← プルタルコス

もの言えぬ動物が理性を用いることについて

§2-3

復帰の拒絶と野獣の徳の優越性

オデュッセウスはかつて人間だった豚のグリュロスに話しかけ、元に戻るよう促すが、グリュロスは拒絶し、野獣の生の優越性を美徳(徳)の観点から論じ始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

ΓΡΥΛΛΟΣ. χαῖρε, Ὀδυσσεῦ. ΟΔ. καὶ σὺ νὴ Δία, Γρύλλε. ΓΡ. Τί βούλει ἐρωτᾶν; ΟΔ. ἐγὼ γινώσκων ὑμᾶς ἀνθρώπους γεγονότας οἰκτείρω μὲν ἅπαντας οὕτως ἔχοντας, εἰκὸς δέ μοι μᾶλλον διαφέρειν1 ὅσοι Ἕλληνες ὄντες εἰς ταύτην ἀφῖχθε τὴν δυστυχίαν νῦν οὖν ἐποιησάμην τῆς Κίρκης δέησιν, ὅπως τὸν βουλόμενον ὑμῶν ἀναλύσασα καὶ καταστήσασα πάλιν εἰς τὸ ἀρχαῖον εἶδος ἀποπέμψῃ μεθʼ ἡμῶν. ΓΡ. Παῦε, Ὀδυσσεῦ, καὶ περαιτέρω μηδὲν εἴπῃς ὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν,2 ὡς μάτην ἄρα δεινὸς ἐλέγου καὶ τῷ φρονεῖν πολὺ τῶν ἄλλων ἀνθρώπων ἐδόκεις διαφέρειν, ὃς αὐτὸ τοῦτʼ ἔδεισας, τὴν μεταβολὴν ἐκ χειρόνων εἰς ἀμείνω, μὴ σκεψάμενος· ὡς γὰρ οἱ παῖδες τὰ φάρμακα τῶν ἰατρῶν φοβοῦνται, καὶ τὰ παθήματα φεύγουσιν, ἃ μεταβάλλοντα ἐκ νοσερῶν καὶ ἀνοήτων ὑγιεινοτέρους καὶ φρονιμωτέρους ποιοῦσιν αὐτούς, οὕτω σὺ διεκρούσω τὸ ἄλλος ἐξ ἄλλου γενέσθαι, καὶ νῦν αὐτός τε φρίττων καὶ ὑποδειμαίνων τῇ Κίρκῃ σύνει, μή σε ποιήσῃ λαθοῦσα σῦν ἢ λύκον, ἡμᾶς τε πείθεις, ἐν ἀφθόνοις ζῶντας ἀγαθοῖς, ἀπολιπόντας ἅμα τούτοις τὴν ταῦτα παρασκευάζουσαν ἐκπλεῖν μετὰ σοῦ, τὸ πάντων φιλοποτμότατον ζῷον αὖθις ἀνθρώπους γενομένους. ΟΔ. ἐμοὶ σύ, Γρύλλε, δοκεῖς οὐ τὴν μορφὴν μόνον ἀλλὰ καὶ τὴν διάνοιαν ὑπὸ τοῦ πώματος ἐκείνου διεφθάρθαι καὶ γεγονέναι μεστὸς ἀτόπων καὶ διαλελωβημένων παντάπασι δοξῶν· ἢ σέ τις αὖ συνηθείας ἡδονὴ πρὸς τόδε τὸ σῶμα καταγεγοήτευκεν; ΓΡ. Οὐδέτερα τούτων, ὦ βασιλεῦ Κεφαλλήνων· ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅ τι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν. ΟΔ. ἀλλὰ μὴν ἐγὼ πρόθυμος ἀκροᾶσθαι.

グリュロス:こんにちは、オデュッセウス。 オ:ゼウスにかけて、お前もな、グリュロスよ。 グ:何を聞きたいのだ? オ:お前たちがかつて人間であったことを知っている私は、このようにあるすべての人々を哀れに思うが、ギリシア人でありながらこの不幸に至った者たちのことが、私にとってより重要であるのは自然なことだ。そこで今、私はキルケにお願いをしたのだ。お前たちのうち望む者を彼女が解き放ち、再び元の姿へと戻して、我々とともに送り帰してくれるようにと。 グ:やめなさい、オデュッセウス。これ以上は何も言うな。我々も皆お前を軽蔑しているのだから。それは、お前が無駄に賢い(恐るべき者)と言われ、思慮深さにおいて他の人間たちを遥かに凌いでいると思われていたのに、まさにこのこと、すなわち、より悪い状態からより良い状態への変化を、よく考えもせずに恐れたのだからだ。子供たちが医者の薬を恐れ、また病気で理性のない状態から彼らを変化させて、より健康でより賢くする治療の痛みを避けるように、そのようにお前は別(の生物)から別(の生物)へと変わることを拒絶した。そして今、お前自身、キルケが気づかぬうちに自分を豚や狼に変えてしまわないかと震え、恐れながら彼女と暮らしている。さらに、豊かな恵みの中で暮らしている我々に対して、これら(の恵み)とともに、これらを用意してくれる者(キルケ)を捨てて、再び、あらゆるものの中で最も不運を愛する動物である人間となって、お前とともに船出するよう説得しようとしているのだ。 オ:グリュロスよ、私には、お前があの飲み物によって姿だけでなく心までも台無しにされ、奇妙で完全に歪められた意見で満ちているように思われる。それとも、この身体に対する何らかの慣れの快楽が、お前を魅了しているのか? グ:そのどちらでもない、ケファレニア人の王よ。だが、もしお前が悪態をつくよりも対話を望むなら、我々は両方の生を経験しているのだから、なぜ我々が当然のこととしてあの生よりもこれらを愛するのか、すぐにでもお前の考えを変えさせてみせよう。 オ:いや、私は喜んで耳を傾けよう。

§3

ΓΡ. Καὶ ἡμεῖς τοίνυν λέγειν. ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφʼ αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας. ἀπόκριναι δή μοι, σοφώτατʼ ἀνδρῶν ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτʼ ἀρουμένη τὸ παράπαν, οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν, οὕτως ἐστὶν ἀγαθὴ καὶ γενναία τὴν φύσιν, ὥσθʼ ἅπαντας ἐκφέρειν τοὺς καρποὺς ἀπʼ αὐτῆς· πότερον οὖν ταύτην ἐπαινεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μόλις ἀπʼ ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀναδίδωσι; καὶ ὅπως οὐ χαλεπῶς οἴσεις,3 παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος. ΟΔ. ἀλλʼ οὐ δεῖ ψεύδεσθαι φιλῶ μὲν γὰρ καὶ ἀσπάζομαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ καὶ θαυμάζω τὴν ἐκείνων. ΓΡ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρονιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ δοκιμάζειν ἄλλα δʼ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δʼ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι4 ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἣτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν. ΟΔ. ἔστω σοι καὶ τοῦθʼ οὕτως. ΓΡ. Ἤδη οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν· ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν. ΟΔ. καὶ τίνος ποτʼ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις;

グ:ならば、我々も喜んで話そう。そして、まずは徳から始めるべきだ。お前たちが徳において大いに誇り、正義、思慮、勇気、そしてその他の徳において野獣どもを遥かに凌いでいると自認しているのを見ているからだ。さあ、男たちの中で最も賢い者よ、私に答えてくれ。私はかつて、お前がキルケにキュクロプスたちの土地について語っているのを聞いたことがある。その土地は、全く耕されず、誰もそこに何も植えないのに、その性質が非常に善良で優れているため、そこからすべての作物を実らせるのだ、と。それでは、お前はあの土地をより称賛するのか、それとも、山羊が這い回る険しいイタケを称賛するのか。イタケは、多くの農作業と多大な労苦によって、耕作者たちにわずかで乏しく、価値のないものしか、かろうじて与えないというのに。そして、故郷への愛着ゆえに、明らかに見えている真実に反して答えることで、気を悪くしないでくれよ。 オ:しかし、嘘をつくべきではない。私は自分自身の祖国と土地をより愛し、いとおしく思っているが、あちらの土地を称賛し、感嘆する。 グ:それでは、この件についてはこのように言うことにしよう。すなわち、人間の中で最も思慮深い者が、あるものを称賛し認めるべきだと考え、別のものを選択し愛するべきだと考えている、と。そして、魂についても、お前はそれと同じように答えたのだと私は思う。というのも、それは土地に関するのと同じことだからだ。すなわち、何の労苦もなしに、徳を自生する果実のように生み出す魂のほうがより優れている、ということだ。 オ:お前のために、そのこともその通りであるとしておこう。 グ:それならばお前は、野獣の魂のほうが、徳を生み出すためにより優れた素質を持ち、より完成されているということをすでに認めているのだ。なぜなら、(野獣の魂は)強制されることも教えられることもなく、種を蒔かれず耕されもしないように、それぞれの自然に従って、それぞれにふさわしい徳を生み出し、育てるからだ。 オ:ところで、グリュロスよ、野獣たちにいったい何の徳が備わっているというのだ?

構文注4 件
  1. 986cεἰκὸς δέ μοι μᾶλλον διαφέρειν

    非人称動詞 διαφέρει は、与格(ここでは μοι「私にとって」)を伴って「関わりがある、重要である」を意味する。したがって、この句は εἰκός ἐστι(当然である)に διαφέρειν を不定詞主語とし、「ギリシア人である人々(ὅσοι Ἕλληνες...)の運命が私にとってより重要(気がかり)であるのは当然である」と解釈される。

  2. 986cὡς καὶ σοῦ πάντες ἡμεῖς καταφρονοῦμεν

    ここでの ὡς は、直前の命令文 Παῦε ... καὶ ... μηδὲν εἴπῃς に対する理由を示す接続詞(「〜だからである」)として機能している。

  3. 987aὅπως οὐ χαλεπῶς οἴσεις

    ὅπως(または ὅπως μή)に直説法将来形(οἴσεις)が続く形は、主節の命令動詞(σκόπει「注意せよ」など)が省略された、独立した警告・命令の慣用表現である。

  4. 987bἐκεῖνο δʼ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι

    ἀποκεκρίσθαι は完了形不定詞で、オデュッセウス(σε)が前文で土地の比較に対して下した判断が、魂の比較に対する回答をも「すでに終えている(結果として答えたことになる)」という完了・結果の状態を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg130.humanitext-grc2:2-3