Humanitext Reader

普鲁塔克 · 论肉食(一) §6-7

肉食对灵魂的钝化与仁慈习惯的培养

第 3 段,共 3 段 · 希腊语

内容简介

文章讲述了迪奥根尼试图生吃八爪鱼以拒绝熟肉的逸事,指出肉食导致的过饱不仅损害肉体,还会使灵魂变得迟钝。进而论证拒绝肉食能培养仁慈的习惯,并将这一禁忌与灵魂转世及泰坦神话惩罚等古老教义相联系。

§6Διογένης δʼ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν· καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας ὑπὲρ ὑμῶν φησὶν ἐγὼ παραβάλλομαι καὶ προκινδυνεύω καλόν, ὦ Ζεῦ, κίνδυνον οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ;
狄奥根尼竟敢生吃章鱼,以免去用火烹饪肉类的过程;在众人环绕之中,他用粗布斗篷遮住自己,将肉送入口中,说道: “为了你们,我甘冒危险,挺身涉险。 ” 宙斯啊,这是多么高尚的危险! 因为这位哲学家与生章鱼搏斗而涉险,难道像佩洛皮达斯为了底比斯的自由,或者像哈尔摩狄乌斯与阿里斯托革同为了雅典人的自由那样,而是为了使人类的生活退化为野兽吗?
οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι τοῖς σώμασι γίγνονται παρὰ φύσιν, ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν·
因此,食肉不仅对我们的身体而言是违反自然的,而且还会因过饱与充塞而使灵魂变得迟钝。
οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσαγορεύουσιν· οὗτοι δʼ αὖ συ καὶ ὁ Μένανδρος οἳ γνάθους ἔχουσι, καὶ ὁ Πίνδαρος γνῶναὶ τʼ ἔπειτα αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη κατὰ τὸν Ἡράκλειτον·
“因为美酒与肉类的饱食虽使身体强壮结实,却使灵魂软弱。 ” 而且为了不招致运动员们的怨恨,我将使用身边的例子;因为阿提卡人称我们玻俄提亚人因暴食而特别“迟钝、无感觉且愚蠢”: “这些人又是猪……” 米南德也说: “他们只有下颌,” 宾达也说: “然后去理解……” “干燥的光线是最智慧的灵魂,” 正如赫拉克利特所说。
οἱ κενοὶ πίθοι κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρι οὗ ἐμφράξῃ καὶ τυφλώσῃ τις τῇ χειρὶ τῆς· πληγῆς περιφερομένης ἐπιλαμβανόμενος· ὀφθαλμὸς; ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον διʼ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθαίνοντα ταῖς αὐγαῖς ὁρῶμεν.
空罐敲击时会发出响声,但装满时受到敲击却不作回应;薄铜器会将声音传向四周,直到有人用手抓住敲击振动之处,将其阻断并使之暗哑;眼睛因水分过多而充盈时,便会失去光彩,对于其本职功能无能为力;当我们透过潮湿的空气和大量未消化的蒸气观看太阳时,我们看到的不是清澈明亮的太阳,而是深沉、多雾且光线摇曳滑落的太阳。
οὕτω δὴ καὶ διὰ σώματος θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσα ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης.
正是这样,透过浑浊、过饱且因不相容的食物而沉重的身体,灵魂的光辉与光芒必然会遭受迟钝与混乱,迷失漂泊,对于事物微细且难以观察的目的,无法保持光线与专注。
§7χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι;
除此以外,培养仁爱之心难道不令人赞叹吗?
τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον, οὕτω πρὸς ἀλλότρια κακὰ καὶ ἀσύμφυλα διακείμενος καὶ πράως καὶ φιλανθρώπως;
因为一个对异类的痛苦都如此温和且仁慈对待的人,又怎会去伤害人类呢?
ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος περὶ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν οὐκ ἔστι δέ, οἶμαι, χείρων ὁ ζῶντα βασανίζων τοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος·
我前天在讨论克塞诺克拉底时提到,雅典人对那个给活羊剥皮的人施加了刑罚。 但在我看来,活着折磨动物的人,并不比夺其生命而杀戮的人更不恶劣。
ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα.
然而,似乎我们对违反习惯的事比对违反自然的事更为敏感。
καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον·
这些是我在彼处较为普遍地谈论的事。
τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δειλοῖς, φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν ἀρχὴν τοῦ δόγματος; ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν, ὥσπερ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρει ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης.
但是,关于这一教义的伟大、神秘且对于胆怯和仅有凡人思想的人(如柏拉图所说)难以置信的开端,我仍有些犹豫是否要在论述中触及,就像风暴中的船长移动船只,或者诗人在剧场中当舞台旋转时吊起机关一样。
οὐ χεῖρον δʼ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους· ἀλληγορεῖ γὰρ ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνητοῖς ἐνδέδενται.
不过,或许先奏响并宣告恩培多克勒的诗句也无妨;因为他在此处寓言式地谈到,灵魂因杀戮、食肉和同类相食而遭受惩罚,被禁锢在凡人的身体之中。
καίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι·
然而,这一说法似乎更为古老。
τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπʼ αὐτὸν τολμήματα, κολάσεις τε τούτων καὶ κεραυνώσεις γευσαμένων τοῦ φόνου, ᾐνιγμένος ἐστὶ μῦθος εἰς τὴν παλιγγενεσίαν·
关于狄奥尼索斯被肢解的受难神话,以及提坦们对他的暴行,还有他们因尝了血肉而受到的惩罚和雷击,都是暗示灵魂转生的神话。
τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, καὶ τοῦτʼ ἔστι κολαζομένου καὶ δίκην διδόντος.
因为古人将我们体内无理性、无秩序且暴力的部分——即非神性的而是邪魔性的部分——称为提坦,而这正是遭受惩罚和付出代价的状态。

词汇与语法注释

  1. 995dοὐ γάρ, ὡς Πελοπίδας... προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ; — 否定词 οὐ 位于句首,与紧随其后的 γάρ 共同构成一个强烈的反问句(“难道这位哲学家……不是为了……而冒险吗?”)。这一句法倒装增强了讽刺效果,将爱国英雄(培洛皮达斯、哈尔莫迪乌斯、阿里斯托革顿)所冒的高尚危险,与迪奥根尼为了让生活野兽化(ἀποθηριώσῃ)而与生八爪鱼搏斗的荒诞目的进行了对比。
  2. 996aτῆς ψυχῆς... οὐκ ἐχούσης — 虽然形式上类似于属格独立结构,但此处的分词实际上与前文名词短语 `τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος` 中的 `τῆς ψυχῆς` 相一致,作定语修饰(“那对……没有光芒与专注的灵魂的辉煌与光亮……”)。这样理解符合整句主语为不达意不定式结构 `πᾶσα ἀνάγκη [αὐτὰ] ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν` 的句法骨架。
  3. 996bτὴν δὲ μεγάλην... ἀρχὴν τοῦ δόγματος, ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν — 宾格名词短语 `τὴν δὲ μεγάλην... ἀρχήν` 是其后及物动词不定式 `κινεῖν`(“触及、阐述”)的直接宾语。为了强调该教义主题的宏大与庄严,宾语被提前至句首(先行与倒装)。

引用这一段

普鲁塔克, 论肉食(一) §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg131.humanitext-grc2:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。