§2ΓΡΥΛΛΟΣ. χαῖρε, Ὀδυσσεῦ.
格里罗斯:你好,奥德修斯。
ΟΔ. καὶ σὺ νὴ Δία, Γρύλλε.
奥:凭宙斯起誓,你也是,格里罗斯。
ΓΡ. Τί βούλει ἐρωτᾶν;
格:你想问什么?
ΟΔ. ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω μὲν ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυστυχίαν νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθʼ ἡμῶν.
奥:因为我知道你们曾是人类,所以我怜悯所有处于这种状态的人,但对于那些身为希腊人却落入此等不幸境地的人,理所当然更让我挂念。 因此,刚才我向喀耳刻提出了请求,希望她能释放你们之中愿意的人,将他们重新恢复成原来的模样,并让他们与我们一同回去。
ΓΡ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν, ὡς μάτην ἄρα δεινὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτʼ ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος·
格:打住吧,奥德修斯,别再往下说了,因为我们所有人也都看不起你。 原来,你徒有聪明之名,在明智上似乎远超常人,却甚至没有思考,就害怕这同一件事——从更坏的状态转变为更好的状态。
ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται, καὶ τὰ παθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποιήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλοποτμότατον ξῷον αὖθις ἀνθρώπους γενομένους.
正如孩子们害怕医生的药物,逃避那些能让他们从多病和无知中转变、变得更健康和更聪明的治疗痛苦一样,你也是如此避开从一种生物变成另一种生物。 如今你自己也一边战栗、一边恐惧地与喀耳刻相处,生怕她趁你不备把你变成猪或狼,却还来劝说我们——我们生活在丰裕的福祉之中,却要我们抛弃这些,以及为我们准备这些的人(喀耳刻),再次成为人类——这世上最招致不幸的动物,和你一同乘船离去。
ΟΔ. ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πώματος ἐκείνου διεφθάρθαι καὶ γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντάπασι δοξῶν·
奥:格里罗斯,在我看来,你不仅是外貌,连心智都被那杯药水毁了,满脑子都是荒谬和彻底败坏的见解。
ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν;
还是说,对这具身体的某种习惯性享乐把你迷住了?
ΓΡ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων·
格:这两者都不是,凯法勒尼亚人的国王。
ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅ τι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν πῶμεν.
但如果你更愿意交谈而不是辱骂,我们很快就会改变你的看法,因为我们对这两种生活都很有经验,自然明白为什么我们更钟爱现在的日子,而不是过去的日子。
ΟΔ. ἀλλὰ μὴν ἐγὼ πρόθυμος ἀκροᾶσθαι.
奥:不过,我很愿意倾听。
§3ΓΡ. Καὶ ἡμεῖς τοίνυν λέγειν.
格:那么,我们也乐意诉说。
ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφʼ αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας.
首先,我们必须从美德开始谈起,我们看到你们在美德上极为自负,仿佛你们在正义、明智、勇敢以及其他美德上远远超过野兽。
ἀπόκριναι δή μοι, σοφώτατʼ ἀνδρῶν ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτʼ ἀρουμένη τὸ παράπαν, οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν, οὕτως ἐστὶν ἀγαθὴ καὶ γενναία τὴν φύσιν, ὥσθʼ ἅπαντας ἐκφέρειν τοὺς καρποὺς ἀπʼ αὐτῆς·
那么请回答我,最聪明的人啊——因为我曾听你向喀耳刻描述库克罗普斯(独眼巨人)的土地,说那里根本没有耕作,也没有人在那里种植任何东西,但由于其自然本性如此优良高贵,以至于能凭自身结出所有的果实。
πότερον οὖν ταύτην ἐπαινεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μόλις ἀπʼ ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀναδίδωσι;
那么,你是更赞美这片土地,还是那片供山羊栖息、崎岖不平的伊塔卡? 伊塔卡在付出了大量农活和巨大的劳苦之后,才勉强给耕作者带来微薄、匮乏且毫无价值的收成。
καὶ ὅπως οὐ χαλεπῶς οἴσεις, παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος.
你要注意,不要因为对祖国的偏爱,做出违背事实的回答而让我感到恼怒。
ΟΔ. ἀλλʼ οὐ δεῖ ψεύδεσθαι φιλῶ μὲν γὰρ καὶ ἀσπάζομαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ καὶ θαυμάζω τὴν ἐκείνων.
奥:但我们绝不能撒谎。 虽然我更热爱和眷恋我自己的祖国和土地,但我赞美并钦佩他们的土地。
ΓΡ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρονιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ δοκιμάζειν ἄλλα δʼ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δʼ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἣτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν.
格:那么,我们是否可以说,事情就是这样:人类中最明智的人认为,应该赞美和认可某些事物,却选择并钟爱另一些事物? 而且我想,关于灵魂,你也是这样回答的;因为这与关于土地的道理是一样的:那无需劳苦、能像自生果实一样结出美德的灵魂,是更为优越的。
ΟΔ. ἔστω σοι καὶ τοῦθʼ οὕτως.
奥:就算是你说的这样吧。
ΓΡ. Ἤδη οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν·
格:那么,你现在承认野兽的灵魂在孕育美德上更为天赋异禀、更为完美了。
ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν.
因为在没有命令、没有教导的情况下,它就像未经播种、未经耕耘的土地,顺应自然地结出并培育出适合各自的美德。
ΟΔ. καὶ τίνος ποτʼ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις;
奥:可是,格里罗斯,野兽们到底拥有什么美德呢?