§6ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν.
再者,那在增多时反倒失去其有用性的东西,是更无用的。 而火就是这样一种东西,它像一只吞噬一切、消耗邻近之物的野兽,它之所以有用,更多是由于方法、技术和节制,而非由于其自身的本性;而水则绝不可怕。
καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα.
而且,在两者之中,那与另一方结合时更有用的东西显然更有用。 火并不接纳湿气,也不通过与它的结合而变得有用,但水与火结合时却是有益的;至少,温热的水(温泉)具有疗效,极适合于治疗。
καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ.
而且,人们找不到湿的火,而水无论是冷是热,对人类同样是有用的。
§7καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας·
不仅如此,在四种元素中,水可以说从自身创造了第五种元素——海洋,它在其他方面,特别是在相互交往上,丝毫不比其他元素逊色。
ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν.
这一元素将我们原本野蛮、不相往来的生活连接起来并使之完善,通过彼此的扶助和交换予以纠正,并创造了共同体与友谊。
Ἡράκλειτος μὲν οὖν
εἰ μὴ ἥλιος
φησὶν
ἦν, εὐφρόνη ἂν ἦν
ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν.
赫拉克利特曾说: “如果没有太阳,就会是黑夜。 ”但我们也可以说,如果没有海洋,人类将是所有动物中最野蛮、最匮乏的。
νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος.
而现在,海洋一方面将葡萄从印度人那里带给希腊人,另一方面又将作物的利用从希腊传给海的那边的人们,它还从腓尼基带来了文字作为防范遗忘的纪念,并阻止了最大多数的人类过上无酒、无果实、无教养的生活。
πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;
那么,拥有一种多余元素(海洋)的水,怎能不更有用呢?
§8ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν ἔχων λέγοι;
或者,是否有人会从这同一个起点出发说出相反的话呢?
διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ’ αὖ πάλιν ἀλλήλοις διαφορά, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβληται δίκην ὕλης ποιούμενα καὶ πλαττόμενα καὶ μετέχοντα κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε, φασί, καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρʼ ἑτέρων, πνεῦμά μὲν καὶ πῦρ ποιούντων καὶ δημιουργούντων καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει.
因为四种元素是作为神像工匠一样创造万物的底层基础,而这些元素之间又各有不同。 地和水就像质料一样处于下方,被动地被塑造和定型,分担着秩序与条理,甚至——正如人们所说——只要它们从其他元素中分得一份,就能进行生长和繁衍;而气和火则是主动和创造的,它们将此前处于死亡状态的东西唤醒并推向生成。 在这两个主动元素中,火又起着主导和引领的作用。
δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος·
这从归纳中显而易见:没有温热本底的土地是荒芜不育、没有果实的;而火通过加热和扩散,使土地作好准备,渴望进行生成。
τὸ δὲ πῦρ ἐκραὸς καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι τις ἄν, διʼ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδʼ ὅλως ἢ ὀλίγον μετέσχηκε.
因为人们找不到任何理由解释为什么岩石和山脉的坚硬部分完全不育,除非是因为它们完全没有、或极少分得火。
§9τὸ δʼ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὔδωρ αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια·
总之,水在保障生存或其他事物的生成上,远非自给自足,以至于它自身的败坏也是由于缺乏火。
συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ· ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος, σήπεται καὶ θάνατος ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος.
因为热量使每一个事物维系在存在之中,并将其保持在其特有的本质上,就像对待其他事物以及水一样;但当热量离去和匮乏时,水就会腐烂,水之死和毁灭就是热量的丧失。
ἀμέλει τὰ λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τινα ἐν ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρά, καὶ τελευτῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερμὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ περὶ τὰ μάλιστα φερόμενα καὶ ῥέοντα τῶν ὑδάτων, διὰ τὴν κίνησιν συνεχομένης τῆς θερμότητος, οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες.
事实上,湖泊以及所有停滞的水,还有一些积聚在无出口洼地中的水之所以败坏并最终腐烂,是因为它们极少参与运动,而运动能在每个事物中煽起热量,使之在最激烈流动和运转的水中得以保持,由于运动使得热量维系在一起,因此我们也称这样的水为“活水”。
πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι;
那么,在两者之中,像火对水所做的那样,为另一方提供存在原因的那一个,怎能不更有益呢?
καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον, τοῦτʼ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτʼ ἦν.
再者,当它完全消失时生物便会灭亡的那样东西,显然更有益;因为很明显,一旦失去便无法存在的东西,在其存在时也提供了存在的原因。
ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δʼ ὑγρῶν ἐν σαρκὶ φθορᾶς.
事实上,死者身上仍有湿气存在,并未被完全夺走,否则死尸就不会腐烂了,因为腐烂是从干燥向湿润的转化,或者更确切地说,是肉体中水分的败坏。
θάνατος δʼ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής· ψυχρότατοι τοίνυν οἱ νεκροί· καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν ἀπαμβλύνουσι διʼ ὑπερβολὴν ψυχρότητος.
而死亡不外乎是热量的完全丧失;因此,死者是最冷的;如果有人尝试的话,他们甚至会因极度的寒冷而使剃刀的刃口变钝。
καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα πυρὸς ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας σχεδὸν γὰρ ἡ πρὸς τὰ ἐκ τῆς ἀπουσίας μείζων τῶν ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά.
在生物自身中,最少分得火(热)的部分也是最无知觉的,比如骨头、头发,以及那些远离心脏的部分;因为几乎缺席所带来的差异,要大于火在场时带来的差异。
φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλʼ ἡ θερμὴ ὑγρότης· ἀμέλει τὰ ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδʼ ὅλως γόνιμα.
因为植物和果实并非由湿气产生的,而是由温热的湿气产生的;确实,寒冷的水较不肥沃,甚至完全不育。
καίτοι γʼ εἰ τῇ αὑτοῦ φύσει τὸ ὕδωρ καρποφόρον, δεῖ πάντοτε καὶ καθʼ αὑτὸ ἀναφέρειν καρπούς· τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν.
然而,如果水因其自身本性而能结果,那么它就应当在任何时候、仅凭自身就能长出果实;但事实恰恰相反,它甚至是有害的。