Humanitext Reader

普鲁塔克 · 论野兽具有理性 §9-10

动物的天生智慧与理性学习能力

第 8 段,共 8 段 · 希腊语

内容简介

格里洛斯指出动物凭借天生的智慧掌握了治疗与生存的技艺,并在学习人类教授的技能时表现出极高的领悟力,以此驳斥动物缺乏理性的观点。针对奥德修斯关于绵羊和驴是否有理性的质问,格里洛斯回答称动物之间的智力差异比人与人之间的差异还要小。

§9ΓΡ. εἶεν· ἀλλʼ ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν·
格里洛斯:好吧;但是你们用这些东西作为配菜来增加食物的美味。
τί οὖν ἐπʼ αὐτὰ ταῦτα φῶντας;
那么,你们为什么还要向着这些东西本身[气冲冲地转向(或自吹自擂)]呢?
ἀλλʼ ἡ τῶν θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι τὰς δʼ ἀναγκαίας οὐκ ἐπεισάκτους παρʼ ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλʼ αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι.
然而,野兽的智慧绝不给无用和虚妄的技艺留有空间,而对于那些必需的技艺,它们既非从他人处引进,亦非付费学来,也不是通过练习勉强粘合、将每一个定理与另一个定理艰难地拼凑在一起,而是自发地从自身内部,如同天生和固有的一样产生出来。
τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν.
因为我们听闻所有埃及人都是医生,而每种动物不仅在治疗上无师自通,而且在营养、力量、狩猎、防卫以及各自自然所应享有的音乐上也是如此。
παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκίνων βαδίζειν;
因为,当我们生病时,我们是从谁那里学会走向河流去寻找螃蟹的?
τίς δὲ τὰς χελώνας 1 ἐδίδαξε τῆς ἔχεως φαγούσας τὴν ὀρίγανον ἐπεσθίειν τὰς δὲ Κρητικὰς αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας;
又是谁教会乌龟在吃了毒蛇之后,接着吃牛至? 还有克里特的山羊,当它们中弹受伤时,去寻找白鲜草,吃下后就能排出箭头?
ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις τὴν τῶν θηρίων φρόνησιν·
因为,如果你说——这确实是真实的—— 自然是这些东西的教师,那么你就把野兽的智慧归结于最至高和最聪明的原理了。
ʼ ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ διʼ ἔργων ἀμείνονα καὶ θαυμασιωτέραν παρέχεται τὴν δύναμιν· οὐκ ἀμαθὴς οὐδʼ ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ διʼ ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς, χαίρειν ἐῶσα τὸν παρʼ ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν.
如果你不认为应当称之为理性或智慧,那现在就是为它寻找一个更美丽、更尊贵名字的时候了,正如它在实际行动中展现出更优秀、更令人惊叹的力量一样;它既非无知也非未受教育,而是某种更接近自通且无所需求的,这不是因为软弱,而是凭借自然之德的强壮和完美,让那些通过学习从他人处收集智慧的做法靠边站。
ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος; καὶ περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις.
至少,凡是人类由于奢侈或戏耍而引导它们去学习和练习的事物,它们的智力,即使违背身体的自然状态,也能凭借丰富的理解力而领会这些学问。
ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλεσθαι διὰ τροχῶν περιφερομένων.
且不说猎犬搜寻足迹和马驹在练习中有节奏地行走,更有乌鸦对话、狗跳过旋转的铁环。
ἵπποι δὲ καὶ βόες ἐν θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδʼ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες εὐμαθείας ἐπίδειξιν εἰς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν.
而在剧场中,马和牛也精通卧下、舞蹈、以及对人类来说也绝非易事的险恶姿势和动作,它们受到彻底的教导并能牢记,展示出它们的领悟力,而这对于其他任何事情都毫无用处。
εἰ δʼ ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν.
如果你不相信我们学习技艺,那也听听我们也进行传授。
αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον ἀνθʼ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας· καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν.
因为鹧鸪在逃跑时,会习惯于让雏鸟隐藏起来,并四脚朝天躺着,用脚在自己面前举起泥块作掩护;你也可以看到屋顶上的成鸟如何在一旁引导那些尝试飞行的幼鹳。
αἱ δʼ ἀηδόνες τοὺς νεοσσοὺς προδιδάσκουσιν ᾄδειν· οἱ δὲ ληφθέντες· ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες καταδὺς δʼ εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν.
而夜莺则会预先教导它们的幼鸟歌唱;那些在极幼小时被捕获并在人类手中抚养长大的幼鸟,唱得较差,就像过早离开了老师一样。 然而,进入到这个身体中之后,我对那些我曾被诡辩家们说服去相信的论点感到惊讶——即除了人之外,一切都是无理性和无心智的。
§10ΟΔ. νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σύ, καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον;
奥德修斯:这么说,格里洛斯,你现在已经改变了,你甚至表明绵羊和驴也是有理性的吗?
ΓΡ.. αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος.
格里洛斯:正是通过这些事物本身,最优秀的奥德修斯,最应当推断出野兽的本性并非无缘于理性和理解力。
ὡς γὰρ οὐκ ἔστι δένδρον ἕτερον ἑτέρου μᾶλλον οὐδʼ ἧττον ἄψυχον, ἀλλʼ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν· οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν οὕτως οὐκ ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν.
因为就像一棵树并不比另一棵树更无生命或更少生命,而是面对无感觉状态时全都一样;因为它们谁都没有分享到灵魂;同样,一只动物在思虑上也不应被视为比另一只更迟钝或更难教,除非所有动物都在某种程度上分享了理性和理解力,只是有些比另一些多,有些比另一些少。
ἐννόησον δʼ ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον.
请思考一下,某些动物的愚蠢和迟钝,是由其他动物的狡黠和敏锐所证明的——当你把驴和绵羊与狐狸、狼和蜜蜂进行比较时,就像把你和波吕斐摩斯,或者把那个科林斯的荷马和你的祖父奥托吕科斯进行比较一样。
οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύτην, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν.
因为我不认为野兽与野兽之间的差距有那么大,像人与人在思虑、推理和记忆上彼此相距得那么远。
ΟΔ. ἀλλʼ ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις.
奥德修斯:但是,格里洛斯,要注意,如果不把理性留给那些没有产生神明观念的生物,这可能是一件可怕而强横的事情。
ΓΡ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα καὶ περιττὸν Σισύφου γεγονέναι;
格里洛斯:那么,奥德修斯,我们难道不该说,你这般聪明且杰出,其实是西绪福斯的后代吗?

词汇与语法注释

  1. 991dτί οὖν ἐπʼ αὐτὰ ταῦτα φῶντας; — 根据底本不同,此处于文本上疑似有破损或脱漏。通常被理解为'φυσῶντας'(气喘吁吁、自吹自擂)的误写,或假定脱落了诸如'ἐκτρέπεσθε'(转向、偏离)等动词,意为“那么你们为什么还要向着这些东西本身转向并自鸣得意呢”。
  2. 992aχαίρειν ἐῶσα τὸν παρʼ ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν — 使用分词形式 'χαίρειν ἐῶσα'(字面意为“向……道别”,意为“置之不理”或“摒弃”)的惯用表达。它以名词 'συνερανισμόν'((捐款等的)拼凑、凑集)作为宾语,表示动物并不屑于人类那种通过向他人学习来拼凑借来智慧的行为。
  3. 992aὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος καὶ περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις — 主句的主语是 'ἡ διάνοια'(智力/心智),由代词属格 'τούτων'(这些动物的)所修饰。'ὅσα... ἄγουσι' 是一个关系从句,作为 'ἀναλαμβάνει'(领会/习得)的宾语。整句结构表明,动物的智力即使违背其身体的自然状态,也能凭借其丰富的理解力,习得人类出于奢侈或戏耍而引导它们去学习的一切事物。
  4. 992dτὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον — 意为“那个科林斯的荷马”。在因狡黠而与奥托吕科斯进行对比的文脉中,以及 992e 中随后提到西绪福斯的情况下,这被高度认为是“西绪福斯”(Σίσυφον,科林斯著名的狡黠代表)在文本上的笔误,或者是一种反讽式的别称。

引用这一段

普鲁塔克, 论野兽具有理性 §9-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg130.humanitext-grc2:9-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。