωρύχου Διονύσου: καὶ, Μωρότερος εἶ Διονύσου, ὃς τἄνδον ἀφεὶς, ἔξω τῆς οἰκίας κάθηται: ἐπὶ τῶν εὔηθές τι διαπεπραγμένων.
莫里科斯的狄奥尼索斯:还有“你比那丢下屋里、坐在屋外的狄奥尼索斯还要愚蠢”:用于做出了愚蠢之事的人。
Μώρυχος δὲ ὁ Διόνυσος κατ’ ἐπίθετον ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις.
狄奥尼索斯之所以被称为“莫里科斯”,是一个修饰称号,因为在收获葡萄时,他的脸会被葡萄汁和青无花果弄脏。
μωρύξαι δὲ τὸ μολῦναι·
“莫里克塞”意思是弄脏。
καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεοῦ τὸ ἄγαλμα αὐτοῦ ἐστὶ παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίδρῳ.
他的愚蠢遭到判定,是因为他的神像位于神殿外、入口旁的露天处。
§1.41Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων.
阿麦亚寻找阿泽西亚:用于进行长期寻找的人。
Ἀμαία γὰρ ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη.
因为阿麦亚是特罗伊曾人对德墨忒尔的称呼,而阿泽西亚指的是科瑞。
§1.42Ὁ Λέσβιος πρύλις: αὕτη καθ’ ὁμοίωσιν λέγεται, ὥςπερ Λέσβιος πρύλις.
莱斯博斯的普里利斯:这是通过比喻说,“像莱斯博斯的普里利斯”。
δοκεῖ δὲ ὁ Πρύλις Ἑρμοῦ παῖς γενέσθαι καὶ μάντις.
普里利斯被认为是赫尔墨斯之子,也是一位预言家。
§1.43Ἁ φιλοχρηματία τὰν Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων.
贪财将毁灭斯巴达,而非其他:用于不择手段想要获利的人。
μετήνεγκται ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις.
这源于给拉刻代蒙人的神谕。
ἔχρησε γὰρ ὁ θεὸς, τότε ἀπολέσθαι ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν.
因为神预言说,当他们重视白银和黄金时,他们就会灭亡。