§1Ὀδυσσεύς. ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ διαμνημονεύσειν·
\n 奥德修斯:喀耳刻啊,这些事情我想我已经学到了,并且会牢记。
ἡδέως δʼ ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώπων πεποίηκας.
但我很乐意向你打听,在这些(野兽)之中,你是否留有任何你从人类变成狼和狮子的希腊人。
ΚΙΡΚΗ. καὶ πολλούς, ὦ ποθούμενʼ Ὀδυσσεῦ.
\n 喀耳刻:而且有很多,我亲爱的奥德修斯。
πρὸς τί δὲ τοῦτο ἐρωτᾷς;
但你为什么问这个呢?
ΟΔ. ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους, αὖθις εἰς ἀνθρώπους ἑταίρους ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας.
\n 奥:因为,指宙斯起誓,如果能蒙你的恩惠得到他们,将他们重新救回为人类同伴,而不眼睁睁看着他们在野兽的躯壳中违背自然地老去,过着如此可怜和不体面的生活,那么在我看来,我在希腊人面前将会赢得极好的名声。
ΚΙΡ. οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπʼ ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν.
\n喀:这个人因为愚蠢,竟然认为他自己的虚荣心不仅应该给自己和同伴带来灾难,甚至也应该给那些毫不相干的人带来灾难。
ΟΔ. ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα 20 λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ρατιονε δτι; ποιοῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορὰ ἐστιν ἄνθρωπον ἐκ θηρίου γενέσθαι.
奥:喀耳刻,你又在搅拌并暗中下药调制另一种言语的杂烩,如果你要我相信从野兽变成人是一种灾难,那你简直是在理智上把我当成了野兽。
ΚΙΡ. οὐ γὰρ ἢδη τούτων ἀτοπώτερα πεποίηκας σεαυτόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρων σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δʼ ἐγώ φημι, καὶ γραῦν ἤδη διὰ μυρίων ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γενησόμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων;
\n喀:难道你不是已经把自己弄得比这些还要荒谬了吗? 你放弃了与我同在的、不死不老的生活,却奔向一个凡人女子——而且依我说,还是个已经年迈的妇人——还要经历无数的磨难,仿佛以此就能变得比现在更加瞩目和闻名,在追求一个虚幻的好处和幻影,而不是真理?
ΟΔ. ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν;
\n 奥:喀耳刻,这些事就如你所说吧。 我们何必一再为同样的事争吵不休?
τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας.
但请你解开这些人,把他们赐给并让给我。
ΚΙΡ. Οὐχ οὕτω γʼ ἁπλῶς, μὰ τὴν Ἑκάτην οὐ γὰρ οἱ τυχόντες εἰσίν·
\n喀:凭赫卡忒起誓,绝不会这么简单! 因为他们可不是普通人。
ἀλλʼ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον·
你先去问问他们,是否愿意。 如果他们说不愿意,高贵的人啊,你就通过交谈去说服他们。
ἐὰν δὲ μὴ πείσῃς, ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι
.
如果你说服不了,他们反而要在交谈中战胜你,那么你就该承认,你对自己和朋友的事情作出了糟糕的决定。
ΟΔ. τί μου καταγελᾷς, ὦ μακαρία;
\n奥:好妇人,你为什么要嘲笑我?
πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέοντές εἰσι;
只要他们还是驴子、猪和狮子,他们又怎么能进行交谈(给予或接受言语)呢?
ΚΙΡ. Θάρρει, φιλοτιμότατʼ ἀνθρώπων ἐγώ σοι παρέξω καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους·
\n喀:放心吧,最爱慕虚荣的人!
μᾶλλον δʼ εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λόγον·
我会让他们既能理解又能交谈;更确切地讲,只要有一个人代表所有人给予和接受言语就足够了。
ἰδού, τούτῳ διαλέγου.
瞧,你就和这一个谈吧。
ΟΔ. καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν;
\n奥:喀耳刻,我们该怎么称呼这一位?
ἢ τίς ἦν οὗτος ἀνθρώπων;
或者他在人类中曾是谁?
ΚΙΡ. τί γὰρ τοῦτο πρὸς τὸν λόγον;
\n喀:这与讨论有什么关系呢?
ἀλλὰ καὶ κάλει αὐτόν, εἰ βούλει, Γρύλλον.
不过如果你愿意,就叫他格里罗斯吧。
ἐγὼ δʼ ἐκστήσομαι ὑμῖν, μὴ καὶ παρὰ γνώμην ἐμοὶ δοκῇ χαριζόμενος διαλέγεσθαι.
我这就避开你们,免得他看起来像是违背自己的意愿、为了讨好我而交谈。