Humanitext Reader

普鲁塔克 · 论肉食(一) §1-2

初次肉食的残忍与远古的生存必然

第 1 段,共 3 段 · 希腊语

内容简介

作者向那些对毕达哥拉斯戒肉感到惊讶的人提出质问,指出最初肉食的惨状。他指出,远古人类吃肉是因为极度匮乏,而生活在富足现代的人们进行肉食则是毫无道理的残忍屠杀。

§1ἀλλὰ σὺ μὲν ἐρωτᾷς; τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας, ἐγὼ δὲ θαυμάζω καὶ τίνι πάθει καὶ ποίᾳ ψυχῇ ἢ λόγῳ ὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκός· καὶ νεκρῶν σωμάτων καὶ ἑώλων προθέμενος τραπέζας ὄψα καὶ τρυφὰς καὶ προσέτι εἰπεῖν τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα· πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν πῶς τὴν γεῦσιν οὐκ ἀπέτρεψεν ὁ μολυσμὸς ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων χυμοὺς·
但是你问,毕达哥拉斯由于什么原因戒绝肉食,而我则感到惊讶,究竟是凭借怎样的情感、怎样的心灵或理性,那第一个人用口触及屠杀,用双唇碰触死去的动物之肉;并且摆上尸体和陈旧食物的餐桌,称其为美味和奢华,甚至去说那些就在片刻之前还在吼叫、发声、运动并注视着的部位;他的视觉如何忍受那些被宰杀、剥皮、肢解的动物的杀戮,他的嗅觉如何承受那种恶臭,他的味觉又如何没有被接触他人伤口并吸收致命创伤的汁液和脓水的污染所吓退。
καὶ ἰχῶρας ἀπολαμβάνουσαν. " εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνὴ " τοῦτο πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων ἔτι, καὶ διδάσκοντα ἀφʼ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων, καὶ διαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις·
“皮革蠕动,肉在烤叉旁吼叫,无论是烤熟的还是生的,声音如同牛鸣。 ” 这是虚构和神话,但那顿晚餐确实是骇人听闻的:有人竟然对还在吼叫的东西感到饥饿,并教导人们如何以还在活着和说话的东西为食,还指示着某些调味、烘烤和呈献。
τούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον
人们本该去探寻第一个开始这些事的人,而不是那个很晚才停止的人。
§2ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν·
或者,对于那些最初尝试吃肉的人来说,有人会说其全部原因在于匮乏。
οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδʼ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτʼ ἦλθον·
因为他们并不是伴随着异常的欲望度日,也不是在必需品过剩的情况下放纵于违背自然的、不相容的快乐而走到这一步的。
ἀλλʼ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν;
相反,如果他们现在获得了感觉和声音,他们会说:“哦,幸福且蒙神宠爱的当今的你们,你们分到了怎样的生命时代,得以享受和分得如此丰饶的福祉,为你们生长了多少东西!
ὅσα τρυγᾶται;
收获了多少东西!
ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν;
从平原收获了多少财富,从植物中可以采集到多少快乐!
ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις.
你们可以奢侈享乐而不受污染。
ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δʼ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον " ἔχων δρόμον ἠὼ καὶ δύσιν ἔκρινεν, περὶ δʼ ἢγαγεν αὖθις ὀπίσσω καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν ὥρας· γῆ δʼ ὕβριστο " ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ λίμναισιν ἄμορφα καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο·
而我们,则被最阴暗、最可怕的生命和时代份额所接收,因最初的创生而陷入极度且无能为力的匮乏。 当时空气还遮蔽着天空,星辰与混浊且难以辨认的水分、火和暴风雨混合在一起。 太阳尚未确立,无法保持无偏且稳定的轨道,“区分黎明和黄昏,并再次将它们带回,用带芽的花冠为富有成果的季节加冕” 大地受到河流无序泛滥的侵害,许多地方因无形的沼泽、深泥、荒芜的灌木丛和森林而变得荒野。
φορᾶς δʼ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας·
没有任何生产驯化作物的工具,也没有任何智慧的技术。
ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδʼ ὥρας ἐτησίους σπόρος οὐκ ὢν τότʼ ἀνέμενε. .
而饥饿不给时间,每年的播种在当时并不存在,因此也无法等待。
τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτʼ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν;
如果我们违反自然地使用了动物的肉,这有什么可奇怪的呢? 当时人们吃泥土,吞食树皮,能找到一株发芽的野草或某种芦苇根就是幸运了。
βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφʼ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες·
当他们品尝并吃下橡子时,他们因快乐而围绕着某棵橡树或山毛榉跳舞,称其为“赐予生命者”、“母亲”和“抚育者”。
ἐκείνην ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δʼ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος.
那便是当时的生命所知道的节日,而其他的一切都充满了痛苦和阴郁。
ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων;
但是,如今的你们,有什么疯狂和什么刺痛驱使你们走向屠杀,你们这些拥有如此多必需品的人?
τί καταψεύδεσθε τῆς γῆς ὡς· τρέφειν μὴ δυναμένης;
你们为什么要对大地撒谎,仿佛它无法滋养你们?
τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες;
你们为什么要对带来律法的德墨忒尔不敬,并羞辱温和且教导栽培的狄奥尼索斯,仿佛从他们那里没有得到足够的东西?
οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες;
你们把驯化的果实与血腥和屠杀混在一起,难道不感到羞耻吗?
ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δʼ ὄψον ἐστίν.
你们把毒蛇、豹子和狮子称为野兽,而你们自己却进行屠杀,在残忍上没有给它们留下任何余地;因为对它们来说,杀戮是食物,而对你们来说,却只是美味。 ”

词汇与语法注释

  1. 993bκαὶ προσέτι εἰπεῖν — 不定式 εἰπεῖν 在此处起独立不定式的作用,为句子增添了“而且可以说”等插入语式的语气。或者也可以理解为引入了依赖于主句动词 θαυμάζω 的补充宾语从句。
  2. 993cπεινῆν τινα τῶν μυκωμένων ἔτι — 不定式从句 πεινῆν τινα(某人感到饥饿)是一个宾格与不定式结构,同格解释前文的“那顿晚餐确实是骇人听闻的”。随后的分词 διδάσκοντα 和 διαταττόμενον 均为单数阳性宾格,与不定式的逻辑主语 τινα 一致。
  3. 993cτούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον — 属格指示代词 τούτων 置于句首以示强调。这是中性复数属格,作为后续分词 ἀρξάμενον(开始的人)所支配的宾语,因为动词 ἄρχομαι 要求接属格。
  4. 993dτὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν — 这是由潜在希求法 εἴποι ἂν(“人可能会说”)引导的间接引语宾格与不定式结构。不定式 εἶναι 的逻辑主语是带有冠词的 τὴν ἀπορίαν(匮乏),谓语是 τὴν αἰτίαν πᾶσαν(全部原因)。
  5. 994aὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες — 连词 ὡς 与分词 λαμβάνοντες 结合,表示主观原因或指责的依据(“仿佛……”)。此处表达了作者所批判的人们不当的抱怨:“仿佛你们没有从他们那里得到足够的东西”。

引用这一段

普鲁塔克, 论肉食(一) §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg131.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。