§4#2τὴν δʼ Αἴθην ὁ βασιλεὺς ὑμῶν ἔλαβε παρὰ τοῦ Σικυωνίου μισθὸν ἀστρατείας, ἄριστα βουλευσάμενος, ὃς δειλοῦ προυτίμησεν ἀνδρὸς ἵππον ἀγαθὴν καὶ φιλόνικον.
而你们的国王(阿伽门农)接受了西库翁人送来的牝马艾特,以此作为免除兵役的代价,这真是一个极佳的决定,因为他宁要一匹优秀且好胜的牝马,也不要一个懦弱的人。
αὐτὸς δὲ καὶ παρδάλεις καὶ λεαίνας πολλάκις ἑώρακας, ὡς οὐδέν τι τὰ θήλεα τοῖς ἄρρεσιν ὑφίεται θυμοῦ καὶ ἀλκῆς ὥσπερ ἡ σὴ γυνή, σοῦ πολεμοῦντος, οἴκοι κάθηται πρὸς ἐσχάρᾳ πυρός, οὐκ ἂν οὐδʼ οὖσα αἱ χελιδόνες ἀμυνομένη τοὺς ἐπʼ αὐτὴν καὶ τὸν οἶκον βαδίζοντας, καὶ ταῦτα Λάκαινα οὖσα.
至于你本人,也曾多次见过母豹和母狮,它们在气概和力量上比起雄性毫不逊色,这绝不像你的妻子,在你打仗时,她却坐在家里的炉火旁,甚至连燕子般的防卫也做不到,无法抵抗那些冲着她和她的家园而来的人,更何况她还是个斯巴达女人。
τί οὖν ἔτι σοι λέγω τὰς Καρίνας ἢ Μαιονίδας;
既然如此,我何必再对你提起卡里亚或迈奥尼亚的女人呢?
ἀλλʼ ἐκ τούτων γε δῆλόν ἐστιν, ὅτι τοῖς ἀνδράσιν οὐ φύσει μέτεστι τῆς ἀνδρείας· μετῆν γὰρ ἂν ὁμοίως καὶ ταῖς γυναιξὶν ἀλκῆς.
但从这些事情中可以清楚地看出,人类男性的勇气并非生来就有;因为如果是天生的,女性也同样会拥有力量。
ὥσθʼ ὑμεῖς, κατὰ νόμων ἀνάγκην οὐχ ἑκούσιον οὐδὲ βουλομένην ἀλλὰ δουλεύουσαν ἔθεσι καὶ ψόγοις καὶ δόξαις ἐπήλυσι καὶ λόγοις πλαττομένην, μελετᾶτε ἀνδρείαν καὶ τοὺς πόνους ὑφίστασθε καὶ τοὺς κινδύνους, οὐ πρὸς ταῦτα θαρροῦντες ἀλλὰ τῷ ἕτερα μᾶλλον τούτων δεδιέναι.
因此,你们在法律的强迫下,并非出于自愿或选择,而是屈从于习俗、指责、外来的舆论和言辞的塑造,去操练勇气,忍受劳苦和危险,这并不是对这些感到勇敢,而是因为比起这些,你们更害怕别的东西。
ὥσπερ οὖν τῶν σῶν ἑταίρων ὁ φθάσας πρῶτος ἐπὶ τὴν ἐλαφρὰν ἀνίσταται κώπην, οὐ καταφρονῶν ἐκείνης ἀλλὰ δεδιὼς καὶ φεύγων τὴν βαρυτέραν οὕτως ὁ πληγὴν ὑπομένων, ἵνα μὴ λάβῃ τραύματα, καὶ πρὸ αἰκίας τινὸς ἢ θανάτου πολέμιον τινα ἀμυνόμενος οὐ πρὸς ταῦτα θαρραλέος ἀλλὰ πρὸς ἐκεῖνα δειλός ἐστιν.
因此,就像你的同伴中,那个最先站起来的人会抢占轻便的桨,并不是因为他偏爱它,而是因为害怕并逃避那更重的桨一样;同样,那个为了免受伤害而忍受打击的人,或者为了免遭侮辱或死亡而抵御敌人的人,他不是对前者勇敢,而是对后者胆怯。
οὕτω δʼ ἀνεφάνη ὑμῖν ἡ μὲν ἀνδρεία δειλία φρόνιμος οὖσα, τὸ δὲ θάρσος φόβος ἐπιστήμην ἔχων τοῦ διʼ ἑτέρων ἕτερα φεύγειν.
因此,在你们看来,勇气显现为一种聪明的胆怯,而大胆则显现为一种通过别的事物来逃避另一些事物的恐惧。
ὅλως δέ, εἰ πρὸς ἀνδρείαν οἴεσθε βελτίους εἶναι τῶν θηρίων, τί ποθ̓, ὑμῶν οἱ ποιηταὶ τοὺς κράτιστα τοῖς πολεμίοις μαχομένους
λυκόφρονας
καὶ
θυμολέοντας
καὶ
συῒ εἰκέλους ἀλκήν
προσαγορεύουσιν, ἀλλʼ οὐ λέοντά τις αὐτῶν
ἀνθρωπόθυμον
οὐ σῦν
ἀνδρὶ εἴκελον ἀλκὴν
προσαγορεύει;
总而言之,如果你们认为在勇气上优于野兽,那为什么你们的诗人要把那些与敌人进行最顽强战斗的人称为‘狼心者’、‘狮勇者’和‘力量如野猪者’呢,却没有任何一个诗人称狮子为‘人勇者’,或称野猪为‘力量如男人者’?
ἀλλʼ ὥσπερ οἶμαι τοὺς ταχεῖς
ποδηνέμους
καὶ τοὺς καλοὺς
θεοειδεῖς
ὑπερβαλλόμενοι ταῖς εἰκόσιν ὀνομάζουσιν, οὕτω τῶν δεινῶν μάχεσθαι πρὸς τὰ κρείττονα ποιοῦνται τὰς ἀφομοιώσεις.
但我认为,就像他们把跑得快的人称为‘捷足如风者’,把美丽的人称为‘貌美如神者’,在比喻中超越现实一样,他们也将那些在战斗中强悍的人向更强大的存在进行类比。
αἴτιον δέ, ὅτι τῆς μὲν ἀνδρείας οἷον βαφή τις ὁ θυμός ἐστι καὶ στόμωμα τούτῳ δʼ ἀκράτῳ τὰ θηρία χρῆται πρὸς τοὺς ἀγῶνας ὑμῖν δὲ προσμιγνύμενος πρὸς τὸν λογισμὸν ὥσπερ οἶνος πρὸς ὕδωρ ἐξίσταται παρὰ τὰ δεινὰ καὶ ἀπολείπει τὸν καιρόν.
其原因在于,对于勇气而言,气概就像是一种淬火和开刃,而野兽在战斗中使用的是纯粹的气概,至于你们,气概与理性混合在一起,就像葡萄酒掺了水一样,在面临危险时便会消散,并在关键时刻离你们而去。
ἔνιοι δʼ ὑμῶν οὐδʼ ὅλως φασὶ χρῆναι παραλαμβάνειν ἐν ταῖς μάχαις τὸν θυμὸν ἀλλʼ ἐκποδὼν θεμένους νήφοντι χρῆσθαι τῷ λογισμῷ, πρὸς μὲν σωτηρίας ἀσφάλειαν ὀρθῶς πρὸς δʼ ἀλκὴν καὶ ἄμυναν αἴσχιστα λέγοντες.
甚至你们中有些人还说,在战斗中根本不应该引入气概,而应该将其搁置一旁,使用冷静的理性,就保护自身安全的角度而言这固然没错,但就武力和防卫而言却是极可耻的说法。
πῶς γὰρ οὐκ ἄτοπον αἰτιᾶσθαι μὲν ὑμᾶς τὴν φύσιν, ὅτι μὴ κέντρα προσέφυσε τοῖς σώμασι μηδʼ ἀμυντηρίους ὀδόντας μηδʼ ἀγκύλους ὄνυχας, αὐτοὺς δὲ τῆς ψυχῆς τὸ σύμφυτον ἀφαιρεῖν ὅπλον καὶ κολούειν;
因为,你们一方面抱怨自然没有在你们的身体上长出毒刺,也没有防卫用的牙齿,更没有弯曲的爪子,另一方面却亲自剥夺并削弱灵魂中与生俱来的武器,这难道不是很荒谬吗?