Humanitext Reader

普鲁塔克 · 论野兽具有理性 §7

人类在嗅觉与性欲上的偏离与野兽的节制

第 6 段,共 8 段 · 希腊语

内容简介

格里洛斯探讨了嗅觉的自然功能,并强烈批评了人类对香水的病态执着,以及在性领域中的不自然与不道德欲望,同时指出野兽严格遵守着自然的秩序与节制。

§7ΓΡ. καὶ ταύτας γε πρῶτον διέλθωμεν.
格里洛斯:那么,让我们首先来探讨这些欲望。
ἡ μὲν οὖν πρὸς τὰ εὐώδη καὶ κινοῦντα ταῖς ἀποφοραῖς τὴν ὄσφρησιν οἰκείως ἡδονὴ πρὸς τῷ τὸ ὄφελος καὶ προῖκα καὶ ἁπλοῦν ἔχειν ἅμα χρείαν τινὰ συμβάλλεται τῇ διαγνώσει τῆς τροφῆς.
首先,针对芳香之物以及通过散发气味自然刺激嗅觉之物的快乐,除了具有有益、免费和简单的特点之外,同时还对辨别食物起到了某种实用的作用。
ἡ μὲν γὰρ γλῶττα τοῦ γλυκέος; καὶ δριμέος καὶ αὐστηροῦ γνώμων ἐστί τε καὶ λέγεται, ὅταν τῷ γευστικῷ προσμιγέντες οἱ χυμοὶ σύγχυσίν τινα λάβωσιν ἡ δʼ ὄσφρησις ἡμῶν πρὸ τῶν χυμῶν γνώμων οὖσα τῆς δυνάμεως ἑκάστου πολὺ τῶν βασιλικῶν προγευστῶν σκεπτικώτερον διαισθανομένη, τὸ μὲν οἰκεῖον εἴσω παρίησι τὸ δʼ ἀλλότριον ἀπελαύνει καὶ οὐκ ἐᾷ θιγεῖν οὐδὲ λυπῆσαι τὴν γεῦσιν ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι τἄλλα δʼ οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς, μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ φαρμακίδος τέχνης, μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐδαμῶς χρήσιμον ὠνουμένους.
因为舌头是,也被称为是甜、辣、涩的评判者,那是当各种液汁与味觉器官混合并产生某种融合的时候;但我们的嗅觉在液汁被尝到之前就成了各物性质的评判者,它比国王的试毒员觉察得要敏锐得多,它允许相合的东西进入内部,而驱逐不相合的东西,绝不容许它们接触或伤害味觉,而是在受到伤害之前就揭露并指责其劣质;而在其他方面,它不像对你们那样折磨我们,迫使你们通过一种被称为调香术的、某种可怕且难以洗净的魔术般技术,将香料、肉桂、甘松、树叶和阿拉伯芦苇收集到一处并一同享用,使你们花大笔钱购买那种毫无用处、不阳刚且充满稚气的奢侈。
ἀλλὰ καίπερ οὖσα τοιαύτη διέφθαρκεν οὐ μόνον πάσας γυναῖκας ἀλλὰ καὶ τῶν ἀνδρῶν ἤδη τοὺς πλείστους, ὡς μηδὲ ταῖς αὑτῶν ἐθέλειν συγγίγνεσθαι γυναιξίν, εἰ μὴ μύρων ὑμῖν ὀδωδυῖαι καὶ διαπασμάτων εἰς ταὐτὸ φοιτῷεν.
然而,尽管这种快乐是如此这般,它不仅败坏了所有女人,而且现在甚至败坏了大多数行为不端之人,以至于如果他们的妻子不带着香油和化妆粉的香气来到同一处,他们甚至不愿与自己的妻子亲近。
ἀλλὰ κάπρους τε σύες καὶ τράγους αἶγες καὶ τἄλλα θήλεα τοὺς συννόμους αὐτῶν ταῖς ἰδίαις ὀσμαῖς; ἐπάγεται, δρόσου τε καθαρᾶς καὶ λειμώνων ὀδωδότα καὶ χλόης συμφέρεται πρὸς τοὺς γάμους ὑπὸ κοινῆς φιλοφροσύνης, οὐχὶ θρυπτόμεναι μὲν αἱ θήλειαι καὶ προϊσχόμεναι τῆς ἐπιθυμίας ἀπάτας καὶ γοητείας καὶ ἀρνήσεις, οἱ δʼ ἄρρενες ὑπʼ οἴστρου καὶ μαργότητος ὠνούμενοι μισθῶν καὶ πόνου καὶ λατρείας τὸ τῆς γενέσεως ἔργον, ἄδολον δὲ σὺν καιρῷ καὶ ἄμισθον Ἀφροδίτην μετιόντες, ἣ καθʼ ὥραν ἔτους ὥσπερ φυτῶν βλάστην ἐγείρουσα τῶν ζῴων τὴν ἐπιθυμίαν εὐθὺς ἔσβεσεν, οὔτε τοῦ θήλεος προσιεμένου μετὰ τὴν κύησιν οὔτε πειρῶντος ἔτι τοῦ ἄρρενος.
与此相反,母猪吸引公猪,母山羊吸引公山羊,其他雌兽也凭着自己特有的气味吸引其配偶,它们散发着清露、牧场和青草的芬芳,在共同的温情引导下聚集在一起交配,那里既没有雌兽作态并为了拒绝欲望而摆出欺骗、诱惑和推托,也没有雄兽在狂躁和好色驱使下,以报酬、劳役和奴役为代价购买繁衍的工作;相反,它们追求合乎时宜、无欺也无偿的爱。 这种爱在一年中的特定季节里,就像植物发芽一样唤醒动物的欲望,但又立刻将其熄灭,因为在受孕之后,雌兽既不再接纳,雄兽也不再尝试。
οὕτω μικρὰν ἔχει καὶ ἀσθενῆ τιμὴν ἡ ἡδονὴ παρʼ ἡμῖν τὸ δʼ ὅλον ἡ φύσις.
如此,在我们这里快感所占的地位微乎其微,而自然支配着一切。
ὅθεν οὔτʼ ἄρρενος πρὸς ἄρρεν οὔτε θήλεος πρὸς θῆλυ μῖξιν αἱ τῶν θηρίων ἐπιθυμίαι μέχρι γε νῦν ἐνηνόχασιν.
因此,直到今天,野兽的欲望从未导致过雄性与雄性、或雌性与雌性的交配。
ὑμῶν δὲ πολλὰ τοιαῦτα τῶν σεμνῶν καὶ ἀγαθῶν ἐῶ γὰρ τοὺς οὐδενὸς ἀξίους· ὁ δʼ Ἀγαμέμνων τὴν Βοιωτίαν ἐπῆλθε κυνηγετῶν τὸν Ἄργυννον ὑποφεύγοντα καὶ καταψευδόμενος τῆς θαλάσσης καὶ τῶν πνευμάτων, εἶτα καλὸν καλῶς ἑαυτὸν βαπτίζων εἰς τὴν Κωπαΐδα λίμνην, ὡς αὐτόθι κατασβέσων τὸν ἔρωτα καὶ τῆς ἐπιθυμίας ἀπαλλαξόμενος.
然而在你们中间,甚至在那些庄严和善良的人中,也有许多这样的例子——至于那些不值一提的人,我且置之不谈:阿伽门农为了追逐躲避他的阿耳工诺斯而巡游波奥蒂亚,却对海洋和风势撒谎,接着,他为了在那里熄灭爱火并摆脱欲望,竟“体面”地将自己投入了科派斯湖。
ὁ δʼ Ἡρακλῆς ὁμοίως ἑταῖρον ἀγένειον ἐπιδιώκων ἀπελείφθη τῶν ἀριστέων καὶ προύδωκε τὸν στόλον· ἐν δὲ τῇ θόλῳ τοῦ Πτῴου Ἀπόλλωνος λαθών τις ὑμῶν ἐνέγραψεν Ἀχιλλεὺς καλός ἤδη τοῦ Ἀχιλλέως; υἱὸν ἔχοντος· καὶ τὰ γράμματα πυνθάνομαι διαμένειν.
赫拉克勒斯同样为了追逐一个无须的同伴而落后于英雄们,并背弃了远征队;在普图乌斯的阿波罗神殿的圆堂里,你们中的某个人偷偷写下“阿喀琉斯是美丽的”,而当时阿喀琉斯已经有了儿子;我听说这字迹至今依然保留着。
ἀλεκτρυὼν δʼ ἀλεκτρυόνος ἐπιβαίνων, θηλείας μὴ παρούσης, καταπίμπραται ζωός, μάντεώς τινος ἢ τερατοσκόπου μέγα καὶ δεινὸν ἀποφαίνοντος εἶναι τὸ γιγνόμενον.
而一只公鸡在没有母鸡的情况下骑在另一只公鸡身上,就会被生生烧死,因为某位占卜者或异兆解释者会宣称发生的事情是重大而可怕的异兆。
οὕτω καὶ παρʼ αὐτῶν ἀνωμολόγηται τῶν ἀνθρώπων, ὅτι μᾶλλον τοῖς θηρίοις σωφρονεῖν προσήκει καὶ μὴ παραβιάζεσθαι ταῖς ἡδοναῖς τὴν φύσιν.
如此,甚至人类自己也承认,保持节制以及不因享乐而亵渎自然更适合野兽。
τὰ δʼ ἐν ὑμῖν ἀκόλαστα οὐδὲ τὸν νόμον ἔχουσα σύμμαχον ἡ φύσις ἐντὸς ὅρων καθείργνυσιν ἀλλʼ ὥσπερ ὑπὸ ῥεύματος ἐκφερόμενα πολλαχοῦ ταῖς ἐπιθυμίαις δεινὴν ὕβριν καὶ ταραχὴν καὶ σύγχυσιν ἐν τοῖς ἀφροδισίοις ἀπεργάζεται τῆς φύσεως.
然而,在你们中间那些放荡的成分,即使自然拥有法律作为盟友,也无法将其限制在边界之内;相反,就像被急流冲走一样,它们在多处通过其欲望在性事中对自然造成了可怕的蹂躏、混乱和颠覆。
καὶ γὰρ αἰγῶν ἐπειράθησαν ἄνδρες καὶ ὑῶν καὶ ἵππων μιγνύμενοι καὶ γυναῖκες ἄρρεσι θηρίοις ἐπεμάνησαν ἐκ γὰρ τῶν τοιούτων γάμων ὑμῖν Μινώταυροι καὶ Αἰγίπανες, ὡς δʼ ἐγᾦμαι καὶ Σφίγγες ἀναβλαστάνουσι καὶ Κένταυροι.
因为男人曾对山羊、猪和马下手并与之交配,而女人也曾疯狂地对雄性野兽产生性欲;因为从这种结合中,为你们生出了米诺陶洛斯、埃吉潘,而且依我看,还有斯芬克斯和肯陶洛斯。
καίτοι διὰ λιμὸν ποτʼ ἀνθρώπου καὶ κύων ἔφαγεν ὑπʼ ἀνάγκης καὶ ὄρνις ἀπεγεύσατο πρὸς δὲ συνουσίαν οὐδέποτε θηρίον ἐπεχείρησεν ἀνθρώπῳ χρήσασθαι.
然而,曾经因为饥饿,狗被迫吃过人肉,鸟也曾尝过;但为了性交,绝没有野兽曾企图染指人类。
θηρία δʼ ἄνθρωποι καὶ πρὸς ταῦτα καὶ πρὸς ἄλλα πολλὰ καθʼ ἡδονὰς βιάζονται καὶ παρανομοῦσιν.
相反,人类为了肉欲在这些事上以及许多其他事上对野兽施加暴行,并触犯了法律。

词汇与语法注释

  1. 990bτἄλλα δʼ οὐκ ἐνοχλεῖ — 主语承接前文的“我们的嗅觉”(ἡ δʼ ὄσφρησις ἡμῶν)。对格“τἄλλα”在此作副词性用法,意为“在其他方面”或“否则”。这里与人类的情况形成对比,后者的嗅觉迫使他们搜集各种人工香料,从而产生不必要的欲望。
  2. 990cὀδωδότα — 动词“ὄζω”(散发气味)的完成时分词中性复数宾格(或主格),用以修饰前文的“τἄλλα θήλεα”(其他雌性动物,中性复数)。属格“δρόσου τε καθαρᾶς...”是由该分词支配的、表示来源或特性的属格。
  3. 990dκαταψευδόμενος — 支配属格“τῆς θαλάσσης καὶ τῶν πνευμάτων”,意为“对……撒谎”或“以此为借口”。这里指的是阿伽门农的传说,他以奥利斯的海风状况为借口,实际上是为了追逐美少年阿耳工诺斯。
  4. 990eἤδη τοῦ Ἀχιλλέως υἱὸν ἔχοντος — 属格独立结构。在此语境下,它被解释为表示让步的状语从句(“尽管阿喀琉斯当时已经有了儿子”)。
  5. 990fτὰ δʼ ἐν ὑμῖν ἀκόλαστα — 实词化的中性复数短语用作主语。它与句子后半部分的中性复数分词“ἐκφερόμενα”(被冲走)在性、数上相一致。主动词“ἀπεργάζεται”采用单数形式,符合希腊语中中性复数主语配单数动词的语法规则。

引用这一段

普鲁塔克, 论野兽具有理性 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg130.humanitext-grc2:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。