← プルタルコス

水と火ではどちらがより有益か

§6-9

水の安全・海洋の利益と火の能動的原理

前半部では、水は自己完結的に安全であり、海洋を通じて文明と交流をもたらすため火よりも有用であると主張されるが、後半部では一転して、火(熱)こそが生成と維持の能動的原理であり、水自体も熱の欠乏によって腐敗して死ぬため、火の方がより有用であるという反論が提示される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ.

さらにまた、増大されるとその有用性を失うようなものは、より役に立たない。火はそのようなものであり、いわば周囲のものをすべて貪り食う大食らいで浪費家な野獣のようであって、それ自体の性質によってというよりは、むしろ方法や技術、そして節度によって有用となる。これに対して水は決して恐ろしくはない。さらに、二つのうち、もう一方を伴うことでより有用となるもののほうが、より有用である。さて、火は湿気を受け入れず、それとの交わりによって有用になることもない。一方、水は火を伴って有用である。少なくとも、温かい水(温泉)は治療効果があり、医療に著しく適している。また、湿った火というものは誰も見出せないが、水は冷たくても温かくても同様に人間にとって有用である。

§7

καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων,1 τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν εἰ μὴ ἥλιος φησὶν ἦν, εὐφρόνη ἂν ἦν ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος.2 πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;

さらにまた、四つの元素がある中で、水は、いわば自らから第五の元素として海を作り出した。それは他の点でも、また何よりも相互の交渉のゆえに、それらの元素に劣らず有用である。それゆえ、野生のままで共同体のない状態であった我々の生活を、この元素が結びつけ、完全なものとした。それは互いの扶助や物資の交換によって是正し、共同関係と友好を作り出した。ヘラクレイトスは「もし太陽がなかったなら、夜であったろう」と言っている。しかし、「もし海がなかったなら、人間はあらゆる動物の中で最も野生のままであり、最も欠乏したものになっていただろう」と言うことができる。だが実際には、海は一方ではインド人からギリシア人にブドウをもたらし、他方ではギリシアから海の彼方の人々に果実(農作物)の利用を授け、フェニキアから忘却の防護物(記念碑)としての文字を運んできて、人類の大部分がワインを持たず、実りを持たず、教養を持たずにいることを防いだ。それゆえ、元素が一つ余分に多い水は、どうしてより有用でないことがあろうか。

§8

ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν ἔχων λέγοι; διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ’ αὖ πάλιν ἀλλήλοις διαφορά, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβληται δίκην ὕλης ποιούμενα καὶ πλαττόμενα καὶ μετέχοντα κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε, φασί, καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρʼ ἑτέρων,3 πνεῦμά μὲν καὶ πῦρ ποιούντων καὶ δημιουργούντων καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος· τὸ δὲ πῦρ ἐκραὸς καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι τις ἄν, διʼ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδʼ ὅλως ἢ ὀλίγον μετέσχηκε.

あるいは、これとは逆のことを、ここから出発して主張する者がいるだろうか。すなわち、四つの元素は、工匠としての神に対して、万物の制作のための基底として置かれているが、これらの間にまた互いに違いがある。すなわち、地と水は素材のように下に置かれており、作られ形づくられ、秩序と整然さを分かち持ち、また他からあずかる分だけ、成長させ生み出すという(機能も持つ)が、これに対して、気と火は、作用を及ぼし形成するものであって、それまで死んで横たわっていたものを生成へと立ち上がらせるのである。そして、これら二つの能動的元素のうち、さらにまた火が支配し先導している。このことは個別事例の枚挙によっても明らかである。すなわち、土も温かい本質がなければ不妊で実りをもたらさない。しかし火は土を温めて(溶かして)拡散させ、生成に向けて熟し昂ぶった状態へと準備する。なぜなら、不妊の岩石や山々の硬化した部分が全面的にそうである(不妊である)原因として、それらが火をまったく、あるいはほとんど分かち持っていないこと以外の原因を、誰も見出せないからである。

§9

τὸ δʼ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὕδωρ αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια· συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ· ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος,4 σήπεται καὶ θάνατος ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος. ἀμέλει τὰ λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τινα ἐν ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρά, καὶ τελευτῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερμὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ περὶ τὰ μάλιστα φερόμενα καὶ ῥέοντα τῶν ὑδάτων, διὰ τὴν κίνησιν συνεχομένης τῆς θερμότητος, οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες. πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι; καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον, τοῦτʼ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτʼ ἦν. ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς,5 μᾶλλον δʼ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δʼ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής· ψυχρότατοι τοίνυν οἱ νεκροί· καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν ἀπαμβλύνουσι διʼ ὑπερβολὴν ψυχρότητος. καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα πυρὸς6 ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας σχεδὸν γὰρ ἡ πρὸς τὰ ἐκ τῆς ἀπουσίας μείζων τῶν ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά. φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλʼ ἡ θερμὴ ὑγρότης· ἀμέλει τὰ ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδʼ ὅλως γόνιμα. καίτοι γʼ εἰ τῇ αὑτοῦ φύσει τὸ ὕδωρ καρποφόρον, δεῖ7 πάντοτε καὶ καθʼ αὑτὸ ἀναφέρειν καρπούς· τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν.

要するに、水が(生物の)生存や他物の生成に関してそれ自体で自己完結しているなどということは、およそ事実から遠くかけ離れており、水それ自体の破滅すらも火の欠乏なのである。なぜなら、熱が個々のものを存在の中につなぎとめ、他のすべてのものと同様に水もその固有の本質のうえに保存するからである。しかし熱が遠ざかり不足すると、水は腐敗し、水にとっての死と破滅は熱の欠乏にほかならない。実際、湖の水や、すべて淀んだ水、そして出口のない窪地に溜まっている一部の水は、悪質であり、最後には腐敗するが、それは運動にほとんどあずかっていないからである。この運動こそが、個々のものの中にある熱をあおぎ立てて維持するのであり、最も激しく運ばれ流れる水においては、その運動によって熱がつなぎとめられているために、我々はそのような水を「生きている」と呼ぶのである。それゆえ、二つのうち、火が水に対してそうしているように、他方に存在の理由を与えているもののほうが、どうしてより有益でないことがあろうか。さらにまた、それが完全に失われると生物が滅びるような、そのもののほうがより有益である。なぜなら、それを奪われると存在しえないようなものは、それが存在していたときにも、その存在の原因を与えていたことが明らかだからである。さて、湿気は死者にも存在しており、完全に奪い去られているわけではない。なぜなら、もしそうでなければ、死体が腐敗することはないはずだからである。腐敗とは、乾燥から湿り気への変化、あるいはむしろ肉の中の水分が腐敗することだからである。一方、死とは熱の完全な喪失にほかならない。したがって、死者は極めて冷たい。そして彼らは、試みようとするならば、極度の冷たさによって、剃刀の刃先さえも鈍らせてしまう。また、生物そのものの中でも、火(熱)を最も分かち持たない部分、たとえば骨や毛髪、そして心臓から遠く離れた部分が、最も感覚が鈍い。なぜなら、熱の不在によって生じる差異のほうが、火の存在によって生じる差異よりもほぼ大きいからである。実際、植物や果実を生み出すのは、ただの湿気ではなく、温かい湿気である。実際、冷たい水は、肥沃さが劣るか、あるいはまったく不妊である。しかし、もし水がそれ自体の性質によって実りをもたらすものであるなら、常に、そしてそれ自体だけで果実を生み出すはずである。だが実際にはその逆であり、それは害にさえなる。

構文注7 件
  1. 7τεττάρων ὄντων τῶν στοιχείων

    「4つの元素が存在する中で」を意味する属格独立構文(absolute genitive)である。文全体の主語である τὸ ὕδωρ(水)とは一致しない独立した前提を示す。

  2. 957bἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος

    ἐκώλυσεν(防いだ)の補足不定詞として εἶναι(あること)が置かれ、その不定詞の意味上の主語として対格の τὸ πλεῖστον ἀνθρώπων γένος(人類の大部分)が機能する「対格+不定詞」構文である。

  3. 957bὅσον ἂν μεταλάβῃ παρʼ ἑτέρων

    関係小辞 ἄν を伴う関係節であり、接続法 μεταλάβῃ(分かち持つ)によって現在一般・条件的な意味(〜する限りにおいて)を表している。

  4. 957cἀπέχοντος δὲ καὶ ἐνδεήσαντος

    主語(火 τὸ πῦρ)が省略された属格独立構文であり、「熱が遠ざかり不足すると」という意味を表す。

  5. 957eτῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς

    τῆς σήψεως... οὔσης は属格独立構文。「腐敗とは、乾燥した状態から湿った状態への変化であるので」と、先行する文の理由を説明する。

  6. 957eτὰ ἥκιστα μετέχοντα πυρὸς

    冠詞付き分詞 τὰ... μετέχοντα が中性複数名詞的に用いられており、「火(熱)を最も分かち持たない(身体の)部分」を意味する。πυρός は動詞 μετέχω が要求する属格(部分属格)である。

  7. 957eεἰ τῇ αὑτοῦ φύσει τὸ ὕδωρ καρποφόρον, δεῖ

    単純な条件文(直説法現在)の形式を取っているが、直前の事実(冷たい水は不妊である)に反する仮定をして矛盾を導く帰謬法(reductio ad absurdum)の一部を構成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg128.humanitext-grc2:6-9